<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:29-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:29-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="29"><sp><p> ἐγὼ δὲ χειροτονητὸς ὑφ' ἁπάντων προκριθεὶς
ἄρχων, ἄριστος εἶναι δόξας ἀνθρώπων ἡγεῖσθαι
καὶ πράγμασι χρῆσθαι. ὡς τοῦτό γε αὐτὸ ἡδύ,
μείζω
<note xml:lang="mul" n="6.462.2">ἡδύ, μείζω Sommerbrodt: ἤδη μείζον MSS.</note>
 εἶναι τῶν ἄλλων βασιλέων ἅτε ἀρετῇ
προχειρισθέντα ὑπὸ τῆς στρατιᾶς ἄρχειν, οὐ
κληρονόμον γενόμενον ἄλλου πονήσαντος ἐς τὴν
βασιλείαν· ἐπεὶ τῷ Ἀδειμάντου θησαυρῷ παραπλήσιον



<pb n="v.6.p.464"/>

τὸ τοιοῦτο, καὶ τὸ πρᾶγμα οὐχ ὅμοιον
ἡδύ, ὥσπερ ὅταν ἴδῃ τις αὐτὸς δι’ αὑτοῦ
<note xml:lang="mul" n="6.464.1">αὑτοῦ Reitz: αὐτοῦ MSS.</note>
 κτησάμενος
τὴν δυναστείαν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Παπαῖ, ὦ Σάμιππε, οὐδὲν μικρόν, ἀλλὰ τὸ
κεφάλαιον αὐτὸ τῶν ἀγαθῶν ἁπάντων σύ γε
ᾔτησας, ἄρχειν ἀσπίδος τοσαύτης ἄριστος δὴ
προκριθεὶς ὑπὸ τῶν πεντακισμυρίων. τοιοῦτον
ἡμῖν ἡ Μαντίνεια θαυμαστὸν βασιλέα καὶ στρατηγὸν
ἐλελήθει ἀνατρέφουσα. πλὴν ἀλλὰ βασίλευε
καὶ ἡγοῦ τῶν στρατιωτῶν καὶ διακόσμει τό τε
ἱππικὸν καὶ τοὺς ἀνέρας τοὺς ἀσπιδιώτας· ἐθέλω
γὰρ εἰδέναι οἷ βαδιεῖσθε τοσοῦτοι ὄντες ἐξ Ἀρκαδίας
ἢ ἐπὶ τίνας ἀθλίους πρώτους ἀφίξεσθε.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="30"><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p> Ἄκουε, ὦ Λυκῖνε, μᾶλλον δέ, εἴ σοι φίλον,
ἀκολούθει μεθ' ἡμῶν. ἵππαρχον γάρ σε τῶν
πεντακισχιλίων ἀποφανῶ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀλλὰ τῆς μὲν τιμῆς, ὦ βασιλεῦ, χάριν οἶδά σοι
καὶ ὑποκύψας ἐς τὸ Περσικὸν προσκυνῶ σε
περιαγαγὼν εἰς τοὐπίσω τὼ χεῖρε τιμῶν τὴν
τιάραν ὀρθὴν οὖσαν καὶ τὸ διάδημα. σὺ δὲ τῶν
ἐρρωμένων τούτων τινὰ ποίησον ἵππαρχον. ἐγὼ
γάρ σοι δεινῶς ἄφιππός εἰμι καὶ οὐδὲ ὅλως
ἐπέβην ἵππου ἐν τῷ πρὸ τοῦ χρόνῳ. δέδια τοίνυν
μὴ τοῦ σαλπιγκτοῦ ἐποτρύνοντος καταπεσὼν ἔγωγε
συμπατηθῶ ἐν τῇ τύρβῃ ὑπὸ τοσαύταις ὁπλαῖς,
ἢ καὶ θυμοειδὴς ὢν ὁ ἵππος ἐξενέγκῃ με τὸν
χαλινὸν ἐνδακὼν ἐς μέσους τοὺς πολεμίους, ἢ


<pb n="v.6.p.466"/>

δεήσει καταδεθῆναί με πρὸς τὸ ἐφίππιον, εἰ μέλλω
μενεῖν
<note xml:lang="mul" n="6.466.1">μενεῖν Lehmann: μένειν MSS.</note>
 τε ἄνω καὶ ἕξεσθαι τοῦ χαλινοῦ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="31"><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p> Ἐγώ σοι, ὦ Σάμιππε, ἡγήσομαι τῶν ἱππέων,
Λυκῖνος δὲ τὸ δεξιὸν κέρας ἐχέτω. δίκαιος δ’
ἂν εἴην τυχεῖν παρὰ σοῦ τῶν μεγίστων τοσούτοις
σε μεδίμνοις δωρησάμενος ἐπισήμου χρυσίου.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Καὶ αὐτοὺς ἐρώμεθα, ὦ Ἀδείμαντε, τοὺς ἱππέας,
εἰ δέξονταί ἄρχοντα σε σφῶν γενέσθαι. ὅτῳ δοκεῖ,
ὦ ἱππεῖς, Ἀδείμαντον ἱππαρχεῖν, ἀνατεινάτω τὴν
χεῖρα.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Πάντες, ὡς ὁρᾷς, ὦ Σάμιππε, ἐχειροτόνησαν.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἀλλὰ σὺ μὲν ἄρχε τῆς ἵππου, Λυκῖνος δὲ ἐχέτω
τὸ δεξιόν. οὑτοσὶ δὲ Τιμόλαος ἐπὶ τοῦ εὐωνύμου
τετάξεται. ἐγὼ δὲ κατὰ μέσον, ὡς νόμος βασιλεῦσι
 τῶν Περσῶν, ἐπειδὰν αὐτοὶ συμπαρῶσι.
<note xml:lang="mul" n="6.466.2">αὐτοὶ συμπαρῶσι Ω: αὐτοὶ συμπαρ (sic) Γ: αὐτοὶ συμπαρεδερεύειν αὑτοῖς βούλονταί τινας Ν.</note></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="32"><sp><p>
 προΐωμεν
δὲ ἤδη τὴν ἐπὶ Κορίνθου διὰ τῆς ὀρεινῆς
ἐπευξάμενοι τῷ βασιλείῳ Διί· κἀπειδὰν τἀν τῇ
Ἑλλάδι πάντα ἤδη χειρωσώμεθα—οὐδεὶς γὰρ ὁ
ἐναντιωθησόμενος ἡμῖν τὰ ὅπλα τοσούτοις οὖσιν,
ἀλλ’ ἀκονιτὶ κρατοῦμεν—ἐπιβάντες ἐπὶ τὰς τριήρεις
καὶ τοὺς ἵππους εἰς τὰς ἱππαγωγοὺς ἐμβιβάσαντες—παρεσκεύασται
δ’ ἐν Κεγχρεαῖς καὶ σῖτος ἱκανὸς
καὶ τὰ πλοῖα διαρκῆ καὶ τὰ ἄλλα πάντα—διαβάλωμεν
<note xml:lang="mul" n="6.466.3">διαβάλωμεν: Dindorf and Bekker: διαλάβωμεν MSS.</note>

τὸν Αἰγαῖον ἐς τὴν Ἰωνίαν, εἶτα



<pb n="v.6.p.468"/>

ἐκεῖ τῇ Ἀρτέμιδι θύσαντες καὶ τὰς πόλεις
ἀτειχίστους λαβόντες ῥᾳδίως ἄρχοντας ἀπολιπόντες
προχωρῶμεν ἐπὶ Συρίας διὰ Καρίας, εἶτα Λυκίας
καὶ Παμφυλίας καὶ Πισιδῶν καὶ τῆς παραλίου
καὶ ὀρεινῆς Κιλικίας, ἄχρι
<note xml:lang="mul" n="6.468.1">ἄχρι Jacobitz: ἄχρις MSS.</note>
 ἂν ἐπὶ τὸν Εὐφράτην
ἀφικώμεθα.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>