<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2:41-46</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2:41-46</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="41"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent); merge">ἀλλʼ ἤδη σὸν αἰτεῖν, ὦ Τιμόλαε, καὶ ὅπως ὑπερβάλῃ τούτους, ὥσπερ εἰκὸς ἄνδρα συνετὸν καὶ πράγμασι χρῆσθαι εἰδότα. </p></sp><sp><speaker>Τιμόλαος</speaker><p rend="align(indent)"> σκόπει γοῦν, ὦ Λυκῖνε, εἴ τι ἐπιλήψιμον εὔξομαι καὶ ὅ τι ἂν εὐθῦναί τις δυνηθείη. χρυσὸν μὲν οὖν καὶ θησαυροὺς καὶ μεδίμνους νομίσματος ἢ βασιλείας καὶ πολέμους καὶ δείματα ὑπὲρ τῆς ἀρχῆς, ἃ εἰκότως διέβαλες, οὐκ αἰτήσομαι· ἀβέβαια γὰρ ταῦτά γε καὶ πολλὰς τὰς ἐπιβουλὰς ἔχοντα καὶ πλέον τοῦ ἡδέος τὸ ἀνιαρὸν ἐν αὐτοῖς ἦν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="42"><sp><speaker>Τιμόλαος</speaker><p rend="merge">ἐγὼ δὲ βούλομαι τὸν Ἑρμῆν ἐντυχόντα μοι δοῦναι δακτυλίους τινὰς καὶ τοιούτους τὴν δύναμιν, ἕνα μὲν ὥστε ἀεὶ ἐρρῶσθαι καὶ ὑγιαίνειν τὸ σῶμα καὶ ἄτρωτον εἶναι καὶ ἀπαθῆ, ἕτερον δὲ ὡς μὴ ὁρᾶσθαι τὸν περιθέμενον, οἷος ἦν ὁ τοῦ Γύγου, τὸν δέ τινα ὡς ἰσχύειν ὑπὲρ ἄνδρας μυρίους καὶ ὅ τι ἂν ἄχθος ἅμα μυρίοι κινῆσαι μόλις δύναιντο, τοῦτο ἐμὲ ῥᾳδίως μόνον ἀνατίθεσθαι, ἔτι δὲ καὶ πέτεσθαι πολὺ ἀπὸ τῆς γῆς ἀρθέντα, καὶ <pb n="p.232"/> πρὸς τοῦτο εἶναί μοι δακτύλιόν τινα· καὶ μὴν καὶ ἐς ὕπνον κατασπᾶν ὁπόσους ἂν ἐθέλω καὶ ἅπασαν θύραν προσιόντι μοι ἀνοίγεσθαι χαλωμένου τοῦ κλείθρου καὶ τοῦ μοχλοῦ ἀφαιρουμένου, ταῦτα ἀμφότερα εἷς δακτύλιος <milestone unit="Reitz_page" n="276"/> δυνάσθω.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="43"><sp><speaker>Τιμόλαος</speaker><p rend="merge">τὸ δὲ μέγιστον ἄλλος τις ἔστω ἐπὶ πᾶσιν ὁ ἥδιστος, ὡς ἐράσμιον εἶναί με περιθέμενον παισὶ τοῖς ὡραίοις καὶ γυναιξὶ καὶ δήμοις ὅλοις καὶ μηδένα εἶναι ἀνέραστον καὶ ὅτῳ μὴ ποθεινότατος ἐγὼ καὶ ἀνὰ στόμα, ὥστε πολλὰς γυναῖκας οὐ φερούσας τὸν ἔρωτα καὶ ἀναρτᾶν ἑαυτὰς καὶ τὰ μειράκια ἐπιμεμηνέναι μοι καὶ εὐδαίμονα εἶναι δοκεῖν, εἴ τινα καὶ μόνον προσβλέψαιμι αὐτῶν, εἰ δʼ ὑπερορῴην, κἀκεῖνα ὑπὸ λύπης ἀπολλύσθω, καὶ ὅλως ὑπὲρ τὸν Ὑάκινθον ἢ Ὕλαν ἢ Φάωνα τὸν Χῖον εἶναί με.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="44"><sp><speaker>Τιμόλαος</speaker><p rend="merge">καὶ ταῦτα πάντα ἔχειν μὴ ὀλιγοχρόνιον ὄντα μηδὲ κατὰ μέτρον ζῶντα τῆς ἀνθρωπίνης βιοτῆς, ἀλλʼ ἔτη χίλια νέον ἐκ νέου γιγνόμενον διαβιῶναι ἀμφὶ τὰ ἑπτακαίδεκα ἔτη ἀεὶ ἀποδυόμενον τὸ γῆρας ὥσπερ οἱ ὄφεις· οὐδὲν γὰρ δεήσει με ταῦτα ἔχοντα· πάντα γὰρ ἐμὰ ἦν ἂν τὰ τῶν ἄλλων, ἐς ὅσον ἀνοίγειν τε τὰς θύρας ἐδυνάμην καὶ κοιμίζειν τοὺς φύλακας καὶ ἀθέατος εἶναι εἰσιών. εἰ δέ τι ἐν Ἰνδοῖς ἢ Ὑπερβορέοις θέαμα παράδοξον ἢ κτῆμα τίμιον ἢ ὅσα ἐμφαγεῖν ἢ πιεῖν ἡδέα, οὐ μεταστειλάμενος, ἀλλʼ αὐτὸς ἐπιπετόμενος ἀπέλαυον ἁπάντων ἐς κόρον· καὶ ἐπεὶ γρὺψ ὑπόπτερον θηρίον ἢ φοῖνιξ ὄρνεον ἐν Ἰνδοῖς <milestone unit="Reitz_page" n="277"/> ἀθέατον τοῖς ἄλλοις, ἐγὼ δὲ καὶ τοῦτο ἑώρων ἄν, καὶ τὰς πηγὰς δὲ τὰς Νείλου μόνος ἂν ἠπιστάμην καὶ ὅσον τῆς γῆς ἀοίκητον, καὶ εἴ τινες ἀντίποδες ἡμῖν οἰκοῦσι τὸ νότιον τῆς γῇς ἡμίτομον ἔχοντες. ἔτι δὲ καὶ ἀστέρων φύσιν καὶ σελήνης καὶ αὐτοῦ ἡλίου ῥᾳδίως ἔγνων ἂν ἀπαθὴς ὢν τῷ πυρί, καὶ τὸ πάντων ἥδιστον, αὐθημερὸν ἀγγεῖλαι ἐς Βαβυλῶνα, τίς ἐνίκησεν Ὀλύμπια, καὶ ἀριστήσαντα, εἰ τύχοι, ἐν Συρίᾳ δειπνῆσαι ἐν Ἰταλίᾳ. εἰ δέ <pb n="p.233"/> τις ἐχθρὸς εἴη, ἀμύνασθαι καὶ τοῦτον ἐκ τοῦ ἀφανοῦς πέτρον ἐμβαλόντα τῇ κεφαλῇ, ὡς ἐπιτετρῖφθαι τὸ κρανίον, τούς τε αὖ φίλους εὖ ποιεῖν ἐπιχέαντα κοιμωμένοις αὐτοῖς τὸ χρυσίον· καὶ μὴν εἴ τις ὑπερόπτης εἴη ἢ τύραννος πλούσιος ὑβριστής, ἀράμενος αὐτὸν ὅσον ἐπὶ σταδίους εἴκοσιν ἀφῆκα φέρεσθαι κατὰ τῶν κρημνῶν. τοῖς παιδικοῖς δὲ ἀκωλύτως ὁμιλεῖν ἂν ἐξῆν εἰσιόντα ἀθέατον κοιμίσαντα ἅπαντας ἄνευ ἐκείνων μόνων. οἷον δὲ κἀκεῖνο ἦν, τοὺς πολεμοῦντας ἐπισκοπεῖν ἔξω βέλους ὑπεραιωρούμενον; καὶ εἰ δόξειέ μοι, προσθέμενος ἂν τοῖς ἡττημένοις κοιμίσας τοὺς κρατοῦντας νικᾶν παρεῖχον τοῖς φεύγουσιν ἀναστρέψασιν ἀπὸ τῆς τροπῆς. καὶ τὸ ὅλον, παιδιὰν ἐποιούμην ἂν τὸν τῶν ἀνθρώπων βίον καὶ πάντα ἐμὰ ἦν καὶ θεὸς ἐδόκουν τοῖς ἄλλοις. τοῦτο ἡ ἄκρα εὐδαιμονία ἐστὶ μήτε ἀπολέσθαι μήτε ἐπιβουλευθῆναι δυναμένη, <milestone unit="Reitz_page" n="278"/> καὶ μάλιστα μεθʼ ὑγιείας ἐν μακρῷ τῷ βίῳ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="45"><sp><speaker>Τιμόλαος</speaker><p rend="merge">τί ἂν αἰτιάσαιο, ὦ Λυκῖνε, τῆς εὐχῆς; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐδέν, ὦ Τιμόλαε· οὐδὲ γὰρ ἀσφαλὲς ἐναντιοῦσθαι ἀνδρὶ πτηνῷ καὶ ὑπὲρ μυρίους τὴν ἰσχύν, πλὴν ἀλλὰ ἐκεῖνο ἐρήσομαί σε, εἴ τινα ἄλλον εἶδες ἐν τοσούτοις ἔθνεσιν, ὅσα ὑπερέπτης, γέροντα ἤδη ἄνδρα οὕτω παρακεκινηκότα τὴν γνώμην, ἐπὶ δακτυλίου μικροῦ ὀχούμενον, ὄρη ὅλα κινεῖν ἄκρῳ τῷ δακτύλῳ δυνάμενον, ἐπέραστον πᾶσι, καὶ ταῦτα φαλακρὸν ὄντα καὶ τὴν ῥῖνα σιμόν; ἀτὰρ εἰπέ μοι καὶ τόδε, τί δή ποτε οὐχ εἷς δακτύλιος ἅπαντα ταῦτα δύναταί σοι, ἀλλὰ τοσούτους περιημμένος βαδιῇ τὴν ἀριστερὰν πεφορτισμένος κατὰ δάκτυλον ἕνα; μᾶλλον δὲ ὑπερπαίει ὁ ἀριθμός, καὶ δεήσει καὶ τὴν δεξιὰν συνεπιλαβεῖν. καίτοι ἑνὸς τοῦ ἀναγκαιοτάτου προσδεῖ, ὃς περιθέμενόν σε παύσει μωραίνοντα τὴν πολλὴν ταύτην κόρυζαν ἀποξύσας. ἢ τοῦτο μὲν καὶ ὁ ἐλλέβορος ἱκανὸς ποιῆσαι ζωρότερος ποθείς; </p></sp></div><pb n="p.234"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="46"><sp><speaker>Τιμόλαος</speaker><p rend="align(indent)">ἀλλὰ πάντως, ὦ Λυκῖνε, καὶ αὐτὸς εὔξῃ τι ἤδη ποτέ, ὡς ἂν μάθωμεν οἱα αἰτήσεις ἀνεπίληπτα καὶ ἀνέγκλητα ὁ συκοφαντῶν τοὺς ἄλλους. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀλλʼ οὐ δέομαι εὐχῆς ἐγώ· ἥκομεν γὰρ δὴ <milestone unit="Reitz_page" n="279"/> πρὸς τὸ Δίπυλον, καὶ ὁ βέλτιστος οὑτοσὶ Σάμιππος ἀμφὶ Βαβυλῶνα μονομαχῶν, καὶ σύ, ὦ Τιμόλαε, ἀριστῶν μὲν ἐν Συρίᾳ, δειπνῶν δὲ ἐν Ἰταλίᾳ καὶ τοῖς ἐμοὶ ἐπιβάλλουσι σταδίοις κατεχρήσασθε καλῶς ποιοῦντες· ἄλλως τε οὐκ ἂν δεξαίμην πλουτήσας ἐπʼ ὀλίγον ὑπηνέμιόν τινα πλοῦτον ἀνιᾶσθαι μετʼ ὀλίγον ψιλὴν τὴν μᾶζαν ἐσθίων, οἷα ὑμεῖς πείσεσθε μετʼ ὀλίγον, ἐπειδὰν ἡ εὐδαιμονία μὲν ὑμῖν καὶ ὁ πολὺς πλοῦτος οἴχηται ἀποπτάμενος, αὐτοὶ δὲ καταβάντες ἀπὸ τῶν θησαυρῶν τε καὶ διαδημάτων ὥσπερ ἐξ ἡδίστου ὀνείρατος ἀνεγρόμενοι ἀνόμοια τὰ ἐπὶ τῆς οἰκίας εὑρίσκητε ὥσπερ οἱ τοὺς βασιλεῖς ὑποκρινόμενοι τραγῳδοὶ ἐξελθόντες ἀπὸ τοῦ θεάτρου λιμώττοντες οἱ πολλοί, καὶ ταῦτα πρὸ ὀλίγου Ἀγαμέμνονες ὄντες ἢ Κρέοντες. λυπήσεσθε οὖν, ὡς τὸ εἰκός, καὶ δυσάρεστοι ἔσεσθε τὰ ἐπὶ τῆς οἰκίας, καὶ μάλιστα σύ, ὦ Τιμόλαε, ὁπόταν δέῃ σε τὸ αὐτὸ παθεῖν τῷ Ἰκάρῳ τῆς πτερώσεως διαλυθείσης καταπεσόντα ἐκ τοῦ οὐρανοῦ χαμαὶ βαδίζειν ἀπολέσαντα τοὺς δακτυλίους ἐκείνους ἅπαντας ἀπορρυέντας τῶν δακτύλων. ἐμοὶ δὲ καὶ τοῦτο ἱκανὸν ἀντὶ πάντων θησαυρῶν καὶ Βαβυλῶνος ἀυτῆς τὸ γελάσαι μάλα ἡδέως ἐφʼ οἷς ὑμεῖς ᾐτήσατε τοιούτοις οὖσι, καὶ ταῦτα φιλοσοφίαν ἐπαινοῦντες. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>