<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2:29-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2:29-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="29"><sp><speaker>Σάμιππος</speaker><p rend="merge">ἐγὼ δὲ χειροτονητὸς ὑφʼ ἁπάντων προκριθεὶς ἄρχων, ἄριστος εἶναι δόξας ἀνθρώπων ἡγεῖσθαι καὶ πράγμασι χρῆσθαι· ὡς τοῦτό γε αὐτὸ ἤδη μείζονα εἶναι τῶν ἄλλων βασιλέων ἅτε ἀρετῇ προχειρισθέντα ὑπὸ τῆς στρατιᾶς ἄρχειν, οὐ κληρονόμον γενόμενον ἄλλου πονήσαντος ἐς τὴν βασιλείαν· ἐπεὶ τῷ Ἀδειμάντου θησαυρῷ παραπλήσιον τὸ τοιοῦτο, καὶ τὸ πρᾶγμα οὐχ ὅμοιον ἡδύ, ὥσπερ ὅταν ἴδῃ τις αὐτὸς διʼ αὑτοῦ κτησάμενος τὴν δυναστείαν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> παπαῖ, ὦ Σάμιππε, οὐδὲν μικρόν, ἀλλὰ τὸ κεφάλαιον αὐτὸ τῶν ἀγαθῶν ἁπάντων σύ γε ᾔτησας, ἄρχειν ἀσπίδος τοσαύτης ἄριστος δὴ προκριθεὶς ὑπὸ τῶν πεντακισμυρίων. τοιοῦτον ἡμῖν ἡ Μαντίνεια θαυμαστὸν βασιλέα καὶ στρατηγὸν ἐλελήθει ἀνατρέφουσα. πλὴν ἀλλὰ βασίλευε καὶ ἡγοῦ τῶν στρατιωτῶν καὶ διακόσμει τό τε ἱππικὸν καὶ τοὺς ἀνέρας τοὺς ἀσπιδιώτας· ἐθέλω γὰρ εἰδέναι <pb n="p.226"/> οἷ βαδιεῖσθε τοσοῦτοι ὄντες ἐξ Ἀρκαδίας ἢ ἐπὶ τίνας ἀθλίους πρώτους ἀφίξεσθε. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="30"><sp><speaker>Σάμιππος</speaker><p rend="align(indent)">ἄκουε, ὦ Λυκῖνε, μᾶλλον δέ, εἴ σοι φίλον, ἀκολούθει μεθʼ ἡμῶν· ἵππαρχον γάρ σε τῶν πεντακισχιλίων ἀποφανῶ. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀλλὰ τῆς μὲν τιμῆς, ὦ βασιλεῦ, χάριν οἶδά σοι καὶ ὑποκύψας εἰς τὸ Περσικὸν προσκυνῶ σε περιαγαγὼν εἰς τοὐπίσω τὼ χεῖρε τιμῶν τὴν τιάραν ὀρθὴν οὖσαν <milestone unit="Reitz_page" n="268"/> καὶ τὸ διάδημα· σὺ δὲ τῶν ἐρρωμένων τούτων τινὰ ποίησον ἵππαρχον· ἐγὼ γάρ σοι δεινῶς ἄφιππός εἰμι καὶ οὐδὲ ὅλως ἐπέβην ἵππου ἐν τῷ πρὸ τοῦ χρόνῳ. δέδια τοίνυν μὴ τοῦ σαλπιγκτοῦ ἐποτρύνοντος καταπεσὼν ἔγωγε συμπατηθῶ ἐν τῇ τύρβῃ ὑπὸ τοσαύταις ὁπλαῖς, ἢ καὶ θυμοειδὴς ὢν ὁ ἵππος ἐξενέγκῃ με τὸν χαλινὸν ἐνδακὼν ἐς μέσους τοὺς πολεμίους, ἢ δεήσει καταδεθῆναί με πρὸς τὸ ἐφίππιον, εἰ μέλλω μενεῖν τε ἄνω καὶ ἕξεσθαι τοῦ χαλινοῦ. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="31"><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)">ἐγώ σοι, ὦ Σάμιππε, ἡγήσομαι τῶν ἱππέων, Λυκῖνος δὲ τὸ δεξιὸν κέρας ἐχέτω. δίκαιος δʼ ἂν εἴην τυχεῖν παρὰ σοῦ τῶν μεγίστων τοσούτοις σε μεδίμνοις δωρησάμενος ἐπισήμου χρυσίου. </p></sp><sp><speaker>Σάμιππος</speaker><p rend="align(indent)"> καὶ αὐτοὺς ἐρώμεθα, ὦ Ἀδείμαντε, τοὺς ἱππέας, εἰ δέξονταί σε ἄρχοντα σφῶν γενέσθαι. ὅτῳ δοκεῖ, ὦ ἱππεῖς, Ἀδείμαντον ἱππαρχεῖν, ἀνατεινάτω τὴν χεῖρα. </p></sp><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)"> πάντες, ὡς ὁρᾷς, ὦ Σάμιππε, ἐχειροτόνησαν. </p></sp><sp><speaker>Σάμιππος</speaker><p rend="align(indent)"> ἀλλὰ σὺ μὲν ἄρχε τῆς ἵππου, Λυκῖνος δὲ ἐχέτω τὸ δεξιόν· οὑτοσὶ δὲ Τιμόλαος ἐπὶ τοῦ εὐωνύμου τετάξεται· ἐγὼ δὲ κατὰ μέσον, ὡς νόμος βασιλεῦσι τῶν Περσῶν, ἐπειδὰν αὐτοὶ συμπαρῶσι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="32"><sp><speaker>Σάμιππος</speaker><p rend="merge">προΐωμεν δὲ ἤδη <milestone unit="Reitz_page" n="269"/> τὴν ἐπὶ Κορίνθου διὰ τῆς ὀρεινῆς ἐπευξάμενοι τῷ βασιλείῳ Διί· κἀπειδὰν τἀν τῇ Ἑλλάδι πάντα ἤδη χειρωσώμεθα <pb n="p.227"/> — οὐδεὶς γὰρ ὁ ἐναντιωθησόμενος ἡμῖν τα ὅπλα τοσούτοις οὖσιν, ἀλλʼ ἀκονιτὶ κρατοῦμεν — ἐπιβάντες επὶ τὰς τριήρεις καὶ τοὺς ἵππους ἐς τὰς ἱππαγωγοὺς ἐμβιβάσαντες — παρεσκεύασται δʼ ἐν Κεγχρεαῖς καὶ σῖτος ἱκανὸς καὶ τὰ πλοῖα διαρκῆ καὶ τὰ ἄλλα πάντα — διαβάλλωμεν τὸν Αἰγαῖον εἰς τὴν Ἰωνίαν, εἶτα ἐκεῖ τῇ Ἀρτέμιδι θύσαντες καὶ τὰς πόλεις ἀτειχίστους λαβόντες ῥᾳδίως ἄρχοντας ἀπολιπόντες προχωρῶμεν ἐπὶ Συρίας διὰ Καρίας, εἶτα Λυκίας καὶ Παμφυλίας καὶ Πισιδῶν καὶ τῆς παραλίου καὶ ὀρεινῆς Κιλικίας, ἄχρι ἂν ἐπὶ τὸν Εὐφράτην ἀφικώμεθα. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>