<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:19-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:19-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="19"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Τί τοῦτο, ὦ Ἀδείμαντε; καταδύσεταί σοι τὸ
πλοῖον, οὐ γὰρ ἴσον βάρος πυροῦ καὶ τοῦ ἰσαρίθμου
χρυσίου.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Μὴ φθόνει, ὦ Λυκῖνε, ἀλλ’ ἐπειδὰν εἰς σὲ
παρέλθῃ ἡ εὐχή, τὴν Πάρνηθα ἐκείνην, εἰ θέλεις,
ὅλην χρυσῆν ποιήσας ἔχε, κἀγὼ σιωπήσομαί σοι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀλλ' ὑπὲρ ἀσφαλείας τοῦτο ἔγωγε τῆς σῆς
ἐποιησάμην, ὡς μὴ ἀπολέσθαι ἅπαντας μετὰ τοῦ
χρυσίου. καὶ τὰ μὲν ὑμέτερα μέτρια, τὸ μειράκιον
δὲ τὸ ὡραῖον ἀποπνιγήσεται ἄθλιον νεῖν οὐκ
ἐπιστάμενον.</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Θάρρει, ὦ Λυκῖνε. οἱ δελφῖνες γὰρ αὐτὸ ὑποδύντες
ἐξοίσουσιν ἐπὶ τὴν γῆν. ἢ νομίζεις κιθαρῳδὸν
μέν τινα σωθῆναι παρ' αὐτῶν καὶ ἀπολαβεῖν
τὸν μισθὸν ἀντὶ τῆς ᾠδῆς καὶ νεκρόν τι ἄλλο
παιδίον ἐς τὸν Ἰσθμὸν ἐπὶ δελφῖνος ὁμοίως
προσκομισθῆναι, τὸν δὲ Ἀδειμάντου οἰκέτην τὸν
νεώνητον ἀπορήσειν δελφῖνος ἐρωτικοῦ;</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Καὶ σὺ γάρ, Τιμόλαε, μιμῇ Λυκῖνον καὶ ἐπιμετρεῖς
τῶν σκωμμάτων, καὶ ταῦτα εἰσηγητὴς αὐτὸς
γενόμενος;</p></sp><pb n="v.6.p.454"/></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="20"><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p> Ἄμεινον γὰρ ἦν πιθανώτερον αὐτὸ ποιεῖν και
τινα θησαυρὸν ὑπὸ τῇ κλίνῃ ἀνευρεῖν, ὡς μὴ
πράγματα ἔχοις ἐκ τοῦ πλοίου μετατιθεὶς χρυσίον
ἐς τὸ ἄστυ.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Εὖ λέγεις, καὶ ἀνορωρύχθω θησαυρὸς ὑπὸ τὸν
Ἑρμῆν τὸν λίθινον, ὅς ἐστιν ἡμῖν ἐν τῇ αὐλῇ,
μέδιμνοι χίλιοι ἐπισήμου χρυσίου. εὐθὺς οὖν κατὰ
τὸν Ἡσίοδον οἶκος τὸ πρῶτον, ὡς ἂν ἐπισημότατα
οἰκοίην, καὶ τὰ περὶ τὸ ἄστυ πάντα ὠνησάμην
ἤδη πλὴν ὅσα θύμον καὶ λίθοι,
<note xml:lang="mul" n="6.454.1">So Γ: om. θύμον N: ὅσα ἱσθμοῖ καὶ πυθοῖ ΑΩ.</note>
 καὶ ἐν Ἐλευσῖνι
ὅσα ἐπὶ θαλάττῃ καὶ περὶ τὸν Ἰσθμὸν ὀλίγα τῶν
ἀγώνων ἕνεκα, εἴ ποτε δὴ τὰ Ἴσθμια ἐπιδημήσαιμι,
καὶ τὸ Σικυώνιον πεδίον, καὶ ὅλως εἴ πού
τι ἢ συνηρεφὲς ἢ ἔνυδρον ἢ εὔκαρπον ἐν τῇ
Ἑλλάδι, πάντα ἐν ὀλίγῳ Ἀδειμάντου ἔσται. ὁ
χρυσὸς δὲ κοῖλος ἡμῖν ἐμφαγεῖν, τὰ δὲ ἐκπώματα
οὐ κοῦφα ὡς τὰ Ἐχεκράτους, ἀλλὰ διτάλαντον
ἕκαστον τὴν ὁλκήν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>