<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:27-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:27-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="27"><sp><p>ἵνα δέ σοι καὶ τούτους ἀφῶ, τό γε
<note xml:lang="mul" n="6.460.2">τό γε Guyet: τότε MSS.</note>

ὑγιαίνειν ἐχέγγυον οἴει σοι γενήσεσθαι καὶ βέβαιον;
ἢ οὐχ ὁρᾷς πολλοὺς τῶν πλουσίων κακοδαιμόνως
διάγοντας ὑπὸ τῶν ἀλγηδόνων, τοὺς μὲν οὐδὲ
βαδίζειν δυναμένους, ἐνίους δὲ τυφλοὺς ἢ τῶν
ἐντοσθιδίων τι ἀλγοῦντας; ὅτι μὲν γὰρ οὐκ ἂν
ἕλοιο πλουτῶν δὶς τοσοῦτον πλοῦτον ὅμοια πάσχειν
Φανομάχῳ τῷ πλουσίῳ καὶ θηλύνεσθαι ὡς ἐκεῖνος
εὖ οἶδα, κἂν μὴ εἴπῃς. ἐῶ λέγειν ὅσας ἐπιβουλὰς
μετὰ τοῦ πλούτου καὶ
<note xml:lang="mul" n="6.460.3">καὶ edd.: ἢ MSS.</note>
 λῃστὰς καὶ φθόνον καὶ
μῖσος παρὰ τῶν πολλῶν. ὁρᾷς οἵων σοι πραγμάτων
αἴτιος ὁ θησαυρὸς γίγνεται;</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Ἀεὶ σύ μοι, ὦ Λυκῖνε, ὑπεναντίος· ὥστε οὐδὲ
<note xml:lang="mul" n="6.460.4">οὐδὲ Fritzsche: οὔτε (or οὐ) MSS.</note>

τὴν χοίνικα ἔτι λήψῃ ἐς τέλος μου τῆς εὐχῆς ἐπηρεάζων.</p></sp><pb n="v.6.p.462"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τοῦτο μὲν ἤδη κατὰ τοὺς πολλοὺς τῶν πλουσίων
ἀναδύῃ καὶ ἀνακαλεῖς τὴν ὑπόσχεσιν. ἀλλὰ σὺ
ἤδη ὁ Σάμιππος εὔχου.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="28"><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p> Ἐγὼ δὲ—ἠπειρώτης γάρ εἰμι, Αρκὰς ἐκ
Μαντινείας, ὡς ἴστε—ναῦν μὲν οὐκ αἰτήσω μοι
<note xml:lang="mul" n="6.462.1">αἰτήσω μοι Courier: αἰτήσομαι MSS.</note>

γενέσθαι, ἥν γε τοῖς πολίταις ἐπιδείξασθαι ἀδύνατον,
οὐδὲ μικρολογήσομαι πρὸς τοὺς θεοὺς θησαυρὸν
αἰτῶν καὶ μεμετρημένον χρυσίον. ἀλλὰ δύνανται
γὰρ πάντα οἱ θεοί, καὶ τὰ μέγιστα εἶναι
δοκοῦντα, καὶ ὁ νόμος τῆς εὐχῆς ὃν Τιμόλαος
ἔθηκε φήσας μηδὲν ὀκνεῖν αἰτεῖν, ὡς ἐκείνων πρὸς
οὐδὲν ἀνανευόντων. αἰτῶ δὴ βασιλεὺς γενέσθαι
οὐχ οἷος Ἀλέξανδρος ὁ Φιλίππου ἢ Πτολεμαῖος ἢ
Μιθριδάτης ἢ εἴ τις ἄλλος ἐκδεξάμενος τὴν
βασιλείαν παρὰ πατρὸς ἦρξεν, ἀλλά μοι τὸ πρῶτον
ἀπὸ λῃστείας ἀρξαμένῳ ἑταῖροι καὶ συνωμόται
ὅσον τριάκοντα, πιστοὶ μάλα καὶ πρόθυμοι,
γενέσθωσαν, εἶτα κατ' ὀλίγον τριακόσιοι προσιόντες
ἡμῖν ἄλλος ἐπ' ἄλλῳ, εἶτα χίλιοι καὶ μετ' οὐ
πολὺ μύριοι, καὶ τὸ πᾶν εἰς πέντε μυριάδας
ὁπλιτικόν, ἱππεῖς δὲ ἀμφὶ τοὺς πεντακισχιλίους.
</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>