<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:3-4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:3-4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="3"><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p> Τοῦτο μὲν εὐγενείας, ὦ Λυκῖνε, σημεῖόν ἐστιν
Αἰγυπτίοις
<note xml:lang="mul" n="6.432.2">Αἰγυπτίοις Ω: Αἰγυπτίας ΓΝ.</note>
 ἡ κόμη. ἅπαντες γὰρ αὐτὴν οἱ ἐλεύθεροι
παῖδες ἀναπλέκονται ἔστε πρὸς τὸ ἐφηβικόν,
ἔμπαλιν ἢ οἱ πρόγονοι ἡμῶν, οἷς ἐδόκει καλὸν
εἶναι κομᾶν τοὺς γέροντας ἀναδουμένους κρωβύλον
ὑπὸ τέττιγι χρυσῷ ἀνειλημμένον.</p></sp><pb n="v.6.p.434"/><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Εὖ γε, ὦ Τιμόλαε, ὅτι ἡμᾶς ἀναμιμνήσκεις τῶν
Θουκυδίδου συγγραμμάτων, ἃ ἐν τῷ προοιμίῳ
περὶ τῆς ἀρχαίας ἡμῶν τρυφῆς εἶπεν ἐν τοῖς
Ἴωσιν, ὁπότε οἱ τότε συναπῳκίσαν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="4"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἀτάρ, ὦ Σάμιππε, νῦν ἀνεμνήσθην, ὁπόθεν
ἡμῶν ἀπελείφθη Ἀδείμαντος, ὅτε παρὰ τὸν ἱστὸν
ἐπὶ πολὺ ἔστημεν ἀναβλέποντες, ἀριθμοῦντες τῶν
βυρσῶν τὰς ἐπιβολὰς καὶ θαυμάζοντες ἀνιόντα τὸν
ναύτην διὰ τῶν κάλων, εἶτα ἐπὶ τῆς κεραίας ἄνω
ἀσφαλῶς διαθέοντα τῶν κεροιάκων ἐπειλημμένον.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Εὖ λέγεις. τί δ’ οὖν χρὴ ποιεῖν ἡμᾶς; ἐνταῦθα
καραδοκεῖν αὐτόν, ἢ ἐθέλεις ἐγὼ αὖθις
ἐπάνειμι ἐς τὸ πλοῖον;</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Μηδαμῶς, ἀλλὰ προΐωμεν. εἰκὸς γὰρ ἤδη παρεληλυθέναι
ἐκεῖνον ἀποσοβοῦντα ἐς τὸ ἄστυ, ἐπεὶ
μηκέθ' ἡμᾶς εὑρεῖν ἐδύνατο. εἰ δὲ μή, ἀλλ’ οἶδε
τὴν ὁδὸν Ἀδείμαντος, καὶ δέος οὐδὲν μὴ ἀπολειφθεὶς
ἡμῶν ἀποβουκοληθῇ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὁρᾶτε, μὴ σκαιὸν ᾖ φίλον ἀπολιπόντας αὐτοὺς
ἀπιέναι. βαδίζωμεν δ’ ὅμως, εἰ καὶ Σαμίππῳ
τοῦτο δοκεῖ.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Καὶ μάλα δοκεῖ, ἤν πως ἀνεῳγυῖαν ἔτι τὴν
 παλαίστραν καταλάβωμεν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>