<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:15-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:15-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="15"><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p> Ὁρᾷς; διὰ τοῦτο ὤκνουν εἰπεῖν ἃ ἐνενόουν,
εἰδὼς ὅτι ἐν γέλωτι καὶ σκώμματι ποιήσεσθέ μου
τὴν εὐχήν. ὥστε ἐπιστὰς μικρόν, ἔστ' ἂν ὑμεῖς
προχωρήσητε, ἀποπλευσοῦμαι πάλιν ἐπὶ τῆς νεώς.
πολὺ γὰρ ἄμεινον τοῖς ναύταις προσλαλεῖν ἢ ὑφ'
ὑμῶν καταγελᾶσθαι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Μηδαμῶς, ἐπεὶ συνεμβησόμεθά σοι καὶ αὐτοὶ
ἐπιστάντες.
<note xml:lang="mul" n="6.446.2">ἐπιστάντες Guyet: ὑποστάντες MSS.</note>
</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Ἀλλὰ ὑφαιρήσω τὴν ἀποβάθραν προεισελθών.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν ἡμεῖς γε προσνηξόμεθα ὑμῖν. μὴ γὰρ
οἴου σοὶ μὲν εἶναι ῥᾴδιον τηλικαῦτα πλοῖα κτᾶσθαι
μήτε πριαμένῳ μήτε ναυπηγησαμένῳ, ἡμεῖς δὲ
οὐκ αἰτήσομεν παρὰ τῶν θεῶν ἐπὶ πολλοὺς σταδίους
ἀκμῆτες δύνασθαι νεῖν; καίτοι πρῴην
<note xml:lang="mul" n="6.446.3">πρῴην Jacobs and Lobeck: πρῶτον MSS.</note>
 καὶ
ἐς Αἴγιναν ἐπὶ τὴν τῆς Ἐνοδίας τελετὴν, οἶσθα, ἐν
ἡλίκῳ σκαφιδίῳ πάντες ἅμα οἱ φίλοι τεττάρων
ἕκαστος ὀβολῶν διεπλεύσαμεν, καὶ οὐδὲν ἐδυσχέραινες
ἡμᾶς συμπλέοντας, νῦν δὲ ἀγανακτεῖς, εἰ





<pb n="v.6.p.448"/>

συνεμβησόμεθά σοι, καὶ τὴν ἀποβάθραν προεισελθὼν
ἀφαιρεῖς; ὑπερμαζᾷς γάρ, ὦ Ἀδείμαντε, καὶ
ἐς τὸν κόλπον οὐ πτύεις, οὐδὲ οἶσθα ὅστις ὢν
ναυκληρεῖς. οὕτως ἐπῆρέ σε ἡ οἰκία ἐν καλῷ τῆς
πόλεως οἰκοδομηθεῖσα καὶ τῶν ἀκολούθων τὸ
πλῆθος. ἀλλ’ ὦγαθέ, πρὸς τῆς Ἴσιδος κἂν τὰ
Νειλῷα ταῦτα ταρίχη τὰ λεπτὰ μέμνησο ἡμῖν
ἄγειν ἀπ' Αἰγύπτου ἢ μύρον ἀπὸ τοῦ Κανώπου ἢ
ἶβιν ἐκ Μέμφιδος, εἰ δὲ ἡ ναῦς ἐδύνατο, καὶ τῶν
πυραμίδων μίαν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="16"><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p> Ἅλις παιδιᾶς, ὦ Λυκῖνε. ὁρᾷς, ὡς ἐρυθριᾶν
Ἀδείμαντον ἐποίησας πολλῷ τῷ γέλωτι ἐπικλύσας
τὸ πλοῖον, ὡς ὑπέραντλον εἶναι καὶ μηκέτι
ἀντέχειν πρὸς τὸ ἐπιρρέον; Καὶ ἐπείπερ ἔτι πολὺ ἡμῖν τὸ λοιπόν ἐστιν πρὸς
τὸ ἄστυ, διελόμενοι τετραχῆ τὴν ὁδὸν κατὰ τοὺς
ἐπιβάλλοντας ἑκάστῳ
<note xml:lang="mul" n="6.448.1">ἑκάστῳ Fritzsche confirmed by Γ ἑκάστω (sic): ἕκαστος other MSS.</note>
 σταδίους αἰτῶμεν ἅπερ
ἂν δοκῇ παρὰ τῶν θεῶν. οὕτω γὰρ ἂν ἡμᾶς ὅ τε
κάματος λάθοι καὶ ἅμα εὐφρανούμεθα ὥσπερ
ἡδίστῳ ὀνείρατι ἑκουσίῳ περιπεσόντες, ἐφ' ὅσον
βουλόμεθα, εὖ ποιήσοντι ἡμᾶς· παρ' αὐτῷ γὰρ
ἑκάστῳ ἔστω
<note xml:lang="mul" n="6.448.2">ἔστω add. Fritzsche.</note>
 τὸ μέτρον τῆς εὐχῆς, καὶ οἱ θεοὶ
πάντα ὑποκείσθωσαν παρέξοντες, εἰ καὶ τῇ φύσει
ἀπίθανα ἔσται. τὸ δὲ μέγιστον, ἐπίδειξις ἔσται
τὸ πρᾶγμα ὅστις ἂν ἄριστα χρήσαιτο τῷ πλούτῳ
καὶ τῇ εὐχῇ, δηλώσει γὰρ οἷος ἂν καὶ πλουτήσας
ἐγένετο.</p></sp><pb n="v.6.p.450"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>