<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:81-86</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:81-86</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="81"><sp><p>  Καὶ ἐπεὶ ταῦτα ἠγανάκτει, παρεστὼς ὁ θεῖος τοῦ
νεανίσκου, ἄγροικος ἄνθρωπος καὶ ἰδιώτης ὡς πρὸς
τὰ ὑμέτερα, Πέπαυσο, εἶπεν, ὦ θαυμάσιε, τὰ



<pb n="v.6.p.408"/>

μέγιστ' ἠδικῆσθαι λέγων, εἰ ῥημάτια παρὰ σοῦ
πριάμενοι μηδέπω ἐκτετίκαμεν διάφορον. καίτοι
ἃ μὲν ἡμῖν πέπρακας, ἔχεις ἔτι καὶ αὐτὸς καὶ
οὐδὲν ἔλαττον γέγονέ σοι τῶν μαθημάτων. τὰ δ’
ἄλλα ὧν ἐξ ἀρχῆς ἐπιθυμῶν συνέστησά σοι τὸν
νεανίσκον, ὁ δ’ οὐδὲν ἀμείνων γεγένηται διὰ σέ,
ὃς τοὐμοῦ γείτονος Ἐχεκράτους τὴν θυγατέρα
συναρπάσας παρθένον οὖσαν διέφθειρεν καὶ ὀλίγου
δίκην ἔφυγε
<note xml:lang="mul" n="6.408.1">ἔφυγε Reitz: ἔφυγον MSS.</note>
 βιαίων, εἰ μὴ ἐγὼ ταλάντου ὠνησάμην
τὸ πλημμέλημα παρὰ πένητος ἀνδρὸς τοῦ
Ἐχεκράτους. τὴν μητέρα δὲ πρῴην ἐρράπισεν,
ὅτι αὐτοῦ ἐλάβετο ὑπὸ κόλπου ἐκκομίζοντος τὸν
κάδον, ὡς ἔχοι συμβολὰς οἶμαι καταθεῖναι. τὰ
μὲν γὰρ ἐς ὀργὴν καὶ θυμὸν καὶ ἀναισχυντίαν καὶ
ἐς τόλμαν καὶ ψεῦδος μακρῷ τινι ἄμεινον εἶχε πέρυσιν
ἢ νῦν. καίτοι ἐβουλόμην ἂν αὐτὸν ἐς ταῦτα
ὠφελῆσθαι ὑπὸ σοῦ μᾶλλον ἤπερ ἐκεῖνα εἰδέναι,
ἃ καθ' ἑκάστην ἡμέραν πρὸς ἡμᾶς οὐδὲν δεομένους
ἐπὶ τὸ δεῖπνον διεξέρχεται, ὡς κροκόδειλος ἥρπασε
παιδίον, καὶ ὑπέσχηται ἀποδώσειν αὐτό, ἂν ἀποκρίνηται
ὁ πατὴρ οὐκ οἶδ’ ὅ τι, ἢ ὡς ἀναγκαῖόν
ἐστιν ἡμέρας οὔσης μὴ νύκτα εἶναι. ἐνίοτε δὲ
καὶ κέρατα ἡμῖν ὁ γενναῖος ἀναφύει οὐκ οἶδ’ ὅπως
περιπλέκων τὸν λόγον. ἡμεῖς δὲ γελῶμεν ἐπὶ
τούτοις, καὶ μάλιστα ὅταν ἐπιβυσάμενος τὰ ὦτα
μελετᾷ πρὸς αὐτὸν ἕξεις τινὰς καὶ σχέσεις καὶ
καταλήψεις καὶ φαντασίας καὶ τοιαῦτα πολλὰ
ὀνόματα διεξιών. ἀκούομεν δὲ αὐτοῦ λέγοντος ὡς
καὶ ὁ θεὸς οὐκ ἐν οὐρανῷ ἐστιν ἀλλὰ διὰ πάντων
πεφοίτηκεν, οἷον ξύλων καὶ λίθων καὶ ζῴων ἄχρι
καὶ τῶν ἀτιμοτάτων. καὶ τῆς γε μητρὸς ἐρομένης
αὐτὸν τί ταῦτα ληρεῖ, καταγελάσας αὐτῆς,


<pb n="v.6.p.410"/>

Ἀλλὰ ἢν τὸν λῆρον τοῦτον, ἔφη, ἐκμάθω ἀκριβῶς,
οὐδὲν κωλύσει με μόνον πλούσιον μόνον βασιλέα
εἶναι, τοὺς δὲ ἄλλους ἀνδράποδα καὶ καθάρματα
νομίζεσθαι ὡς πρὸς ἐμέ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="82"><sp><p>  Τοιαῦτα τοῦ ἀνδρὸς εἰπόντος, ὁ φιλόσοφος ὅρα
οἵαν ἀπόκρισιν ἀπεκρίνατο, ὦ Ἑρμότιμε, ὡς
πρεσβυτικήν· ἔφη γάρ, Ἀλλ' εἴ γε μὴ ἐμοὶ
ἐπλησίαζεν οὗτος, οὐκ οἴει μακρῷ χείρω ἂν αὐτὸν
ἐξεργάσασθαι ἢ καὶ νὴ Δία ἴσως τῷ δημίῳ
παραδεδόσθαι; ὡς νῦν γε χαλινόν τινα ἐμβέβληκεν
αὐτῷ ἡ φιλοσοφία καὶ ἡ πρὸς ταύτην αἰδώς, καὶ
διὰ τοῦτο μετριώτερός ἐστιν ὑμῖν καὶ φορητὸς ἔτι.
φέρει γάρ τινα αἰσχύνην αὐτῷ, εἰ ἀνάξιος φαίνοιτο
τοῦ σχήματος καὶ τοῦ ὀνόματος, ἃ δὴ παρακολουθοῦντα
παιδαγωγεῖ αὐτόν. ὥστε δίκαιος ἂν εἴην,
εἰ καὶ μὴ ὦν βελτίω ἀπέφηνα, μισθὸν παρ' ὑμῶν
λαβεῖν, ἀλλ’ οὖν ἐκείνων γε ἃ μὴ δέδρακεν
αἰδούμενος φιλοσοφίαν. ἐπεὶ καὶ αἱ τίτθαι τοιάδε
λέγουσι περὶ τῶν παιδίων, ὡς ἀπιτητέον αὐτοῖς
ἐς διδασκάλου· καὶ γὰρ ἂν μηδέπω μαθεῖν ἀγαθόν
τι δύνωνται, ἀλλ’ οὖν φαῦλον οὐδὲν ποιήσουσιν
ἐκεῖ μένοντες. ἐγὼ μὲν οὖν τὰ ἄλλα πάντα
ἀποπλῆσαί μοι δοκῶ, καὶ ὅντινα ἂν ἐθέλῃς τῶν
εἰδότων τὰ ἡμέτερα, ἧκέ μοι ἐς αὔριον παραλαβὼν
ὄψει τε ὅπως ἐρωτᾷ καὶ πῶς ἀποκρίνεται καὶ ὅσα
μεμάθηκεν καὶ ὅσα ἤδη ἀνέγνωκε βιβλία περὶ
ἀξιωμάτων, περὶ συλλογισμῶν, περὶ καταλήψεως,
περὶ καθηκόντων καὶ ἄλλα ποικίλα. εἰ δὲ ἢ τὴν
μητέρα ἔτυπτεν ἢ παρθένους συνήρπαζε, τί ταῦτα
πρὸς ἐμέ;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="83"><sp><p>οὐ γὰρ παιδαγωγόν με ἐπεστήσατε αὐτῷ.  Τοιαῦτα γέρων ἄνθρωπος ὑπὲρ φιλοσοφίας ἔλεγε.
σὺ δὲ καὶ αὐτὸς ἂν φαίης, ὦ Ἑρμότιμε, ἱκανὸν


<pb n="v.6.p.412"/>

εἶναι ὡς διὰ τοῦτο φιλοσοφοίημεν, ὡς μηδὲν τῶν
φαυλοτέρων πράττοιμεν; ἢ ἐπ' ἄλλαις ἐλπίσιν ἐξ
ἀρχῆς φιλοσοφεῖν ἠξιοῦμεν, οὐχ ὡς τῶν ἰδιωτῶν
κοσμιώτεροι εἴημεν περινοστοῦντες; τί οὖν οὐκ
ἀποκρίνῃ καὶ τοῦτο;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τί δὲ ἄλλο ἢ ὅτι καὶ δακρῦσαι ὀλίγου δέω; ἐς
τοσοῦτό μου καθίκετο ὁ λόγος ἀληθὴς ὤν, καὶ
ὀδύρομαι, ὅσον ἄθλιος χρόνον ἀνάλωκα καὶ προσέτι
μισθοὺς οὐκ ὀλίγους τελῶν ἀντὶ τῶν πόνων. νυνὶ
γὰρ ὥσπερ ἐκ μέθης ἀνανήφων ὁρῶ οἷα μέν ἐστιν
ὧν ἤρων, ὁπόσα δὲ πέπονθα διὰ ταῦτα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="84"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Καὶ τί δεῖ δακρύων, ὦ χρηστέ; τὸ γὰρ τοῦ
μύθου ἐκεῖνο πάνυ συνετόν, οἶμαι, ὃν Αἴσωπος διηγεῖτο·
ἔφη γὰρ ἄνθρωπόν τινα ἐπὶ τῇ ἠϊόνι
καθεζόμενον ἐπὶ τὴν κυματωγὴν ἀριθμεῖν τὰ
κύματα, σφαλέντα δὲ καὶ ἄχθεσθαι καὶ ἀνιᾶσθαι,
ἄχρι δὴ τὴν κερδὼ παραστᾶσαν εἰπεῖν αὐτῷ, Τί,
ὦ γενναῖε, ἀνιᾷ τῶν παρελθόντων ἕνεκα, δέον τὰ
ἐντεῦθεν ἀρξάμενον ἀριθμεῖν ἀμελήσαντα ἐκείνων;
Καὶ σὺ τοίνυν, ἐπείπερ οὕτω σοι δοκεῖ, ἐς τὸ
λοιπὸν ἂν ἄμεινον ποιήσαις βίον τε κοινὸν ἅπασι
βιοῦν ἀξιῶν καὶ συμπολιτεύσῃ τοῖς πολλοῖς οὐδὲν
ἀλλόκοτον καὶ τετυφωμένον ἐλπίζων, καὶ οὐκ
αἰσχυνῇ, ἤνπερ εὖ φρονῇς, εἰ γέρων ἄνθρωπος
μεταμαθήσῃ καὶ μεταχωρήσεις πρὸς τὸ βέλτιον.
</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="85"><sp><p> ταῦτα πάντα, ὦ φιλότης, ὁπόσα εἶπον, μή με
νομίσῃς κατὰ τῆς Στοᾶς παρεσκευασμένον ἢ
ἔχθραν τινὰ ἐξαίρετον πρὸς Στωϊκοὺς ἐπανῃρημένον


<pb n="v.6.p.414"/>

εἰρηκέναι, ἀλλὰ κοινὸς ἐπὶ πάντας ὁ λόγος.
τὰ γὰρ αὐτὰ πρὸς σὲ εἶπον ἄν, εἰ τὰ Πλάτωνος ἢ
Ἀριστοτέλους ᾕρησο τῶν ἄλλων ἀκρίτων ἐρήμην
καταγνούς. νῦν δὲ ἐπεὶ τὰ Στωϊκῶν προετίμησας,
πρὸς τὴν Στοὰν ἀποτετάσθαι ὁ λόγος ἔδοξεν
οὐδὲν ἐξαίρετον πρὸς αὐτὴν ἔχων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="86"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Εὖ λέγεις· ἄπειμι γοῦν ἐπ' αὐτὸ τοῦτο, ὡς
μεταβαλοίμην καὶ αὐτὸ δὴ τὸ σχῆμα. ὄψει γοῦν
οὐκ εἰς μακρὰν οὔτε πώγωνα ὥσπερ νῦν λάσιον καὶ
βαθὺν οὔτε δίαιταν κεκολασμένην, ἀλλ’ ἄνετα
πάντα καὶ ἐλεύθερα. τάχα δὲ καὶ πορφυρίδα
μεταμφιάσομαι, ὡς εἰδεῖεν ἅπαντες ὅτι μηκέτι μοι
τῶν λήρων ἐκείνων μέτεστιν. ὡς εἴθε γε καὶ
ἐξεμέσαι δυνατὸν ἦν ἅπαντα ἐκεῖνα, ὁπόσα ἤκουσα
παρ' αὐτῶν, καὶ εὖ ἴσθι, οὐκ ἂν ὤκνησα καὶ
ἐλλέβορον πιεῖν διὰ τοῦτο ἐς τὸ ἔμπαλιν ἢ ὁ
Χρύσιππος, ὅπως μηδὲν ἔτι νοήσαιμι ὧν φασιν.
σοὶ δ’ οὖν οὐ μικρὰν χάριν οἶδα, ὦ Λυκῖνε, ὅτι με
παραφερόμενον ὑπὸ θολεροῦ τινος χειμάρρου καὶ
τραχέος, ἐπιδιδόντα ἐμαυτὸν καὶ κατὰ ῥοῦν συρρέοντα
τῷ ὕδατι, ἀνέσπασας ἐπιστάς, τὸ τῶν
τραγῳδῶν τοῦτο, θεὸς ἐκ μηχανῆς ἐπιφανείς.
δοκῶ δέ μοι οὐκ ἀλόγως ἂν καὶ ξυρήσασθαι τὴν
κεφαλὴν ὥσπερ οἱ ἐκ τῶν ναυαγίων ἀποσωθέντες
ἐλεύθεροι, ἅτε καὶ σωτήρια τήμερον ἄξων
<note xml:lang="mul" n="6.414.1">ἄξων N; ἄξειν Γ.</note>
 τοσαύτην
ἀχλὺν ἀποσεισάμενος τῶν ὀμμάτων. φιλοσόφῳ δὲ
εἰς τὸ λοιπὸν κἂν ἄκων ποτὲ ὁδῷ
<note xml:lang="mul" n="6.414.2">ὁδῷ Fritzsche: ἐν ὁδῷ MSS.</note>
 βαδίζων
ἐντύχω, οὕτως ἐκτραπήσομαι καὶ περιστήσομαι
ὥσπερ τοὺς λυττῶντας τῶν κυνῶν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>