<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:23-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:23-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="23"><sp><p>εἶτα δεῖπνα ἐπὶ χρυσοῦ—εὐτελὴς
γὰρ ὁ ἄργυρος καὶ οὐ κατ' ἐμέ—, τάριχος
μὲν ἐξ Ἰβηρίας, οἶνος δὲ ἐξ Ἰταλίας, ἔλαιον δὲ ἐξ
Ἰβηρίας καὶ τοῦτο, μέλι δὲ ἡμέτερον τὸ ἄπυρον,
καὶ ὄψα πανταχόθεν καὶ σύες καὶ λαγώς, καὶ ὅσα
πτηνά, ὄρνις ἐκ Φάσιδος καὶ ταὼς ἐξ Ἰνδίας καὶ
ἀλεκτρυὼν ὁ Νομαδικός· οἱ δὲ σκευάζοντες ἕκαστα
σοφισταί τινες περὶ πέμματα καὶ χυμοὺς ἔχοντες.


<pb n="v.6.p.458"/>

εἰ δέ τινι προπίοιμι σκύφον ἢ φιάλην αἰτήσας, ὁ
 ἐκπιὼν ἀποφερέτω καὶ τὸ ἔκπωμα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="24"><sp><p>οἱ δὲ νῦν
πλούσιοι πρὸς ἐμὲ Ἶροι δηλαδὴ ἅπαντες, καὶ
οὐκέτι τὸ ἀργυροῦν πινάκιον ἢ τὸν σκύφον ἐπιδείξεται
Διόνικος ἐν τῇ πομπῇ, καὶ μάλιστα ἐπειδὰν
ὁρᾷ τοὺς οἰκέτας τοὺς ἐμοὺς ἀργύρῳ
<note xml:lang="mul" n="6.458.1">MSS: χρυσῷ Warmington (v. ch. 23, init.).</note>
 τοσούτῳ
χρωμένους. τῇ πόλει δὲ ταῦτα ἐξαίρετα παρ'
ἐμοῦ ὑπῆρξεν ἄν, αἱ μὲν διανομαὶ κατὰ μῆνα
ἕκαστον δραχμαὶ τῷ μὲν ἀστῷ ἑκατόν, τῷ δὲ
μετοίκῳ ἥμισυ τούτων, δημοσίᾳ δὲ ὅσα
<note xml:lang="mul" n="6.458.2">δημοσίᾳ δὲ ὅσα Fritzsche: δημόσια δὲ ἐς κάλλος (om. ὅσα) MSS.</note>
 ἐς κάλλος
θέατρα καὶ βαλανεῖα, καὶ τὴν θάλατταν ἄχρι πρὸς
τὸ Δίπυλον ἥκειν κἀνταῦθά που λιμένα εἶναι
ἐπαχθέντος ὀρύγματι μεγάλῳ τοῦ ὕδατος, ὡς τὸ
πλοῖόν μου πλησίον ὁρμεῖν καταφανὲς ὂν ἐκ τοῦ
 Κεραμεικοῦ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="25"><sp><p>τοῖς φίλοις δὲ ὑμῖν, Σαμίππῳ μὲν
εἴκοσι μεδίμνους ἐπισήμου χρυσίου παραμετρῆσαι
τὸν οἰκονόμον ἐκέλευσα ἄν, Τιμολάῳ δὲ πέντε
χοίνικας, Λυκίνῳ δὲ χοίνικα, ἀπομεμαγμένην καὶ
ταύτην, ὅτι λάλος ἐστὶ καὶ ἐπισκώπτει μου τὴν
εὐχήν. τοῦτον ἐβουλόμην βιῶναι τὸν βίον πλουτῶν
ἐς ὑπερβολὴν καὶ τρυφῶν καὶ πάσαις ἡδοναῖς
ἀφθόνως χρώμενος. εἴρηκα, καί μοι ὁ Ἑρμῆς
τελεσιουργήσειεν αὐτά.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="26"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Οἶσθα οὖν, ὦ Ἀδείμαντε, ὡς πάνυ σοι ἀπὸ
λεπτῆς κρόκης ὁ πᾶς οὑτοσὶ πλοῦτος ἀπήρτηται,
καὶ ἢν ἐκείνη ἀπορραγῇ, πάντα οἴχεται καὶ
ἄνθρακές σοι ὁ θησαυρὸς ἔσται;</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟ</speaker><p>Πῶς λέγεις, ὦ Λυκῖνε;</p></sp><pb n="v.6.p.460"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅτι, ὦ ἄριστε, ἄδηλον ὁπόσον χρόνον βιώσει
<note xml:lang="mul" n="6.460.1">βιώσει Dindorf: βιώσεις MSS.</note>

πλουτῶν. τίς γὰρ οἶδεν εἰ ἔτι παρακειμένης σοι
τῆς χρυσῆς τραπέζης, πρὶν ἐπιβαλεῖν τὴν χεῖρα
καὶ ἀπογεύσασθαι τοῦ ταὼ ἢ τοῦ Νομάδος
ἀλεκτρυόνος, ἀποφυσήσας τὸ ψυχίδιον ἄπει γυψὶ
καὶ κόραξι πάντα ἐκεῖνα καταλιπών; ἢ ἐθέλεις
καταριθμήσομαί σοι τοὺς μὲν αὐτίκα πρὶν ἀπολαῦσαι
τοῦ πλούτου ἀποθανόντας, ἐνίους δὲ καὶ ζῶντας
ἀποστερηθέντας ὧν εἶχον ὑπό τινος βασκάνου πρὸς
τὰ τοιαῦτα δαίμονος; ἀκούεις γάρ που τὸν Κροῖσον
καὶ τὸν Πολυκράτην πολύ σου πλουσιωτέρους
γενομένους ἐκπεσόντας ἐν βραχεῖ τῶν ἀγαθῶν
 ἁπάντων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="27"><sp><p>ἵνα δέ σοι καὶ τούτους ἀφῶ, τό γε
<note xml:lang="mul" n="6.460.2">τό γε Guyet: τότε MSS.</note>

ὑγιαίνειν ἐχέγγυον οἴει σοι γενήσεσθαι καὶ βέβαιον;
ἢ οὐχ ὁρᾷς πολλοὺς τῶν πλουσίων κακοδαιμόνως
διάγοντας ὑπὸ τῶν ἀλγηδόνων, τοὺς μὲν οὐδὲ
βαδίζειν δυναμένους, ἐνίους δὲ τυφλοὺς ἢ τῶν
ἐντοσθιδίων τι ἀλγοῦντας; ὅτι μὲν γὰρ οὐκ ἂν
ἕλοιο πλουτῶν δὶς τοσοῦτον πλοῦτον ὅμοια πάσχειν
Φανομάχῳ τῷ πλουσίῳ καὶ θηλύνεσθαι ὡς ἐκεῖνος
εὖ οἶδα, κἂν μὴ εἴπῃς. ἐῶ λέγειν ὅσας ἐπιβουλὰς
μετὰ τοῦ πλούτου καὶ
<note xml:lang="mul" n="6.460.3">καὶ edd.: ἢ MSS.</note>
 λῃστὰς καὶ φθόνον καὶ
μῖσος παρὰ τῶν πολλῶν. ὁρᾷς οἵων σοι πραγμάτων
αἴτιος ὁ θησαυρὸς γίγνεται;</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Ἀεὶ σύ μοι, ὦ Λυκῖνε, ὑπεναντίος· ὥστε οὐδὲ
<note xml:lang="mul" n="6.460.4">οὐδὲ Fritzsche: οὔτε (or οὐ) MSS.</note>

τὴν χοίνικα ἔτι λήψῃ ἐς τέλος μου τῆς εὐχῆς ἐπηρεάζων.</p></sp><pb n="v.6.p.462"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τοῦτο μὲν ἤδη κατὰ τοὺς πολλοὺς τῶν πλουσίων
ἀναδύῃ καὶ ἀνακαλεῖς τὴν ὑπόσχεσιν. ἀλλὰ σὺ
ἤδη ὁ Σάμιππος εὔχου.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="28"><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p> Ἐγὼ δὲ—ἠπειρώτης γάρ εἰμι, Αρκὰς ἐκ
Μαντινείας, ὡς ἴστε—ναῦν μὲν οὐκ αἰτήσω μοι
<note xml:lang="mul" n="6.462.1">αἰτήσω μοι Courier: αἰτήσομαι MSS.</note>

γενέσθαι, ἥν γε τοῖς πολίταις ἐπιδείξασθαι ἀδύνατον,
οὐδὲ μικρολογήσομαι πρὸς τοὺς θεοὺς θησαυρὸν
αἰτῶν καὶ μεμετρημένον χρυσίον. ἀλλὰ δύνανται
γὰρ πάντα οἱ θεοί, καὶ τὰ μέγιστα εἶναι
δοκοῦντα, καὶ ὁ νόμος τῆς εὐχῆς ὃν Τιμόλαος
ἔθηκε φήσας μηδὲν ὀκνεῖν αἰτεῖν, ὡς ἐκείνων πρὸς
οὐδὲν ἀνανευόντων. αἰτῶ δὴ βασιλεὺς γενέσθαι
οὐχ οἷος Ἀλέξανδρος ὁ Φιλίππου ἢ Πτολεμαῖος ἢ
Μιθριδάτης ἢ εἴ τις ἄλλος ἐκδεξάμενος τὴν
βασιλείαν παρὰ πατρὸς ἦρξεν, ἀλλά μοι τὸ πρῶτον
ἀπὸ λῃστείας ἀρξαμένῳ ἑταῖροι καὶ συνωμόται
ὅσον τριάκοντα, πιστοὶ μάλα καὶ πρόθυμοι,
γενέσθωσαν, εἶτα κατ' ὀλίγον τριακόσιοι προσιόντες
ἡμῖν ἄλλος ἐπ' ἄλλῳ, εἶτα χίλιοι καὶ μετ' οὐ
πολὺ μύριοι, καὶ τὸ πᾶν εἰς πέντε μυριάδας
ὁπλιτικόν, ἱππεῖς δὲ ἀμφὶ τοὺς πεντακισχιλίους.
</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>