<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:9-14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:9-14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="9"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Τὰ μὲν τοίνυν ἄλλα, ὦ Ἑρμότιμε, διηγουμένῳ
σοι παρειπόμην καὶ ἐπίστευον οὕτως ἔχειν, σοφούς
τε γίγνεσθαι αὐτοὺς καὶ ἀνδρείους καὶ δικαίους
καὶ τὰ ἄλλα· καί πως ἐκηλούμην πρὸς τὸν λόγον.
ὁπότε δὲ καὶ πλούτου ἔφησθα καταφρονεῖν σφᾶς
καὶ δόξης καὶ ἡδονῶν καὶ μήτε ὀργίζεσθαι μήτε
λυπεῖσθαι, πάνυ ἐνταῦθα (μόνω γάρ ἐσμεν)
ἐπέστην ἀναμνησθεὶς ἃ πρῴην εἶδον ποιοῦντα—βούλει
φῶ τίνα; ἢ ἱκανὸν καὶ ἄνευ τοῦ ὀνόματος;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Μηδαμῶς, ἀλλὰ καὶ τοῦτο εἰπὲ ὅστις ἦν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Διδάσκαλος αὐτὸς οὗτος ὁ σός—ἀνὴρ τά τε
ἄλλα αἰδοῦς ἄξιος καὶ γέρων ἤδη ἐς τὸ ὕστατον.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τί οὖν δὴ ἐποίει;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τὸν ξένον οἶσθα τὸν Ἡρακλεώτην ὃς ἐκ πολλοῦ
συνεφιλοσόφει αὐτῷ μαθητὴς ὤν, τὸν ξανθόν, τὸν
ἐριστικόν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οἶδα ὅν λέγεις· Δίων αὐτῷ τοὔνομα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἐκεῖνον αὐτόν, ἐπεὶ τὸν μισθὸν οἶμαι μὴ
ἀπεδίδου κατὰ καιρόν, ἀπήγαγε παρὰ τὸν ἄρχοντα
ἔναγχος περιθείς γε αὐτῷ θοἰμάτιον περὶ τὸν


<pb n="v.6.p.278"/>

τράχηλον καὶ ἐβόα καὶ ὠργίζετο, καὶ εἰ μὴ τῶν
συνήθων τινὲς ἐν μέσῳ γενόμενοι ἀφείλοντο τὸν
νεανίσκον ἐκ τῶν χειρῶν αὐτοῦ, εὖ ἴσθι προσφὺς
ἂν ἀπέτραγεν αὐτοῦ τὴν ῥῖνα ὁ γέρων, οὕτως
ἠγανάκτει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="10"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Πονηρὸς γὰρ ἐκεῖνος ἀεὶ καὶ ἀγνώμων, ὦ
Λυκῖνε, περὶ τὰς ἀποδόσεις· ἐπεὶ τούς γε ἄλλους
οἷς δανείζει πολλοὺς ὄντας οὐδὲν τοιοῦτό πω
διατέθεικεν. ἀποδιδόασι γὰρ αὐτῷ κατὰ καιρὸν
τοὺς τόκους.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τί δε, ἂν μὴ ἀποδιδῶσιν, ὦ μακάριε, μέλει τι
αὐτῷ καθαρθέντι ἤδη ὑπὸ φιλοσοφίας καὶ μηκέτι
τῶν ἐν τῇ Οἴτῃ καταλελειμμένων δεομένῳ;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οἴει γὰρ ὅτι ἑαυτοῦ χάριν ἐκεῖνος περὶ τὰ
τοιαῦτα ἐσπούδακεν; ἀλλ’ ἔστιν αὐτῷ παιδία
νεογνὰ ὧν κήδεται μὴ ἐν ἀπορίᾳ καταβιώσωσι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Δέον, ὦ Ἑρμότιμε, ἀναγαγεῖν κἀκεῖνα ἐπὶ τὴν
ἀρετήν, ὡς συνευδαιμονοῖεν αὐτῷ πλούτου καταφρονοῦντες.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="11"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Οὐ σχολή μοι, ὦ Λυκῖνε, περὶ τούτων διαλέγεσθαί
σοι· σπεύδω γὰρ ἤδη ἀκροάσασθαι αὐτοῦ, μὴ
καὶ λάθω τελέως ἀπολειφθείς.</p></sp><pb n="v.6.p.280"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Θάρρει, ὦγαθέ. τὸ τήμερον γὰρ ἐκεχειρία
ἐπήγγελται. ὥστε ἐγὼ ἀφίημί σοι ὅσον ἔτι τὸ
λοιπὸν τῆς ὁδοῦ.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Πῶς λέγεις;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅτι ἐν τῷ παρόντι οὐκ ἂν ἴδοις αὐτόν, εἴ γε
χρὴ πιστεύειν τῷ προγράμματι. πινάκιον γάρ τι
ἐκρέματο ὑπὲρ τοῦ πυλῶνος μεγάλοις γράμμασι
λέγον “Τήμερον οὐ συμφιλοσοφεῖν.” ἐλέγετο δὲ
παρ' Εὐκράτει τῷ πάνυ δειπνήσας χθὲς γενέθλια
θυγατρὸς ἑστιῶντι πολλά τε συμφιλοσοφῆσαι ἐν
τῷ συμποσίῳ καὶ πρὸς Εὐθύδημον τὸν ἐκ τοῦ
Περιπάτου παροξυνθῆναί τι καὶ ἀμφισβητῆσαι
αὐτῷ περὶ ὧν ἐκεῖνοι εἰώθασιν ἀντιλέγειν τοῖς ἀπὸ
τῆς Στοᾶς. ὑπό τε οὖν τῆς κραυγῆς πονήρως τὴν
κεφαλὴν διατεθῆναι καὶ ἱδρῶσαι μάλα πολλὰ ἐς
μέσας νύκτας ἀποταθείσης, ὥς φασι, τῆς συνουσίας.
ἅμα δὲ καὶ πεπώκει οἶμαι πλέον τοῦ
ἱκανοῦ τῶν παρόντων ὡς εἰκός φιλοτησίας προπινόντων
καὶ ἐδεδειπνήκει πλέον ἢ κατὰ γέροντα·
ὥστε ἀναστρέψας ἤμεσέ τε ὡς ἔφασκον πολλὰ καὶ
μόνον ἀριθμῷ παραλαβὼν τὰ κρέα ὁπόσα τῷ
παιδὶ κατόπιν ἑστῶτι παραδεδώκει καὶ σημηνάμενος
ἐπιμελῶς τὸ ἀπ' ἐκείνου καθεύδει μηδένα
εἰσδέχεσθαι παραγγείλας. ταῦτα δὲ Μίδα ἤκουσα
τοῦ οἰκέτου αὐτοῦ διηγουμένου τισὶ τῶν μαθητῶν,
οἳ καὶ αὐτοὶ ἀνέστρεφον μάλα πολλοί.</p></sp><pb n="v.6.p.282"/></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="12"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ἐκράτησε δὲ πότερος, ὦ Λυκῖνε, ὁ διδάσκαλος
ἢ ὁ Εὐθύδημος; εἴ τι καὶ τοιοῦτον ἔλεγεν ὁ
Μίδας.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τὰ μὲν πρῶτά φασιν, ὦ Ἑρμότιμε, ἀγχώμαλα
σφίσι γενέσθαι, τὸ δ’ οὖν τέλος τῆς νίκης καθ'
ὑμᾶς ἐγένετο καὶ παρὰ πολὺ ὁ πρεσβύτης ὑπερέσχε.
τὸν γοῦν Εὐθύδημον οὐδὲ ἀναιμωτί φασιν ἀπελθεῖν,
ἀλλὰ τραῦμα παμμέγεθες ἔχοντα ἐν τῇ κεφαλῇ.
ἐπεὶ γὰρ ἀλαζὼν ἦν καὶ ἐλεγκτικὸς καὶ πείθεσθαι
οὐκ ἤθελεν οὐδὲ παρεῖχε ῥᾴδιον αὑτὸν ἐλέγχεσθαι,
ὁ διδάσκαλός σου ὁ βέλτιστος ὃν εἶχε σκύφον
Νεστόρειόν τινα καταφέρει αὐτοῦ πλησίον κατακειμένου,
καὶ οὕτως ἐκράτησεν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Εὖ γε. οὐ γὰρ ἄλλως ἐχρῆν πρὸς τοὺς μὴ
ἐθέλοντας εἴκειν τοῖς κρείττοσιν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ταυτὶ μέν, ὦ Ἑρμότιμε, πάνυ εὔλογα. ἢ τί
γὰρ παθὼν Εὐθύδημος ἄνδρα γέροντα παρώξυνεν
ἀόργητον καὶ θυμοῦ κρείττονα, σκύφον οὕτω
 βαρὺν ἐν τῇ χειρὶ ἔχοντα;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="13"><sp><p>ἀλλὰ, σχολὴν γὰρ
ἄγομεν, τί οὐ διηγῇ μοι ἑταίρῳ ὄντι ὃν τρόπον
ὡρμήθης τὸ πρῶτον φιλοσοφεῖν, ὡς καὶ αὐτός, εἰ
δυνατὸν ἔτι, συνοδοιποροίην ὑμῖν τὸ ἀπὸ τοῦδε
ἀρξάμενος. οὐ γὰρ ἀποκλείσετέ με δηλαδὴ φίλοι
ὄντες.</p></sp><pb n="v.6.p.284"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Εἰ γὰρ ἐθελήσειας, ὦ Λυκῖνε· ὄψει ἐν βραχεῖ
ὅσον διοίσεις τῶν ἄλλων. παῖδας εὖ ἴσθι οἰήσῃ
ἅπαντας ὡς πρὸς σέ, τοσοῦτον ὑπερφρονήσεις
αὐτός.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἱκανόν, εἰ μετὰ εἴκοσιν ἔτη γενέσθαι οἷός τε
εἴην
<note xml:lang="mul" n="6.284.1">γενέσθαι οἷός τε εἴην Mras: γενοίμην G C: γενέσθαι other MSS.</note>
 τοιοῦτος οἷος σὺ νῦν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἀμέλει. καὶ αὐτὸς κατὰ σὲ γεγονὼς ἠρξάμην
φιλοσοφεῖν τετταρακοντούτης σχεδόν—ὁπόσα οἶμαι
σὺ νῦν γέγονας.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τοσαῦτα γάρ, ὦ Ἑρμότιμε. ὥστε τὴν αὐτὴν
ἄγε λαβὼν κἀμέ—δίκαιον γάρ. καὶ πρῶτόν γέ
μοι τοῦτο εἰπέ· δίδοτε ἀντιλέγειν τοῖς μανθάνουσιν
ἤν τι μὴ ὀρθῶς λέγεσθαι δοκῇ αὐτοῖς, ἢ οὐκ ἐφίετε
τοῦτο τοῖς νεωτέροις;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐ πάνυ. σὺ δέ, ἤν τι βούλῃ, ἐρώτα μεταξὺ
καὶ ἀντίλεγε. ῥᾷον γὰρ ἂν οὕτω μάθοις.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Εὖ γε—νὴ τὸν Ἑρμῆν, ὦ Ἑρμότιμε, αὐτόν οὗ
 ἐπώνυμος ὢν τυγχάνεις.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="14"><sp><p>ἀτὰρ εἰπέ μοι, μία τις
ὁδός ἐστιν ἡ ἐπὶ φιλοσοφίαν ἄγουσα ἡ τῶν
Στωϊκῶν ὑμῶν; ἢ ἀληθῆ ἐγὼ ἤκουον ὡς καὶ
ἄλλοι πολλοί τινές εἰσιν;</p></sp><pb n="v.6.p.286"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Μάλα πολλοί—Περιπατητικοὶ καὶ Ἐπικούρειοι
καὶ οἱ τὸν Πλάτωνα ἐπιγραφόμενοι, καὶ αὖ
Διογένους ἄλλοι τινὲς καὶ Ἀντισθένους ζηλωταὶ
καὶ οἱ ἀπὸ τοῦ Πυθαγόρου καὶ ἔτι πλείους.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀληθῆ ταῦτα· πολλοὶ γάρ εἰσι. πότερον δή,
ὦ Ἑρμότιμε, τὰ αὐτὰ οὗτοι λέγουσιν ἢ διάφορα;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ πάνυ διάφορα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τὸ δέ γε ἀληθὲς οἶμαι πάντως που ἓν ἦν αὐτῶν
ἀλλ’ οὐ πάντα διάφορά γε ὄντα.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Πάνυ μὲν οὖν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>