<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:25-26</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:25-26</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="25"><sp><p>τοῖς φίλοις δὲ ὑμῖν, Σαμίππῳ μὲν
εἴκοσι μεδίμνους ἐπισήμου χρυσίου παραμετρῆσαι
τὸν οἰκονόμον ἐκέλευσα ἄν, Τιμολάῳ δὲ πέντε
χοίνικας, Λυκίνῳ δὲ χοίνικα, ἀπομεμαγμένην καὶ
ταύτην, ὅτι λάλος ἐστὶ καὶ ἐπισκώπτει μου τὴν
εὐχήν. τοῦτον ἐβουλόμην βιῶναι τὸν βίον πλουτῶν
ἐς ὑπερβολὴν καὶ τρυφῶν καὶ πάσαις ἡδοναῖς
ἀφθόνως χρώμενος. εἴρηκα, καί μοι ὁ Ἑρμῆς
τελεσιουργήσειεν αὐτά.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="26"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Οἶσθα οὖν, ὦ Ἀδείμαντε, ὡς πάνυ σοι ἀπὸ
λεπτῆς κρόκης ὁ πᾶς οὑτοσὶ πλοῦτος ἀπήρτηται,
καὶ ἢν ἐκείνη ἀπορραγῇ, πάντα οἴχεται καὶ
ἄνθρακές σοι ὁ θησαυρὸς ἔσται;</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟ</speaker><p>Πῶς λέγεις, ὦ Λυκῖνε;</p></sp><pb n="v.6.p.460"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅτι, ὦ ἄριστε, ἄδηλον ὁπόσον χρόνον βιώσει
<note xml:lang="mul" n="6.460.1">βιώσει Dindorf: βιώσεις MSS.</note>

πλουτῶν. τίς γὰρ οἶδεν εἰ ἔτι παρακειμένης σοι
τῆς χρυσῆς τραπέζης, πρὶν ἐπιβαλεῖν τὴν χεῖρα
καὶ ἀπογεύσασθαι τοῦ ταὼ ἢ τοῦ Νομάδος
ἀλεκτρυόνος, ἀποφυσήσας τὸ ψυχίδιον ἄπει γυψὶ
καὶ κόραξι πάντα ἐκεῖνα καταλιπών; ἢ ἐθέλεις
καταριθμήσομαί σοι τοὺς μὲν αὐτίκα πρὶν ἀπολαῦσαι
τοῦ πλούτου ἀποθανόντας, ἐνίους δὲ καὶ ζῶντας
ἀποστερηθέντας ὧν εἶχον ὑπό τινος βασκάνου πρὸς
τὰ τοιαῦτα δαίμονος; ἀκούεις γάρ που τὸν Κροῖσον
καὶ τὸν Πολυκράτην πολύ σου πλουσιωτέρους
γενομένους ἐκπεσόντας ἐν βραχεῖ τῶν ἀγαθῶν
 ἁπάντων.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>