<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:85-86</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:85-86</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="85"><sp><p> ταῦτα πάντα, ὦ φιλότης, ὁπόσα εἶπον, μή με
νομίσῃς κατὰ τῆς Στοᾶς παρεσκευασμένον ἢ
ἔχθραν τινὰ ἐξαίρετον πρὸς Στωϊκοὺς ἐπανῃρημένον


<pb n="v.6.p.414"/>

εἰρηκέναι, ἀλλὰ κοινὸς ἐπὶ πάντας ὁ λόγος.
τὰ γὰρ αὐτὰ πρὸς σὲ εἶπον ἄν, εἰ τὰ Πλάτωνος ἢ
Ἀριστοτέλους ᾕρησο τῶν ἄλλων ἀκρίτων ἐρήμην
καταγνούς. νῦν δὲ ἐπεὶ τὰ Στωϊκῶν προετίμησας,
πρὸς τὴν Στοὰν ἀποτετάσθαι ὁ λόγος ἔδοξεν
οὐδὲν ἐξαίρετον πρὸς αὐτὴν ἔχων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="86"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Εὖ λέγεις· ἄπειμι γοῦν ἐπ' αὐτὸ τοῦτο, ὡς
μεταβαλοίμην καὶ αὐτὸ δὴ τὸ σχῆμα. ὄψει γοῦν
οὐκ εἰς μακρὰν οὔτε πώγωνα ὥσπερ νῦν λάσιον καὶ
βαθὺν οὔτε δίαιταν κεκολασμένην, ἀλλ’ ἄνετα
πάντα καὶ ἐλεύθερα. τάχα δὲ καὶ πορφυρίδα
μεταμφιάσομαι, ὡς εἰδεῖεν ἅπαντες ὅτι μηκέτι μοι
τῶν λήρων ἐκείνων μέτεστιν. ὡς εἴθε γε καὶ
ἐξεμέσαι δυνατὸν ἦν ἅπαντα ἐκεῖνα, ὁπόσα ἤκουσα
παρ' αὐτῶν, καὶ εὖ ἴσθι, οὐκ ἂν ὤκνησα καὶ
ἐλλέβορον πιεῖν διὰ τοῦτο ἐς τὸ ἔμπαλιν ἢ ὁ
Χρύσιππος, ὅπως μηδὲν ἔτι νοήσαιμι ὧν φασιν.
σοὶ δ’ οὖν οὐ μικρὰν χάριν οἶδα, ὦ Λυκῖνε, ὅτι με
παραφερόμενον ὑπὸ θολεροῦ τινος χειμάρρου καὶ
τραχέος, ἐπιδιδόντα ἐμαυτὸν καὶ κατὰ ῥοῦν συρρέοντα
τῷ ὕδατι, ἀνέσπασας ἐπιστάς, τὸ τῶν
τραγῳδῶν τοῦτο, θεὸς ἐκ μηχανῆς ἐπιφανείς.
δοκῶ δέ μοι οὐκ ἀλόγως ἂν καὶ ξυρήσασθαι τὴν
κεφαλὴν ὥσπερ οἱ ἐκ τῶν ναυαγίων ἀποσωθέντες
ἐλεύθεροι, ἅτε καὶ σωτήρια τήμερον ἄξων
<note xml:lang="mul" n="6.414.1">ἄξων N; ἄξειν Γ.</note>
 τοσαύτην
ἀχλὺν ἀποσεισάμενος τῶν ὀμμάτων. φιλοσόφῳ δὲ
εἰς τὸ λοιπὸν κἂν ἄκων ποτὲ ὁδῷ
<note xml:lang="mul" n="6.414.2">ὁδῷ Fritzsche: ἐν ὁδῷ MSS.</note>
 βαδίζων
ἐντύχω, οὕτως ἐκτραπήσομαι καὶ περιστήσομαι
ὥσπερ τοὺς λυττῶντας τῶν κυνῶν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>