<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="1"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Οὐκ ἐγὼ ἔλεγον ὅτι θᾶττον τοὺς γῦπας ἕωλος
νεκρὸς ἐν φανερῷ κείμενος ἢ θέαμά τι τῶν
παραδόξων Τιμόλαον διαλάθοι, κἂν εἰς Κόρινθον
δέοι ἀπνευστὶ θέοντα ἀπιέναι διὰ τοῦτο; οὕτω
φιλοθεάμων σύ γε καὶ ἄοκνος τὰ τοιαῦτα.</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Τί γὰρ ἔδει ποιεῖν, ὦ Λυκῖνε, σχολὴν ἄγοντα
πυθόμενον οὕτως ὑπερμεγέθη ναῦν καὶ πέρα τοῦ
μέτρου ἐς τὸν Πειραιᾶ καταπεπλευκέναι μίαν τῶν
ἀπ' Αἰγύπτου ἐς Ἰταλίαν σιταγωγῶν; οἶμαι δὲ
καὶ σφώ, σέ τε καὶ Σάμιππον τουτονί, μὴ κατ'
ἄλλο τι ἐξ ἄστεος ἥκειν ἢ ὀψομένους τὸ πλοῖον.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Νὴ Δία, καὶ Ἀδείμαντος ὁ Μυρρινούσιος εἵπετο
μεθ' ἡμῶν, ἀλλ’ οὐκ οἶδ’ ὅπου νῦν ἐκεῖνός ἐστιν
ἀποπλανηθεὶς ἐν τῷ πλήθει τῶν θεατῶν. ἄχρι
μὲν γὰρ τῆς νεὼς ἅμα ἤλθομεν καὶ ἀνιόντες ἐς
αὐτὴν, σὺ μέν, οἶμαι, Σάμιππε, προῄεις, μετὰ σὲ
δὲ ὁ Ἀδείμαντος ἦν, εἶτ' ἐγὼ μετ' ἐκεῖνον ἐχόμενος
αὐτοῦ ἀμφοτέραις, καί με διὰ τῆς ἀποβάθρας ὅλης
παρέπεμψε χειραγωγῶν ὑποδεδεμένον ἀνυπόδητος
αὐτὸς ὤν, τὸ ἀπὸ τούτου δὲ οὐκέτι αὐτὸν εἶδον
οὔτε ἔνδον οὔτε ἐπεὶ κατεληλύθαμεν.</p></sp><pb n="v.6.p.432"/></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="2"><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p> Οἶσθα οὖν, ὦ Λυκῖνε, ὅπου ἡμᾶς ἀπέλιπεν;
ὁπότε, οἶμαι, τὸ ὡραῖον ἐκεῖνο μειράκιον ἐκ τῆς
θαλάμης προῆλθε τὸ τὴν καθαρὰν ὀθόνην ἐνδεδυκός,
ἀναδεδεμένον ἐς τοὐπίσω τὴν κόμην ἐπ'
ἀμφότερα τοῦ μετώπου ἀπηγμένην. εἰ τοίνυν ἐγὼ
Ἀδείμαντον οἶδα, οἶμαι, γλαφυρὸν οὕτω θέαμα
ἐκεῖνος ἰδὼν μακρὰ χαίρειν φράσας τῷ Αἰγυπτίῳ
ναυπηγῷ περιηγουμένῳ τὸ πλοῖον παρέστηκε
δακρύων, ὥσπερ εἴωθε. ταχύδακρυς γὰρ ὁ ἀνὴρ
ἐς τὰ ἐρωτικά.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καὶ μὴν οὐ πάνυ καλός, ὦ Σάμιππε, ὁ μειρακίσκος
ἔδοξέ μοι, ὡς ἂν καὶ Ἀδείμαντον
ἐκπλῆξαι, ᾧ τοσοῦτοι Ἀθήνησι καλοὶ ἕπονται,
πάντες ἐλεύθεροι, στωμύλοι τὸ φθέγμα, παλαίστρας
ἀποπνέοντες, οἶς καὶ παραδακρῦσαι οὐκ ἀγεννές.
οὗτος δὲ πρὸς τῷ μελάγχρους εἶναι καὶ πρόχειλός
ἐστι καὶ λεπτὸς ἄγαν τοῖν σκελοῖν, καὶ ἐφθέγγετο
ἐπισεσυρμένον τι καὶ συνεχὲς καὶ ἐπίτροχον,
Ἑλληνιστὶ μέν, ἐς τὸ πάτριον δὲ τῷ ψόφῳ καὶ τῷ
τῆς φωνῆς τόνῳ, ἡ κόμη δὲ καὶ ἐς τοὐπίσω ὁ
πλόκαμος συνεσπειραμένος οὐκ ἐλεύθερόν
<note xml:lang="mul" n="6.432.1">ἐλεύθερον Solanus: ἐλευθέριον MSS.</note>
 φησιν
αὐτὸν εἶναι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="3"><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p> Τοῦτο μὲν εὐγενείας, ὦ Λυκῖνε, σημεῖόν ἐστιν
Αἰγυπτίοις
<note xml:lang="mul" n="6.432.2">Αἰγυπτίοις Ω: Αἰγυπτίας ΓΝ.</note>
 ἡ κόμη. ἅπαντες γὰρ αὐτὴν οἱ ἐλεύθεροι
παῖδες ἀναπλέκονται ἔστε πρὸς τὸ ἐφηβικόν,
ἔμπαλιν ἢ οἱ πρόγονοι ἡμῶν, οἷς ἐδόκει καλὸν
εἶναι κομᾶν τοὺς γέροντας ἀναδουμένους κρωβύλον
ὑπὸ τέττιγι χρυσῷ ἀνειλημμένον.</p></sp><pb n="v.6.p.434"/><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Εὖ γε, ὦ Τιμόλαε, ὅτι ἡμᾶς ἀναμιμνήσκεις τῶν
Θουκυδίδου συγγραμμάτων, ἃ ἐν τῷ προοιμίῳ
περὶ τῆς ἀρχαίας ἡμῶν τρυφῆς εἶπεν ἐν τοῖς
Ἴωσιν, ὁπότε οἱ τότε συναπῳκίσαν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="4"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἀτάρ, ὦ Σάμιππε, νῦν ἀνεμνήσθην, ὁπόθεν
ἡμῶν ἀπελείφθη Ἀδείμαντος, ὅτε παρὰ τὸν ἱστὸν
ἐπὶ πολὺ ἔστημεν ἀναβλέποντες, ἀριθμοῦντες τῶν
βυρσῶν τὰς ἐπιβολὰς καὶ θαυμάζοντες ἀνιόντα τὸν
ναύτην διὰ τῶν κάλων, εἶτα ἐπὶ τῆς κεραίας ἄνω
ἀσφαλῶς διαθέοντα τῶν κεροιάκων ἐπειλημμένον.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Εὖ λέγεις. τί δ’ οὖν χρὴ ποιεῖν ἡμᾶς; ἐνταῦθα
καραδοκεῖν αὐτόν, ἢ ἐθέλεις ἐγὼ αὖθις
ἐπάνειμι ἐς τὸ πλοῖον;</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Μηδαμῶς, ἀλλὰ προΐωμεν. εἰκὸς γὰρ ἤδη παρεληλυθέναι
ἐκεῖνον ἀποσοβοῦντα ἐς τὸ ἄστυ, ἐπεὶ
μηκέθ' ἡμᾶς εὑρεῖν ἐδύνατο. εἰ δὲ μή, ἀλλ’ οἶδε
τὴν ὁδὸν Ἀδείμαντος, καὶ δέος οὐδὲν μὴ ἀπολειφθεὶς
ἡμῶν ἀποβουκοληθῇ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὁρᾶτε, μὴ σκαιὸν ᾖ φίλον ἀπολιπόντας αὐτοὺς
ἀπιέναι. βαδίζωμεν δ’ ὅμως, εἰ καὶ Σαμίππῳ
τοῦτο δοκεῖ.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Καὶ μάλα δοκεῖ, ἤν πως ἀνεῳγυῖαν ἔτι τὴν
 παλαίστραν καταλάβωμεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="5"><sp><p>ἀλλὰ μεταξὺ λόγων,


<pb n="v.6.p.436"/>

ἡλίκη ναῦς, εἴκοσι καὶ ἑκατὸν πήχεων ἔλεγε ὁ
ναυπηγός τὸ μῆκος, εὖρος δὲ ὑπὲρ τὸ τέταρτον
μάλιστα τούτου, καὶ ἀπὸ τοῦ καταστρώματος ἐς
τὸν πυθμένα, ᾗ βαθύτατον κατὰ τὸν ἄντλον, ἐννέα
πρὸς τοῖς εἴκοσι. τὰ δ’ ἄλλα ἡλίκος μὲν ὁ ἱστός,
ὅσην δὲ ἀνέχει τὴν κεραίαν, οἵῳ δὲ προτόνῳ
συνέχεται, ὡς δὲ ἡ πρύμνα μὲν ἐπανέστηκεν ἠρέμα
καμπύλη χρυσοῦν χηνίσκον ἐπικειμένη, καταντικρὺ
δὲ ἀνάλογον ἡ πρῷρα ὑπερβέβηκεν ἐς τὸ πρόσω
ἀπομηκυνομένη, τὴν ἐπώνυμον τῆς νεὼς θεὸν
ἔχουσα τὴν Ἶσιν ἑκατέρωθεν. ὁ μὲν γὰρ ἄλλος
κόσμος, αἱ γραφαὶ καὶ τοῦ ἱστίου τὸ παράσειον
πυραυγές, καὶ πρὸ τούτων αἱ ἄγκυραι καὶ στροφεῖα
καὶ περιαγωγεῖς καὶ αἱ κατὰ
<note xml:lang="mul" n="6.436.1">κατὰ Seager: μετὰ MSS.</note>
 τὴν πρύμναν
 οἰκήσεις θαυμάσια πάντα μοι ἔδοξεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="6"><sp><p>καὶ τὸ τῶν
ναυτῶν πλῆθος στρατοπέδῳ ἄν τις εἰκάσειεν.
ἐλέγετο δὲ καὶ τοσοῦτον ἄγειν σῖτον, ὡς ἱκανὸν
εἶναι πᾶσι τοῖς ἐν τῇ Ἀττικῇ ἐνιαύσιον πρὸς
τροφήν. κἀκεῖνα πάντα μικρός τις ἀνθρωπίσκος
γέρων ἤδη ἔσωζεν ὑπὸ λεπτῇ κάμακι τὰ τηλικαῦτα
πηδάλια περιστρέφων· ἐδείχθη γάρ μοι ἀναφαλαντίας
τις, οὖλος, Ἥρων, οἶμαι, τοὔνομα.</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Θαυμάσιος τὴν τέχνην, ὡς ἔφασκον οἱ ἐμπλέοντες,
καὶ τὰ θαλάττια σοφὸς ὑπὲρ τὸν Πρωτέα.
</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="7"><sp><p> ἠκούσατε δὲ ὅπως δεῦρο κατήγαγε τὸ πλοῖον, οἷα
ἔπαθον πλέοντες ἢ ὡς ὁ ἀστὴρ αὐτοὺς ἔσωσεν;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὔκ, ὦ Τιμόλαε, ἀλλὰ νῦν ἡδέως ἂν ἀκούσαιμεν.</p></sp><pb n="v.6.p.438"/><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Ὁ ναύκληρος αὐτὸς διηγεῖτό μοι, χρηστὸς ἀνὴρ
καὶ προσομιλῆσαι δεξιός. ἔφη δὲ ἀπὸ τῆς Φάρου
ἀπάραντας οὐ πάνυ βιαίῳ πνεύματι ἑβδομαίους
ἰδεῖν τὸν Ἀκάμαντα, εἶτα ζεφύρου ἀντιπνεύσαντος
ἀπενεχθῆναι πλαγίους ἄχρι Σιδῶνος, ἐκεῖθεν δὲ
χειμῶνι μεγάλῳ περιπεσόντας δεκάτῃ ἐπὶ Χελιδονέας
διὰ τοῦ Αὐλῶνος ἐλθεῖν, ἔνθα δὴ παρὰ
 μικρὸν ὑποβρυχίους δῦναι ἅπαντας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="8"><sp><p>οἶδα δέ ποτε
παραπλεύσας καὶ αὐτὸς Χελιδονέας ἡλίκον ἐν τῷ
τόπῳ ἀνίσταται τὸ κῦμα, καὶ μάλιστα περὶ τὸν
λίβα, ὁπόταν ἐπιλάβῃ καὶ τοῦ νότου· κατ' ἐκεῖνο
γὰρ δὴ συμβαίνει μερίζεσθαι τὸ Παμφύλιον ἀπὸ
τῆς Λυκιακῆς θαλάττης, καὶ ὁ κλύδων ἅτε ἀπὸ
πολλῶν ῥευμάτων περὶ τῷ ἀκρωτηρίῳ σχιζόμενος—ἀπόξυροι
δέ εἰσι πέτραι καὶ ὀξεῖαι παραθηγόμεναι
τῷ κλύσματι—καὶ φοβερωτάτην ποιεῖ τὴν
κυματωγὴν καὶ τὸν ἦχον μέγαν, καὶ τὸ κῦμα
 πολλάκις αὐτῷ ἰσομέγεθες τῷ σκοπέλῳ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="9"><sp><p>τοιαῦτα
καὶ σφᾶς καταλαβεῖν ἔφασκεν ὁ ναύκληρος ἔτι
καὶ νυκτὸς οὔσης καὶ ζόφου ἀκριβοῦς. ἀλλὰ πρὸς
τὴν οἰμωγὴν αὐτῶν ἐπικλασθέντας τοὺς θεοὺς πῦρ
τε ἀναδεῖξαι ἀπὸ τῆς Λυκίας, ὡς γνωρίσαι τὸν
τόπον ἐκεῖνον, καί τινα λαμπρὸν ἀστέρα Διοσκούρων
τὸν ἕτερον ἐπικαθίσαι τῷ καρχησίῳ καὶ
κατευθῦναι τὴν ναῦν ἐπὶ τὰ λαιὰ ἐς τὸ πέλαγος
ἤδη τῷ κρημνῷ προσφερομένην. τοὐντεῦθεν δὲ
ἅπαξ τῆς ὀρθῆς ἐκπεσόντας διὰ τοῦ Αἰγαίου
πλεύσαντας ἑβδομηκοστῇ ἀπ' Αἰγύπτου ἡμέρᾳ
πρὸς ἀντίους τοὺς ἐτησίας πλαγιάζοντας ἐς Πειραιᾶ
χθὲς καθορμίσασθαι τοσοῦτον ἀποσυρέντας ἐς τὸ


<pb n="v.6.p.440"/>

κάτω, οὓς ἔδει τὴν Κρήτην δεξιὰν λαβόντας ὑπὲρ
τὴν
<note xml:lang="mul" n="6.440.1">τὴν Reitz: τὸν MSS.</note>
 Μαλέαν πλεύσαντας ἤδη εἶναι ἐν Ἰταλίᾳ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Νὴ Δία, θαυμάσιόν τινα φὴς κυβερνήτην τὸν
Ἥρωνα ἢ τοῦ Νηρέως ἡλικιώτην, ὃς τοσοῦτον
 ἀπεσφάλη τῆς ὁδοῦ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="10"><sp><p>ἀλλὰ τί τοῦτο; οὐκ Ἀδείμαντος
ἐκεῖνός ἐστι;</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Πάνυ μὲν οὖν, Ἀδείμαντος αὐτός. ἐμβοήσωμεν
οὖν. Ἀδείμαντες, σέ φημι τὸν Μυρρινούσιον τὸν
Στρομβίχου.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Δυεῖν θάτερον, ἢ δυσχεραίνει καθ' ἡμῶν ἢ
ἐκκεκώφωται. Ἀδείμαντος γάρ, οὐκ ἄλλος τίς
ἐστι. Πάνυ ἤδη σαφῶς ὁρῶ, καὶ θοἰμάτιον αὐτοῦ
καὶ τὸ βάδισμα ἐκείνου, καὶ ἐν χρῷ ἡ κουρά.
ἐπιτείνωμεν δὲ ὅμως τὸν περίπατον, ὡς καταλάβωμεν
 αὐτόν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="11"><sp><p>ἢν μὴ τοῦ ἱματίου λαβόμενοι σε
ἐπιστρέψωμεν, ὦ Ἀδείμαντε, οὐχ ὑπακούσει
<note xml:lang="mul" n="6.440.2">ὑπακούσει Jacobitz: ὑπακούσεις MSS.</note>

ἡμῖν βοῶσιν, ἀλλὰ καὶ φροντίζοντι ἔοικας ἐπὶ
συννοίας τινὸς οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον
πρᾶγμα, ὡς δοκεῖς, ἀνακυκλῶν.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Οὐδέν, ὦ Λυκῖνε, χαλεπόν, ἀλλά με κενή τις
ἔννοια μεταξὺ βαδίζοντα ὑπελθοῦσα παρακοῦσαι
ὑμῶν ἐποίησεν ἀτενὲς πρὸς αὐτὴν ἅπαντι τῷ λογισμῷ
ἀποβλέποντα.</p></sp><pb n="v.6.p.442"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τίς αὕτη; μὴ γὰρ ὀκνήσῃς εἰπεῖν, εἰ μή τίς
ἐστι τῶν πάνυ ἀπορρήτων. καίτοι ἐτελέσθημεν,
ὡς οἶσθα, καὶ σιγᾶν
<note xml:lang="mul" n="6.442.1">σιγᾶν Solanus: σέ γ' ἂν MSS.</note>
 μεμαθήκαμεν.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Ἀλλ' αἰσχύνομαι ἔγωγε εἰπεῖν πρὸς ὑμᾶς.
οὕτω γὰρ μειρακιῶδες ὑμῖν δόξει τὸ φρόντισμα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Μῶν ἐρωτικόν τί ἐστιν; οὐδὲ γὰρ οὐδὲ τοῦτο
ἀμυήτοις ἡμῖν ἐξαγορεύσεις, ἀλλὰ ὑπὸ λαμπρᾷ τῇ
δᾳδὶ καὶ αὐτοῖς τετελεσμένοις.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Οὐδέν, ὦ θαυμάσιε, τοιοῦτον, ἀλλά τινα πλοῦτον
ἐμαυτῷ ἀνεπλαττόμην, ἣν κενὴν μακαρίαν οἱ
πολλοὶ
<note xml:lang="mul" n="6.442.2">πολλοὶ ΓΝΦ: παλαιοὶ other MSS.</note>
 καλοῦσιν, καί μοι ἐν ἀκμῇ τῆς περιουσίας
καὶ τρυφῆς ἐπέστητε.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν τὸ προχειρότατον τοῦτο, κοινὸς Ἑρμᾶς
 φασι, καὶ ἐς μέσον κατατίθει φέρων τὸν πλοῦτον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="12"><sp><p>
ἄξιον γὰρ ἀπολαῦσαι τὸ μέρος φίλους ὄντας τῆς
Αδειμάντου τρυφῆς.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Ἀπελείφθην μὲν ὑμῶν εὐθὺς ἐν τῇ πρώτῃ ἐς
τὴν ναῦν ἐπιβάσει, ἐπεὶ σέ, ὦ Λυκῖνε, κατέστησα
ἐς τὸ ἀσφαλές. περιμετροῦντος γάρ μου τῆς
ἀγκύρας τὸ πάχος οὐκ οἶδ’ ὅπου ὑμεῖς ἀπέστητε.
</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="13"><sp><p> Ἰδὼν δὲ ὅμως τὰ πάντα ἠρόμην τινὰ τῶν
ναυτῶν, ὁπόσην ἀποφέρει ἡ ναῦς τῷ δεσπότῃ ὡς



<pb n="v.6.p.444"/>

ἐπὶ τὸ πολὺ κατ' ἔτος ἕκαστον τὴν μισθοφορίαν.
ὁ δέ μοι, Δώδεκα, ἔφη, Ἀττικὰ τάλαντα, εἰ πρὸς
τοὐλάχιστόν τις λογίζοιτο. τοὐντεῦθεν οὖν ἐπανιὼν
ἐλογιζόμην, εἴ τις θεῶν τὴν ναῦν ἄφνω ἐμὴν
ποιήσειεν εἶναι, οἷον ἄν, ὡς εὐδαίμονα βίον
ἐπεβίωσα εὖ ποιῶν τοὺς φίλους καὶ ἐπιπλέων
ἐνίοτε μὲν αὐτός, ἐνίοτε δὲ οἰκέτας ἐκπέμπων.
εἶτα ἐκ τῶν δώδεκα ἐκείνων ταλάντων οἰκίαν τε
ἤδη ᾠκοδομησάμην ἐν ἐπικαίρῳ μικρὸν ὑπὲρ τὴν
Ποικίλην, τὴν παρὰ τὸν Ἰλισσὸν ἐκείνην τὴν
πατρῴαν ἀφείς, καὶ οἰκέτας ὠνούμην καὶ ἐσθῆτας
καὶ ζεύγη καὶ ἵππους. νυνὶ δὲ ἢδη καὶ ἔπλεον ὑφ'
ἁπάντων εὐδαιμονιζόμενος τῶν ἐπιβατῶν φοβερὸς
τοῖς ναύταις καὶ μονονουχὶ βασιλεὺς νομιζόμενος.
ἔτι δέ μοι τὰ κατὰ τὴν ναῦν εὐθετίζοντι καὶ ἐς
λιμένα πόρρωθεν ἀποβλέποντι ἐπιστάς, ὦ Λυκῖνε,
κατέδυσας τὸν πλοῦτον καὶ ἀνέτρεψας εὖ φερόμενον
τὸ σκάφος οὐρίῳ τῆς εὐχῆς πνεύματι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="14"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Οὐκοῦν, ὦ γενναῖε, λαβόμενός μου ἄπαγε πρὸς
τὸν στρατηγὸν ὥς τινα πειρατὴν ἢ καταποντιστήν,
ὃς τηλικοῦτον ναυάγιον εἴργασμαι, καὶ ταῦτα ἐν
γῇ κατὰ τὴν ἐκ Πειραιῶς ἐς τὸ ἄστυ. ἀλλὰ ὅρα
ὅπως παραμυθήσομαί σου τὸ πταῖσμα· πέντε γάρ,
εἰ βούλει, καλλίω καὶ μείζω τοῦ Αἰγυπτίου πλοίου
ἤδη ἔχε, καὶ τὸ μέγιστον οὐδὲ καταδῦναι δυνάμενα,
καὶ τάχα σοι πεντάκις ἐξ Αἰγύπτου κατ' ἔτος
ἕκαστον σιταγωγείτωσαν σιταγωγίαν, εἰ καί, ὦ
ναυκλήρων ἄριστε, δῆλος εἶ ἀφόρητος ἡμῖν τότε
γενησόμενος. ὃς γὰρ ἔτι ἑνὸς πλοίου τουτουὶ
δεσπότης ὢν παρήκουες βοώντων, εἰ πέντε κτήσαιο


<pb n="v.6.p.446"/>

πρὸς τούτῳ τριάρμενα πάντα καὶ ἀνώλεθρα, οὐδὲ
ὄψει δηλαδὴ τοὺς φίλους. σὺ μὲν οὖν εὐπλόει, ὦ
βέλτιστε, ἡμεῖς δὲ ἐν Πειραιεῖ καθεδούμεθα τοὺς
<note xml:lang="mul" n="6.446.1">So Dindorf: καὶ τοὺς MSS.</note>

ἐξ Αἰγύπτου ἢ Ἰταλίας καταπλέοντας ἀνακρίνοντες,
εἴ που τὸ μέγα Ἀδειμάντου πλοῖον τὴν Ἶσίν
τις εἶδεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="15"><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p> Ὁρᾷς; διὰ τοῦτο ὤκνουν εἰπεῖν ἃ ἐνενόουν,
εἰδὼς ὅτι ἐν γέλωτι καὶ σκώμματι ποιήσεσθέ μου
τὴν εὐχήν. ὥστε ἐπιστὰς μικρόν, ἔστ' ἂν ὑμεῖς
προχωρήσητε, ἀποπλευσοῦμαι πάλιν ἐπὶ τῆς νεώς.
πολὺ γὰρ ἄμεινον τοῖς ναύταις προσλαλεῖν ἢ ὑφ'
ὑμῶν καταγελᾶσθαι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Μηδαμῶς, ἐπεὶ συνεμβησόμεθά σοι καὶ αὐτοὶ
ἐπιστάντες.
<note xml:lang="mul" n="6.446.2">ἐπιστάντες Guyet: ὑποστάντες MSS.</note>
</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Ἀλλὰ ὑφαιρήσω τὴν ἀποβάθραν προεισελθών.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν ἡμεῖς γε προσνηξόμεθα ὑμῖν. μὴ γὰρ
οἴου σοὶ μὲν εἶναι ῥᾴδιον τηλικαῦτα πλοῖα κτᾶσθαι
μήτε πριαμένῳ μήτε ναυπηγησαμένῳ, ἡμεῖς δὲ
οὐκ αἰτήσομεν παρὰ τῶν θεῶν ἐπὶ πολλοὺς σταδίους
ἀκμῆτες δύνασθαι νεῖν; καίτοι πρῴην
<note xml:lang="mul" n="6.446.3">πρῴην Jacobs and Lobeck: πρῶτον MSS.</note>
 καὶ
ἐς Αἴγιναν ἐπὶ τὴν τῆς Ἐνοδίας τελετὴν, οἶσθα, ἐν
ἡλίκῳ σκαφιδίῳ πάντες ἅμα οἱ φίλοι τεττάρων
ἕκαστος ὀβολῶν διεπλεύσαμεν, καὶ οὐδὲν ἐδυσχέραινες
ἡμᾶς συμπλέοντας, νῦν δὲ ἀγανακτεῖς, εἰ





<pb n="v.6.p.448"/>

συνεμβησόμεθά σοι, καὶ τὴν ἀποβάθραν προεισελθὼν
ἀφαιρεῖς; ὑπερμαζᾷς γάρ, ὦ Ἀδείμαντε, καὶ
ἐς τὸν κόλπον οὐ πτύεις, οὐδὲ οἶσθα ὅστις ὢν
ναυκληρεῖς. οὕτως ἐπῆρέ σε ἡ οἰκία ἐν καλῷ τῆς
πόλεως οἰκοδομηθεῖσα καὶ τῶν ἀκολούθων τὸ
πλῆθος. ἀλλ’ ὦγαθέ, πρὸς τῆς Ἴσιδος κἂν τὰ
Νειλῷα ταῦτα ταρίχη τὰ λεπτὰ μέμνησο ἡμῖν
ἄγειν ἀπ' Αἰγύπτου ἢ μύρον ἀπὸ τοῦ Κανώπου ἢ
ἶβιν ἐκ Μέμφιδος, εἰ δὲ ἡ ναῦς ἐδύνατο, καὶ τῶν
πυραμίδων μίαν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="16"><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p> Ἅλις παιδιᾶς, ὦ Λυκῖνε. ὁρᾷς, ὡς ἐρυθριᾶν
Ἀδείμαντον ἐποίησας πολλῷ τῷ γέλωτι ἐπικλύσας
τὸ πλοῖον, ὡς ὑπέραντλον εἶναι καὶ μηκέτι
ἀντέχειν πρὸς τὸ ἐπιρρέον; Καὶ ἐπείπερ ἔτι πολὺ ἡμῖν τὸ λοιπόν ἐστιν πρὸς
τὸ ἄστυ, διελόμενοι τετραχῆ τὴν ὁδὸν κατὰ τοὺς
ἐπιβάλλοντας ἑκάστῳ
<note xml:lang="mul" n="6.448.1">ἑκάστῳ Fritzsche confirmed by Γ ἑκάστω (sic): ἕκαστος other MSS.</note>
 σταδίους αἰτῶμεν ἅπερ
ἂν δοκῇ παρὰ τῶν θεῶν. οὕτω γὰρ ἂν ἡμᾶς ὅ τε
κάματος λάθοι καὶ ἅμα εὐφρανούμεθα ὥσπερ
ἡδίστῳ ὀνείρατι ἑκουσίῳ περιπεσόντες, ἐφ' ὅσον
βουλόμεθα, εὖ ποιήσοντι ἡμᾶς· παρ' αὐτῷ γὰρ
ἑκάστῳ ἔστω
<note xml:lang="mul" n="6.448.2">ἔστω add. Fritzsche.</note>
 τὸ μέτρον τῆς εὐχῆς, καὶ οἱ θεοὶ
πάντα ὑποκείσθωσαν παρέξοντες, εἰ καὶ τῇ φύσει
ἀπίθανα ἔσται. τὸ δὲ μέγιστον, ἐπίδειξις ἔσται
τὸ πρᾶγμα ὅστις ἂν ἄριστα χρήσαιτο τῷ πλούτῳ
καὶ τῇ εὐχῇ, δηλώσει γὰρ οἷος ἂν καὶ πλουτήσας
ἐγένετο.</p></sp><pb n="v.6.p.450"/></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="17"><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p> Καλῶς, ὦ Τιμόλαε, καὶ πείθομαί σοι καὶ ὅταν
ὁ καιρὸς καλῇ, εὔξομαι ἅπερ ἂν δοκῇ. εἰ μὲν γὰρ
Ἀδείμαντος βούλεται, οὐδὲ ἐρωτᾶν οἶμαι, ὅς γε
δὴ ἐν τῇ νηΐ τὸν ἕτερον πόδα ἔχει. χρὴ δὲ καὶ
Λυκίνῳ δοκεῖν.</p></sp><sp><speaker>ΛΡΚΙΝΟΣ</speaker><p>Ἀλλὰ πλουτῶμεν, εἰ τοῦτο ἄμεινον, μὴ καὶ
βασκαίνειν ἐν ταῖς κοιναῖς εὐτυχίαις δοκῶ.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Τίς γοῦν πρῶτος ἄρξεται;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Σύ, ὦ Ἀδείμαντε, εἶτα μετὰ σὲ οὑτοσὶ Σάμιππος,
εἶτα Τιμόλαος, ἐγὼ δὲ ὀλίγον ὅσον
ἡμιστάδιον τὸ πρὸ τοῦ Διπύλου ἐπιλήψομαι τῇ
εὐχῇ, καὶ τοῦτο ὡς οἷόν τε παραδραμών.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="18"><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p> Οὐκοῦν ἐγὼ μὲν οὐδὲ νῦν ἀποστήσομαι τῆς
νεώς, ἀλλ’, ἐπείπερ ἔξεστιν, ἐπιμετρήσω τῇ εὐχῇ.
ὁ δὲ Ἑρμῆς ὁ κερδῷος ἐπινευσάτω ἅπασιν. ἔστω
γὰρ τὸ πλοῖον καὶ τὰ ἐν αὐτῷ πάντα ἐμὰ καὶ ὁ
φόρτος οἱ ἔμποροι αἱ γυναῖκες οἱ ναῦται καὶ ἄλλο
εἴ τι ἥδιστον κτημάτων ἁπάντων.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Λέληθας σεαυτὸν ἔχων ἐν τῇ νηΐ.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Τὸν παῖδα φής, ὦ Σάμιππε, τὸν κομήτην.
κἀκεῖνος οὖν ἔστω ἐμός. ὁπόσος δὲ ὁ πυρὸς


<pb n="v.6.p.452"/>

ἔνδον ἐστίν, οὗτος ὁ ἀριθμὸς ἅπας χρυσίον
ἐπίσημον γενέσθω, τοσοῦτοι δαρεικοί.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="19"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Τί τοῦτο, ὦ Ἀδείμαντε; καταδύσεταί σοι τὸ
πλοῖον, οὐ γὰρ ἴσον βάρος πυροῦ καὶ τοῦ ἰσαρίθμου
χρυσίου.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Μὴ φθόνει, ὦ Λυκῖνε, ἀλλ’ ἐπειδὰν εἰς σὲ
παρέλθῃ ἡ εὐχή, τὴν Πάρνηθα ἐκείνην, εἰ θέλεις,
ὅλην χρυσῆν ποιήσας ἔχε, κἀγὼ σιωπήσομαί σοι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀλλ' ὑπὲρ ἀσφαλείας τοῦτο ἔγωγε τῆς σῆς
ἐποιησάμην, ὡς μὴ ἀπολέσθαι ἅπαντας μετὰ τοῦ
χρυσίου. καὶ τὰ μὲν ὑμέτερα μέτρια, τὸ μειράκιον
δὲ τὸ ὡραῖον ἀποπνιγήσεται ἄθλιον νεῖν οὐκ
ἐπιστάμενον.</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Θάρρει, ὦ Λυκῖνε. οἱ δελφῖνες γὰρ αὐτὸ ὑποδύντες
ἐξοίσουσιν ἐπὶ τὴν γῆν. ἢ νομίζεις κιθαρῳδὸν
μέν τινα σωθῆναι παρ' αὐτῶν καὶ ἀπολαβεῖν
τὸν μισθὸν ἀντὶ τῆς ᾠδῆς καὶ νεκρόν τι ἄλλο
παιδίον ἐς τὸν Ἰσθμὸν ἐπὶ δελφῖνος ὁμοίως
προσκομισθῆναι, τὸν δὲ Ἀδειμάντου οἰκέτην τὸν
νεώνητον ἀπορήσειν δελφῖνος ἐρωτικοῦ;</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Καὶ σὺ γάρ, Τιμόλαε, μιμῇ Λυκῖνον καὶ ἐπιμετρεῖς
τῶν σκωμμάτων, καὶ ταῦτα εἰσηγητὴς αὐτὸς
γενόμενος;</p></sp><pb n="v.6.p.454"/></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="20"><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p> Ἄμεινον γὰρ ἦν πιθανώτερον αὐτὸ ποιεῖν και
τινα θησαυρὸν ὑπὸ τῇ κλίνῃ ἀνευρεῖν, ὡς μὴ
πράγματα ἔχοις ἐκ τοῦ πλοίου μετατιθεὶς χρυσίον
ἐς τὸ ἄστυ.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Εὖ λέγεις, καὶ ἀνορωρύχθω θησαυρὸς ὑπὸ τὸν
Ἑρμῆν τὸν λίθινον, ὅς ἐστιν ἡμῖν ἐν τῇ αὐλῇ,
μέδιμνοι χίλιοι ἐπισήμου χρυσίου. εὐθὺς οὖν κατὰ
τὸν Ἡσίοδον οἶκος τὸ πρῶτον, ὡς ἂν ἐπισημότατα
οἰκοίην, καὶ τὰ περὶ τὸ ἄστυ πάντα ὠνησάμην
ἤδη πλὴν ὅσα θύμον καὶ λίθοι,
<note xml:lang="mul" n="6.454.1">So Γ: om. θύμον N: ὅσα ἱσθμοῖ καὶ πυθοῖ ΑΩ.</note>
 καὶ ἐν Ἐλευσῖνι
ὅσα ἐπὶ θαλάττῃ καὶ περὶ τὸν Ἰσθμὸν ὀλίγα τῶν
ἀγώνων ἕνεκα, εἴ ποτε δὴ τὰ Ἴσθμια ἐπιδημήσαιμι,
καὶ τὸ Σικυώνιον πεδίον, καὶ ὅλως εἴ πού
τι ἢ συνηρεφὲς ἢ ἔνυδρον ἢ εὔκαρπον ἐν τῇ
Ἑλλάδι, πάντα ἐν ὀλίγῳ Ἀδειμάντου ἔσται. ὁ
χρυσὸς δὲ κοῖλος ἡμῖν ἐμφαγεῖν, τὰ δὲ ἐκπώματα
οὐ κοῦφα ὡς τὰ Ἐχεκράτους, ἀλλὰ διτάλαντον
ἕκαστον τὴν ὁλκήν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>