<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="1"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐκ ἐγὼ ʼλέγον ὅτι θᾶττον τοὺς γῦπας ἕωλος νεκρὸς ἐν φανερῷ κείμενος ἢ θέαμά τι τῶν παραδόξων Τιμόλαον διαλάθοι, κἂν εἰς Κόρινθον δέοι ἀπνευστὶ θέοντα ἀπιέναι διὰ τοῦτο; οὕτω φιλοθεάμων σύ γε καὶ ἄοκνος τὰ τοιαῦτα. </p></sp><sp><speaker>Τιμόλαος</speaker><p rend="align(indent)"> τί γὰρ ἔδει καὶ ποιεῖν, ὦ Λυκῖνε, σχολὴν ἄγοντα πυθόμενον οὕτως ὑπερμεγέθη ναῦν καὶ πέρα τοῦ μέτρου ἐς τὸν Πειραιᾶ καταπεπλευκέναι μίαν τῶν ἀπʼ Αἰγύπτου εἰς Ἰταλίαν σιταγωγῶν; οἶμαι δὲ καὶ σφώ, σέ τε καὶ Σάμιππον τουτονί, μὴ κατʼ ἄλλο τι ἐξ ἄστεος ἥκειν ἢ ὀψομένους τὸ πλοῖον. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> νὴ Δία, καὶ Ἀδείμαντος ὁ Μυρρινούσιος εἵπετο μεθʼ ἡμῶν, ἀλλʼ οὐκ οἶδʼ ὅπου νῦν ἐκεῖνός ἐστιν ἀποπλανηθεὶς ἐν τῷ πλήθει τῶν θεατῶν· ἄχρι μὲν γὰρ τῆς νεὼς ἅμα ἤλθομεν καὶ ἀνιόντες ἐς αὐτὴν σὺ μέν, οἶμαι, Σάμιππε, προῄεις, μετὰ σὲ δὲ ὁ Ἀδείμαντος ἦν, εἶτʼ ἐγὼ μετʼ ἐκεῖνον ἐχόμενος αὐτοῦ ἀμφοτέραις, καί με διὰ τῆς ἀποβάθρας ὅλης παρέπεμψε χειραγωγῶν ὑποδεδεμένον ἀνυπόδητος αὐτὸς ὤν, τὸ ἀπὸ τούτου δὲ οὐκέτι αὐτὸν εἶδον οὔτε ἔνδον οὔτε ἐπεὶ κατεληλύθαμεν. <milestone unit="Reitz_page" n="248"/> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="2"><sp><speaker>Σάμιππος</speaker><p rend="align(indent)">οἶσθα, ὦ Λυκῖνε, ὅπου ἡμᾶς ἀπέλιπεν; ὁπότε, οἶμαι, τὸ ὡραῖον ἐκεῖνο μειράκιον ἐκ τῆς θαλάμης προῆλθε τὸ τὴν καθαρὰν ὀθόνην ἐνδεδυκός, ἀναδεδεμένον εἰς τοὐπίσω τὴν κόμην ἐπʼ ἀμφότερα τοῦ μετώπου ἀπηγμένην. εἰ τοίνυν ἐγὼ Ἀδείμαντον οἶδα, οἶμαι, γλαφυρὸν οὕτω θέαμα ἐκεῖνος ἰδὼν μακρὰ χαίρειν <pb n="p.214"/> φράσας τῷ Αἰγυπτίῳ ναυπηγῷ περιηγουμένῳ το πλοῖον παρέστηκε δακρύων, ὥσπερ εἴωθε· ταχύδακρυς γὰρ ὁ ἀνὴρ ἐς τὰ ἐρωτικά. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> καὶ μὴν οὐ πάνυ καλός, ὦ Σάμιππε, ὁ μειρακίσκος ἔδοξέ μοι, ὡς ἂν καὶ Ἀδείμαντον ἐκπλῆξαι, ᾧ τοσοῦτοι Ἀθήνησι καλοὶ ἕπονται, πάντες ἐλεύθεροι, στωμύλοι τὸ φθέγμα, παλαίστρας ἀποπνέοντες, οἷς καὶ παραδακρῦσαι οὐκ ἀγεννές· οὗτος δὲ πρὸς τῷ μελάγχρους εἶναι <milestone unit="Reitz_page" n="249"/> καὶ πρόχειλός ἐστι καὶ λεπτὸς ἄγαν τοῖν σκελοῖν, καὶ ἐφθέγγετο ἐπισεσυρμένον τι καὶ συνεχὲς καὶ ἐπίτροχον, Ἑλληνιστὶ μέν, ἐς τὸ πάτριον δὲ τῷ ψόφῳ καὶ τῷ τῆς φωνῆς τόνῳ, ἡ κόμη δὲ καὶ ἐς τοὐπίσω ὁ πλόκαμος συνεσπειραμένος οὐκ ἐλεύθερον αὐτόν φησιν εἶναι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="3"><sp><speaker>Τιμόλαος</speaker><p rend="align(indent)">τοῦτο μὲν εὐγενείας, ὦ Λυκῖνε, σημεῖόν ἐστιν Αἰγυπτίας ἡ κόμη· ἅπαντες γὰρ αὐτὴν οἱ ἐλεύθεροι παῖδες ἀναπλέκονται ἔστε πρὸς τὸ ἐφηβικόν, ἔμπαλιν ἢ οἱ πρόγονοι ἡμῶν, οἷς ἐδόκει καλὸν εἶναι κομᾶν τοὺς γέροντας ἀναδουμένους κρωβύλον ὑπὸ τέττιγι χρυσῷ ἀνειλημμένον. </p></sp><sp><speaker>Σάμιππος</speaker><p rend="align(indent)"> εὖ γε, ὦ Τιμόλαε, ὅτι ἡμᾶς ἀναμιμνήσκεις τῶν Θουκυδίδου συγγραμμάτων, ἃ ἐν τῷ προοιμίῳ περὶ τῆς ἀρχαίας ἡμῶν τρυφῆς εἶπεν ἐν τοῖς Ἴωσιν, ὁπότε οἱ τότε συναπῳκίσθησαν. <milestone unit="Reitz_page" n="250"/> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="4"><sp><speaker>Τιμόλαος</speaker><p rend="align(indent)">ἀτάρ, ὦ Σάμιππε, νῦν ἀνεμνήσθην, ὁπόθεν ἡμῶν ἀπελείφθη Ἀδείμαντος, ὅτε παρὰ τὸν ἱστὸν ἐπὶ πολὺ ἔστημεν ἀναβλέποντες, ἀριθμοῦντες τῶν βυρσῶν τὰς ἐπιβολὰς καὶ θαυμάζοντες ἀνιόντα τὸν ναύτην διὰ τῶν κάλων, εἶτα ἐπὶ τῆς κεραίας ἄνω ἀσφαλῶς διαθέοντα τῶν κεροιάκων ἐπειλημμένον. </p></sp><sp><speaker>Σάμιππος</speaker><p rend="align(indent)"> εὖ λέγεις. τί δʼ οὖν χρὴ ποιεῖν ἡμᾶς ἐνταῦθα; καραδοκεῖν αὐτόν, ἢ ἐθέλεις ἐγὼ αὖθις ἐπάνειμι ἐς τὸ πλοῖον; </p></sp><pb n="p.215"/><sp><speaker>Τιμόλαος</speaker><p rend="align(indent)"> μηδαμῶς, ἀλλὰ προΐωμεν· εἰκὸς γὰρ ἤδη παρεληλυθέναι ἐκεῖνον ἀποσοβοῦντα ἐς τὸ ἄστυ, ἐπεὶ μηκέθʼ ἡμᾶς εὑρεῖν ἐδύνατο· εἰ δὲ μή, ἀλλʼ οἶδε τὴν ὁδὸν Ἀδείμαντος, καὶ δέος οὐδὲν μὴ ἀπολειφθεὶς ἡμῶν ἀποβουκοληθῇ. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὁρᾶτε, μὴ σκαιὸν ᾖ φίλον ἀπολιπόντας αὐτοὺς ἀπιέναι. βαδίζωμεν δʼ ὅμως, εἰ καὶ Σαμίππῳ τοῦτο δοκεῖ. <milestone unit="Reitz_page" n="251"/> </p></sp><sp><speaker>Σάμιππος</speaker><p rend="align(indent)"> καὶ μάλα δοκεῖ, ἤν πως ἀνεῳγυῖαν ἔτι τὴν παλαίστραν καταλάβωμεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="5"><sp><speaker>Σάμιππος</speaker><p rend="merge">ἀλλὰ μεταξὺ λόγων, ἡλίκη ναῦς, εἴκοσι καὶ ἑκατὸν πήχεων ἔλεγε τὸ μῆκος ὁ ναυπηγός, εὖρος δὲ ὑπὲρ τὸ τέταρτον μάλιστα τούτου, καὶ ἀπὸ τοῦ καταστρώματος ἐς τὸν πυθμένα, ᾗ βαθύτατον κατὰ τὸν ἄντλον, ἐννέα πρὸς τοῖς εἴκοσι. τὰ δʼ ἄλλα ἡλίκος μὲν ὁ ἱστός, ὅσην δὲ ἀνέχει τὴν κεραίαν, οἵῳ καὶ προτόνῳ κέχρηται καὶ συνέχεται, ὡς δὲ ἡ πρύμνα μὲν ἐπανέστηκεν ἠρέμα καμπύλη χρυσοῦν χηνίσκον ἐπικειμένη, καταντικρὺ δὲ ἀνάλογον ἡ πρῷρα ὑπερβέβηκεν ἐς τὸ πρόσω ἀπομηκυνομένη, τὴν ἐπώνυμον τῆς νεὼς θεὸν ἔχουσα τὴν Ἶσιν ἑκατέρωθεν· ὁ μὲν γὰρ ἄλλος κόσμος, <milestone unit="Reitz_page" n="252"/> αἱ γραφαὶ καὶ τοῦ ἱστίου τὸ παράσειον πυραυγές, πρὸ τούτων αἱ ἄγκυραι καὶ στροφεῖα καὶ περιαγωγεῖς καὶ αἱ κατὰ τὴν πρύμναν οἰκήσεις θαυμάσια πάντα μοι ἔδοξε.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="6"><sp><speaker>Σάμιππος</speaker><p rend="merge">καὶ τὸ τῶν ναυτῶν πλῆθος στρατοπέδῳ ἄν τις εἰκάσειεν. ἐλέγετο δὲ καὶ τοσοῦτον ἄγειν σῖτον, ὡς ἱκανὸν εἶναι πᾶσι τοῖς ἐν τῇ Ἀττικῇ ἐνιαύσιον πρὸς τροφήν. κἀκεῖνα πάντα μικρός τις ἀνθρωπίσκος γέρων ἤδη ἔσωζεν ὑπὸ λεπτῇ κάμακι τὰ τηλικαῦτα πηδάλια περιστρέφων· ἐδείχθη γάρ μοι ἀναφαλαντίας τις, οὖλος, Ἥρων, οἶμαι, τοὔνομα. </p></sp><sp><speaker>Τιμόλαος</speaker><p rend="align(indent)"> θαυμάσιος τὴν τέχνην, ὡς ἔφασκον οἱ ἐμπλέοντες, καὶ τὰ θαλάττια σοφὸς ὑπὲρ τὸν Πρωτέα. </p></sp></div><pb n="p.216"/><milestone unit="Reitz_page" n="253"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="7"><sp><speaker>Τιμόλαος</speaker><p rend="merge">ἠκούσατε δὲ ὅπως δεῦρο κατήγαγε τὸ πλοῖον, οἷα ἔπαθον πλέοντες ἢ ὡς ὁ ἀστὴρ αὐτοὺς ἔσωσεν; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὔκ, ὦ Τιμόλαε, ἀλλὰ νῦν ἡδέως ἂν ἀκούσαιμεν. </p></sp><sp><speaker>Τιμόλαος</speaker><p rend="align(indent)"> ὁ ναύκληρος αὐτὸς διηγεῖτό μοι, χρηστὸς ἀνὴρ καὶ προσομιλῆσαι δεξιός. ἔφη δὲ ἀπὸ τῆς Φάρου ἀπάραντας οὐ πάνυ βιαίῳ πνεύματι ἑβδομαίους ἰδεῖν τὸν Ἀκάμαντα, εἶτα ζεφύρου ἀντιπνεύσαντος ἀπενεχθῆναι πλαγίους ἄχρι Σιδῶνος, ἐκεῖθεν δὲ χειμῶνι μεγάλῳ περιπεσόντας δεκάτῃ ἐπὶ Χελιδονέας διὰ τοῦ Αὐλῶνος ἐλθεῖν, ἔνθα δὴ παρὰ μικρὸν ὑποβρυχίους δῦναι ἅπαντας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="8"><sp><speaker>Τιμόλαος</speaker><p rend="merge">οἶδα δέ ποτε καὶ αὐτὸς παραπλεύσας Χελιδονέας ἡλίκον ἐν τῷ τόπῳ ἀνίσταται τὸ κῦμα, καὶ μάλιστα περὶ τὸν λίβα, ὁπόταν ἐπιλάβῃ καὶ τοῦ νότου· κατʼ ἐκεῖνο <milestone unit="Reitz_page" n="254"/> γὰρ δὴ συμβαίνει μερίζεσθαι τὸ Παμφύλιον ἀπὸ τῆς Λυκιακῆς θαλάττης, καὶ ὁ κλύδων ἅτε ἀπὸ πολλῶν ῥευμάτων περὶ τῷ ἀκρωτηρίῳ σχιζόμενος — ἀπόξυροι δέ εἰσι πέτραι καὶ ὀξεῖαι παραθηγόμεναι τῷ κλύσματι — καὶ φοβερωτάτην ποιεῖ τὴν κυματωγὴν καὶ τὸν ἦχον μέγαν, καὶ τὸ κῦμα πολλάκις αὐτῷ ἰσομέγεθες τῷ σκοπέλῳ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="9"><sp><speaker>Τιμόλαος</speaker><p rend="merge">τοιαῦτα καὶ σφᾶς καταλαβεῖν ἔφασκεν ὁ ναύκληρος ἔτι καὶ νυκτὸς οὔσης καὶ ζόφου ἀκριβοῦς· ἀλλὰ πρὸς τὴν οἰμωγὴν αὐτῶν ἐπικλασθέντας τοὺς θεοὺς πῦρ τε ἀναδεῖξαι ἀπὸ τῆς Λυκίας, ὡς γνωρίσαι τὸν τόπον ἐκεῖνον, καί τινα λαμπρὸν ἀστέρα Διοσκούρων τὸν ἕτερον ἐπικαθίσαι τῷ καρχησίῳ καὶ κατευθῦναι τὴν ναῦν ἐπὶ τὰ λαιὰ ἐς τὸ πέλαγος ἤδη τῷ κρημνῷ προσφερομένην· τοὐντεῦθεν δὲ ἅπαξ τῆς ὀρθῆς ἐκπεσόντας διὰ τοῦ Αἰγαίου πλεύσαντας ἑβδομηκοστῇ ἀπʼ Αἰγύπτου ἡμέρᾳ πρὸς ἀντίους τοὺς ἐτησίας πλαγιάζοντας ἐς Πειραιᾶ χθὲς καθορμίσασθαι τοσοῦτον ἀποσυρέντας ἐς τὸ κάτω, οὓς ἔδει τὴν <pb n="p.217"/> Κρήτην δεξιὰν λαβόντας ὑπὲρ τὴν Μαλέαν πλεύσαντας ἤδη εἶναι ἐν Ἰταλίᾳ. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> νὴ Δία, θαυμάσιόν τινα φὴς κυβερνήτην τὸν Ἥρωνα ἢ τοῦ Νηρέως ἡλικιώτην, ὃς τοσοῦτον ἀπεσφάλη <milestone unit="Reitz_page" n="255"/> τῆς ὁδοῦ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="10"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">ἀλλὰ τί τοῦτο; οὐκ Ἀδείμαντος ἐκεῖνός ἐστι; </p></sp><sp><speaker>Τιμόλαος</speaker><p rend="align(indent)"> πάνυ μὲν οὖν, Ἀδείμαντος αὐτός. ἐμβοήσωμεν οὖν. Ἀδείμαντε, σέ φημι τὸν Μυρρινούσιον τὸν Στρομβίχου. δυεῖν θάτερον, ἢ δυσχεραίνει καθʼ ἡμῶν ἢ ἐκκεκώφωται· Ἀδείμαντος γάρ, οὐκ ἄλλος τίς ἐστι. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πάνυ ἤδη σαφῶς ὁρῶ, καὶ θοἰμάτιον αὐτοῦ καὶ τὸ βάδισμα ἐκείνου, καὶ ἐν χρῷ ἡ κουρά. ἐπιτείνωμεν δὲ ὅμως τὸν περίπατον, ὡς καταλάβωμεν αὐτόν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="11"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge"> ἢν μὴ τοῦ ἱματίου σε λαβόμενοι ἐπιστρέψωμεν, ὦ Ἀδείμαντε, οὐχ ὑπακούσει ἡμῖν βοῶσιν, ἀλλὰ καὶ φροντίζοντι ἔοικας ἐπὶ συννοίας τινὸς οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα, ὡς δοκεῖς, ἀνακυκλῶν. </p></sp><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)"> οὐδέν, ὦ Λυκῖνε, χαλεπόν, ἀλλά με κενή τις ἔννοια μεταξὺ βαδίζοντα ὑπελθοῦσα παρακοῦσαι ὑμῶν ἐποίησεν ἀτενὲς πρὸς αὐτὴν ἅπαντι τῷ λογισμῷ ἀποβλέποντα. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τίς αὕτη; μὴ γὰρ ὀκνήσῃς εἰπεῖν, εἰ μή τίς ἐστι τῶν πάνυ ἀπορρήτων. καίτοι ἐτελέσθημεν, ὡς οἶσθα, καὶ στέγειν μεμαθήκαμεν. </p></sp><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)"> ἀλλʼ αἰσχύνομαι ἔγωγε εἰπεῖν πρὸς ὑμᾶς· οὕτω γὰρ μειρακιῶδες ὑμῖν δόξει τὸ φρόντισμα. <milestone unit="Reitz_page" n="256"/> </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> μῶν ἐρωτικόν ἐστιν; οὐδὲ γὰρ οὐδὲ τοῦτο ἀμυήτοις ἡμῖν ἐξαγορεύσεις, ἀλλὰ ὑπὸ λαμπρᾷ τῇ δαδὶ καὶ αὐτοῖς τετελεσμένοις. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="12"><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)">οὐδέν, ὦ θαυμάσιε, τοιοῦτον, ἀλλα τινα πλοῦτον ἐμαυτῷ ἀνεπλαττόμην, ἣν κενὴν μακαρίαν <pb n="p.218"/> οἱ παλαιοὶ καλοῦσι, καί μοι ἐν ἀκμῇ τῆς περιουσίας καὶ τρυφῆς ἐπέστητε. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐκοῦν τὸ προχειρότατον τοῦτο, κοινὸς Ἑρμᾶς φασι, καὶ ἐς μέσον κατατίθει φέρων τὸν πλοῦτον· ἄξιον γὰρ ἀπολαῦσαι τὸ μέρος φίλους ὄντας τῆς Ἀδειμάντου τρυφῆς. </p></sp><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)"> ἀπελείφθην μὲν ὑμῶν εὐθὺς ἐν τῇ πρώτῃ ἐς τὴν ναῦν ἐπιβάσει, ἐπεὶ σέ, ὦ Λυκῖνε, κατέστησα ἐς τὸ ἀσφαλές· περιμετροῦντος γάρ μου τῆς ἀγκύρας τὰ πάχος οὐκ οἶδα ὅπου ὑμεῖς ἀπέστητε.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="13"><sp><speaker>Ἀδείμαντος</speaker><p rend="merge"> ἰδὼν δὲ ὅμως τὰ πάντα ἠρόμην τινὰ τῶν ναυτῶν, ὁπόσην ἀποφέρει ἡ ναῦς τῷ δεσπότῃ ὡς ἐπὶ τὸ πολὺ κατʼ ἔτος ἕκαστον τὴν μισθοφορίαν. ὁ δέ μοι, Δώδεκα, ἔφη, Ἀττικὰ τάλαντα, εἰ πρὸς τοὐλάχιστόν τις λογίζοιτο. τοὐντεῦθεν οὖν ἐπανιὼν ἐλογιζόμην, εἴ τις θεῶν τὴν ναῦν ἄφνω ἐμὴν ποιήσειεν εἶναι, οἷον ἄν, ὡς εὐδαίμονα βίον ἐπεβίωσα εὖ ποιῶν τοὺς φίλους καὶ ἐπιπλέων ἐνίοτε μὲν αὐτός, ἐνίοτε <milestone unit="Reitz_page" n="257"/> δὲ οἰκέτας ἐκπέμπων· εἶτα ἐκ τῶν δώδεκα ἐκείνων ταλάντων οἰκίαν τε ἤδη ᾠκοδομησάμην ἐν ἐπικαίρῳ μικρὸν ὑπὲρ τὴν Ποικίλην, τὴν παρὰ τὸν Ἰλισσὸν ἐκείνην τὴν πατρῴαν ἀφείς, καὶ οἰκέτας ὠνούμην καὶ ἐσθῆτας καὶ ζεύγη καὶ ἵππους· νυνὶ δὲ καὶ ἔπλεον ὑφʼ ἁπάντων εὐδαιμονιζόμενος τῶν ἐπιβατῶν φοβερὸς τοῖς ναύταις καὶ μονονουχὶ βασιλεὺς νομιζόμενος. ἔτι δέ μοι τὰ κατὰ τὴν ναῦν εὐθετίζοντι καὶ ἐς λιμένα πόρρωθεν ἀποβλέποντι ἐπιστάς, ὦ Λυκῖνε, κατέδυσας τὸν πλοῦτον καὶ ἀνέτρεψας εὖ φερόμενον τὸ σκάφος οὐρίῳ τῆς εὐχῆς πνεύματι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="14"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">οὐκοῦν, ὦ γενναῖε, λαβόμενός μου ἄπαγε πρὸς τὸν στρατηγὸν ὥς τινα πειρατὴν ἢ καταποντιστήν, ὃς τηλικοῦτον ναυάγιον εἴργασμαι, καὶ ταῦτα ἐν γῇ κατὰ τὴν ἐκ Πειραιῶς ἐς τὸ ἄστυ. ἀλλὰ ὅρα ὅπως παραμυθήσομαί σου τὸ πταῖσμα· πέντε γάρ, εἰ βούλει, καλλίω καὶ <pb n="p.219"/> μείζω τοῦ Αἰγυπτίου πλοίου ἤδη ἔχε, καὶ τὸ μέγιστον οὐδὲ καταδῦναι δυνάμενα, καὶ τάχα σοι πεντάκις ἐξ Αἰγύπτου κατʼ ἔτος ἕκαστον σιταγωγείτωσαν σιταγωγίαν, εἰ καί, ὦ ναυκλήρων ἄριστε, δῆλος εἶ ἀφόρητος ἡμῖν τότε γενησόμενος· ὃς γὰρ ἔτι ἑνὸς πλοίου τουτουὶ δεσπότης ὢν παρήκουες βοώντων, εἰ πέντε κτήσαιο πρὸς τούτῳ τριάρμενα πάντα καὶ ἀνώλεθρα, οὐδὲ ὄψει δηλαδὴ τοὺς φίλους. σὺ μὲν οὖν εὐπλόει, ὦ βέλτιστε, ἡμεῖς δὲ ἐν <milestone unit="Reitz_page" n="258"/> Πειραιεῖ καθεδούμεθα τοὺς ἐξ Αἰγύπτου ἢ Ἰταλίας καταπλέοντας ἀνακρίνοντες, εἴ που τὸ μέγα Ἀδειμάντου πλοῖον τὴν Ἶσίν τις εἶδεν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="15"><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)">ὁρᾷς; διὰ τοῦτο ὤκνουν εἰπεῖν ἃ ἐνενόουν, εἰδὼς ὅτι ἐν γέλωτι καὶ σκώμματι ποιήσεσθέ μου τὴν εὐχήν. ὥστε ἐπιστὰς μικρόν, ἔστʼ ἂν ὑμεῖς προχωρήσητε, ἀποπλευσοῦμαι πάλιν ἐπὶ τῆς νεώς· πολὺ γὰρ ἄμεινον τοῖς ναύταις προσλαλεῖν ἢ ὑφʼ ὑμῶν καταγελᾶσθαι. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> μηδαμῶς, ἐπεὶ συνεμβησόμεθά σοι καὶ αὐτοὶ ὑποστάντες. </p></sp><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)"> ἀλλὰ ὑφαιρήσω τὴν ἀποβάθραν προεισελθών. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐκοῦν ἡμεῖς γε προσνηξόμεθα ὑμῖν· μὴ γὰρ οἴου σοὶ μὲν εἶναι ῥᾴδιον τηλικαῦτα πλοῖα κτᾶσθαι μήτε πριαμένῳ μήτε ναυπηγησαμένῳ, ἡμεῖς δὲ οὐκ αἰτήσομεν παρὰ τῶν θεῶν ἐπὶ πολλοὺς σταδίους ἀκμῆτες δύνασθαι νεῖν; καίτοι πρῴην καὶ ἐς Αἴγιναν ἐπὶ τὴν τῆς Ἐνοδίας τελετὴν οἶσθα ἐν ἡλίκῳ σκαφιδίῳ πάντες ἅμα οἱ φίλοι τεττάρων ἕκαστος ὀβολῶν διεπλεύσαμεν, καὶ οὐδὲν ἐδυσχέραινες ἡμᾶς συμπλέοντας, νῦν δὲ ἀγανακτεῖς, εἰ συνεμβησόμεθά σοι, καὶ τὴν ἀποβάθραν προεισελθὼν ἀφαιρεῖς; ὑπερμαζᾷς γάρ, ὦ Ἀδείμαντε, καὶ ἐς τὸν κόλπον <milestone unit="Reitz_page" n="259"/> οὐ πτύεις, οὐδὲ οἶσθα ὅστις ὢν ναυκληρεῖς. οὕτως <pb n="p.220"/> ἐπῆρέ σε καὶ ἡ οἰκία ἐν καλῷ τῆς πόλεως οἰκοδομηθεῖσα καὶ τῶν ἀκολούθων τὸ πλῆθος. ἀλλʼ ὦγαθέ, πρὸς τῆς Ἴσιδος κἂν τὰ Νειλῶα ταῦτα ταρίχη τὰ λεπτὰ μέμνησο ἡμῖν ἄγειν ἀπʼ Αἰγύπτου ἢ μύρον ἀπὸ τοῦ Κανώπου ἢ ἶβιν ἐκ Μέμφιδος, εἰ δὲ ἡ ναῦς ἐδύνατο, καὶ τῶν πυραμίδων μίαν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="16"><sp><speaker>Τιμόλαος</speaker><p rend="align(indent)">ἅλις παιδιᾶς, ὦ Λυκῖνε. ὁρᾷς, ὡς ἐρυθριᾶν Ἀδείμαντον ἐποίησας πολλῷ τῷ γέλωτι ἐπικλύσας τὸ πλοῖον, ὡς ὑπέραντλον εἶναι καὶ μηκέτι ἀντέχειν πρὸς τὸ ἐπιρρέον; καὶ ἐπείπερ ἔτι πολὺ ἡμῖν τὸ λοιπόν ἐστι πρὸς τὸ ἄστυ, διελόμενοι τετραχῆ τὴν ὁδὸν κατὰ τοὺς ἐπιβάλλοντας ἕκαστος σταδίους αἰτῶμεν ἅπερ ἂν δοκῇ παρὰ τῶν θεῶν· οὕτω γὰρ ἂν ἡμᾶς ὅ τε κάματος λάθοι καὶ ἅμα εὐφρανούμεθα ὥσπερ ἡδίστῳ ὀνείρατι ἑκουσίῳ περιπεσόντες, ἐφʼ ὅσον βουλόμεθα, εὖ ποιήσοντι ἡμᾶς· παρʼ αὐτῷ γὰρ ἑκάστῳ τὸ μέτρον τῆς εὐχῆς, καὶ οἱ θεοὶ πάντα ὑποκείσθωσαν παρέξοντες, εἰ καὶ τῇ φύσει ἀπίθανα ἔσται. τὸ δὲ μέγιστον, ἐπίδειξις ἔσται τὸ πρᾶγμα <milestone unit="Reitz_page" n="260"/> ὅστις ἂν ἄριστα χρήσαιτο τῷ πλούτῳ καὶ τῇ εὐχῇ· δηλώσει γὰρ οἷος ἂν καὶ πλουτήσας ἐγένετο. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="17"><sp><speaker>Σάμιππος</speaker><p rend="align(indent)">καλῶς, ὦ Τιμόλαε, καὶ πείθομαί σοι καὶ ὅταν ὁ καιρὸς καλῇ, εὔξομαι ἅπερ ἂν δοκῇ. εἰ μὲν γὰρ Ἀδείμαντος βούλεται, οὐδὲ ἐρωτᾶν οἶμαι, ὅς γε δὴ ἐν τῇ νηῒ τὸν ἕτερον πόδα ἔχει. χρὴ δὲ καὶ Λυκίνῳ δοκεῖν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀλλὰ πλουτῶμεν, εἰ τοῦτο ἄμεινον, μὴ καὶ βασκαίνειν ἐν ταῖς κοιναῖς εὐτυχίαις δοκῶ. </p></sp><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)"> τίς δʼ οὖν πρῶτος ἄρξεται; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> σύ, ὦ Ἀδείμαντε, εἶτα μετὰ σὲ οὑτοσὶ Σάμιππος, εἶτα Τιμόλαος, ἐγὼ δὲ ὀλίγον ὅσον ἡμιστάδιον τὸ πρὸ τοῦ Διπύλου ἐπιλήψομαι τῇ εὐχῇ, καὶ τοῦτο ὡς οἷόν τε παραδραμών. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="18"><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)">οὐκοῦν ἐγὼ μὲν οὐδὲ νῦν ἀποστήσομαι <pb n="p.221"/> τῆς νεώς, ἀλλʼ ἐπείπερ ἔξεστιν, ἐπιμετρήσω τῇ εὐχῇ· ὁ δὲ Ἑρμῆς ὁ κερδῷος ἐπινευσάτω ἅπασιν. ἔστω γὰρ τὸ πλοῖον καὶ τὰ ἐν αὐτῷ πάντα ἐμὰ καὶ ὁ φόρτος οἱ ἔμποροι αἱ γυναῖκες οἱ ναῦται καὶ ἄλλο εἴ τι ἥδιστον κτημάτων ἁπάντων. </p></sp><sp><speaker>Σάμιππος</speaker><p rend="align(indent)"> λέληθας σεαυτὸν ἔχων ἐν τῇ νηΐ. </p></sp><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)"> τὸν παῖδα φής, ὦ Σάμιππε, τὸν κομήτην. κἀκεῖνος οὖν ἔστω ἐμός. ὁπόσος δὲ ὁ πυρὸς ἔνδον ἐστίν, οὗτος ὁ ἀριθμὸς ἅπας χρυσίον ἐπίσημον γενέσθω, τοσοῦτοι δαρεικοί. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="19"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">τί τοῦτο, ὦ Ἀδείμαντε; καταδύσεταί σοι τὸ πλοῖον, οὐ γὰρ ἴσον βάρος πυροῦ καὶ ἰσαρίθμου χρυσοῦ. <milestone unit="Reitz_page" n="261"/> </p></sp><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)"> μὴ φθόνει, ὦ Λυκῖνε, ἀλλʼ ἐπειδὰν εἰς σὲ παρέλθῃ ἡ εὐχή, τὴν Πάρνηθα ἐκείνην, εἰ θέλεις, ὅλην χρυσῆν ποιήσας ἔχε, κἀγὼ σιωπήσομαί σοι. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀλλʼ ὑπὲρ ἀσφαλείας τοῦτο ἔγωγε τῆς σῆς ἐποιησάμην, ὡς μὴ ἀπολέσθαι ἅπαντας μετὰ τοῦ χρυσίου· καὶ τὰ μὲν ἡμέτερα μέτρια, τὸ μειράκιον δὲ τὸ ὡραῖον ἀποπνιγήσεται ἄθλιον νεῖν οὐκ ἐπιστάμενον. </p></sp><sp><speaker>Τιμόλαος</speaker><p rend="align(indent)"> θάρρει, ὦ Λυκῖνε· οἱ δελφῖνες γὰρ αὐτὸ ὑποδύντες ἐξοίσουσιν ἐπὶ τὴν γῆν. ἢ νομίζεις κιθαρῳδὸν μέν τινα σωθῆναι παρʼ αὐτῶν καὶ ἀπολαβεῖν τὸν μισθὸν ἀντὶ τῆς ᾠδῆς καὶ νεκρόν τι ἄλλο παιδίον ἐς τὸν Ἰσθμὸν ἐπὶ δελφῖνος ὁμοίως προκομισθῆναι, τὸν δὲ Ἀδειμάντου οἰκέτην τὸν νεώνητοι ἀπορήσειν δελφῖνος ἐρωτικοῦ; </p></sp><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)"> καὶ σὺ γάρ, Τιμόλαε, μιμῇ Λυκῖνον καὶ ἐπιμετρεῖς τῶν σκωμμάτων, καὶ ταῦτα εἰσηγητὴς αὐτὸς γενόμενος; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="20"><sp><speaker>Τιμόλαος</speaker><p rend="align(indent)">ἄμεινον ἦν πιθανώτερον αὐτὸ ποιεῖν καί τινα θησαυρὸν ὑπὸ τῇ κλίνῃ ἀνευρεῖν, ὡς μὴ πράγματα ἔχοις ἐκ τοῦ πλοίου μετατιθεὶς χρυσίον ἐς τὸ ἄστυ. </p></sp><pb n="p.222"/><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)"> εὖ λέγεις, καὶ ἀνορωρύχθω θησαυρὸς ὑπὸ τὸν Ἑρμῆν τὸν λίθινον, ὅς ἐστιν ἡμῖν ἐν τῇ αὐλῇ, μέδιμνοι χίλιοι χρυσίου ἐπισήμου. εὐθὺς οὖν κατὰ τὸν Ἡσίοδον οἶκος τὸ πρῶτον, ὡς ἂν ἐπισημότατα οἰκοίην, <milestone unit="Reitz_page" n="262"/> καὶ τὰ περὶ τὸ ἄστυ πάντα ὠνησάμην ἤδη πλὴν ὅσα Ἰσθμοῖ καὶ Πυθοῖ, καὶ ἐν Ἐλευσῖνι ὅσα ἐπὶ θαλάττῃ καὶ περὶ τὸν Ἰσθμὸν ὀλίγα τῶν ἀγώνων ἕνεκα, εἴ ποτε δὴ τὰ Ἴσθμια ἐπιδημήσαιμι, καὶ τὸ Σικυώνιον πεδίον, καὶ ὅλως εἴ πού τι συνηρεφὲς ἢ ἔνυδρον ἢ εὔκαρπον ἐν τῇ Ἑλλάδι, πάντα ἐν ὀλίγῳ Ἀδειμάντου ἔστω. ὁ χρυσὸς δὲ κοῖλος ἡμῖν ἐμφαγεῖν, τὰ δὲ ἐκπώματα οὐ κοῦφα ὡς τὰ Ἐχεκράτους, ἀλλὰ διτάλαντον ἕκαστον τὴν ὁλκήν. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>