<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2:23-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2:23-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="23"><sp><speaker>Ἀδείμαντος</speaker><p rend="merge">εἶτα δεῖπνα ἐπὶ χρυσοῦ — εὐτελὴς γὰρ ὁ ἄργυρος καὶ οὐ κατʼ ἐμέ — τάριχος μὲν ἐξ Ἰβηρίας, οἶνος δὲ ἐξ Ἰταλίας, ἔλαιον δὲ ἐξ Ἰβηρίας καὶ τοῦτο, μέλι δὲ ἡμέτερον τὸ ἄπυρον, καὶ ὄψα πανταχόθεν καὶ σύες καὶ λαγώς, καὶ ὅσα πτηνά, ὄρνις ἐκ Φάσιδος καὶ ταὼς ἐξ Ἰνδίας καὶ ἀλεκτρυὼν ὁ Νομαδικός· οἱ δὲ <milestone unit="Reitz_page" n="264"/> σκευάζοντες ἕκαστα σοφισταί τινες περὶ πέμματα καὶ χυμοὺς ἔχοντες. εἰ δέ τινι προπίοιμι σκύφον ἢ φιάλην αἰτήσας, ὁ ἐκπιὼν ἀποφερέτω καὶ τὸ ἔκπωμα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="24"><sp><speaker>Ἀδείμαντος</speaker><p rend="merge">οἱ δὲ νῦν πλούσιοι πρὸς ἐμὲ Ἶροι δηλαδὴ ἅπαντες, καὶ οὐκέτι το ἀργυροῦν πινάκιον ἢ τὸν σκύφον ἐπιδείξεται Διόνικος ἐν τῇ πομπῇ, καὶ μάλιστα ἐπειδὰν ὁρᾷ τοὺς οἰκέτας τοὺς ἐμοὺς ἀργύρῳ τοσούτῳ χρωμένους· τῇ πόλει δὲ ταῦτα ἐξαίρετα παρʼ ἐμοῦ ὑπῆρξεν ἄν, αἱ μὲν διανομαὶ κατὰ μῆνα ἕκαστον δραχμαὶ τῷ μὲν ἀστῷ ἑκατόν, τῷ δὲ μετοίκῳ ἥμισυ τούτων, θαυμάσια δὲ ἐς κάλλος θέατρα καὶ βαλανεῖα, καὶ τὴν θάλατταν ἄχρι πρὸς τὸ Δίπυλον ἥκειν κἀνταῦθά που λιμένα εἶναι ἐπαχθέντος ὀρύγματι μεγάλῳ τοῦ ὕδατος, ὡς τὸ πλοῖόν μου πλησίον ὁρμεῖν καταφανὲς ὂν ἐκ τοῦ Κεραμεικοῦ.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>