<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:81-82</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:81-82</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="81"><sp><p>  Καὶ ἐπεὶ ταῦτα ἠγανάκτει, παρεστὼς ὁ θεῖος τοῦ
νεανίσκου, ἄγροικος ἄνθρωπος καὶ ἰδιώτης ὡς πρὸς
τὰ ὑμέτερα, Πέπαυσο, εἶπεν, ὦ θαυμάσιε, τὰ



<pb n="v.6.p.408"/>

μέγιστ' ἠδικῆσθαι λέγων, εἰ ῥημάτια παρὰ σοῦ
πριάμενοι μηδέπω ἐκτετίκαμεν διάφορον. καίτοι
ἃ μὲν ἡμῖν πέπρακας, ἔχεις ἔτι καὶ αὐτὸς καὶ
οὐδὲν ἔλαττον γέγονέ σοι τῶν μαθημάτων. τὰ δ’
ἄλλα ὧν ἐξ ἀρχῆς ἐπιθυμῶν συνέστησά σοι τὸν
νεανίσκον, ὁ δ’ οὐδὲν ἀμείνων γεγένηται διὰ σέ,
ὃς τοὐμοῦ γείτονος Ἐχεκράτους τὴν θυγατέρα
συναρπάσας παρθένον οὖσαν διέφθειρεν καὶ ὀλίγου
δίκην ἔφυγε
<note xml:lang="mul" n="6.408.1">ἔφυγε Reitz: ἔφυγον MSS.</note>
 βιαίων, εἰ μὴ ἐγὼ ταλάντου ὠνησάμην
τὸ πλημμέλημα παρὰ πένητος ἀνδρὸς τοῦ
Ἐχεκράτους. τὴν μητέρα δὲ πρῴην ἐρράπισεν,
ὅτι αὐτοῦ ἐλάβετο ὑπὸ κόλπου ἐκκομίζοντος τὸν
κάδον, ὡς ἔχοι συμβολὰς οἶμαι καταθεῖναι. τὰ
μὲν γὰρ ἐς ὀργὴν καὶ θυμὸν καὶ ἀναισχυντίαν καὶ
ἐς τόλμαν καὶ ψεῦδος μακρῷ τινι ἄμεινον εἶχε πέρυσιν
ἢ νῦν. καίτοι ἐβουλόμην ἂν αὐτὸν ἐς ταῦτα
ὠφελῆσθαι ὑπὸ σοῦ μᾶλλον ἤπερ ἐκεῖνα εἰδέναι,
ἃ καθ' ἑκάστην ἡμέραν πρὸς ἡμᾶς οὐδὲν δεομένους
ἐπὶ τὸ δεῖπνον διεξέρχεται, ὡς κροκόδειλος ἥρπασε
παιδίον, καὶ ὑπέσχηται ἀποδώσειν αὐτό, ἂν ἀποκρίνηται
ὁ πατὴρ οὐκ οἶδ’ ὅ τι, ἢ ὡς ἀναγκαῖόν
ἐστιν ἡμέρας οὔσης μὴ νύκτα εἶναι. ἐνίοτε δὲ
καὶ κέρατα ἡμῖν ὁ γενναῖος ἀναφύει οὐκ οἶδ’ ὅπως
περιπλέκων τὸν λόγον. ἡμεῖς δὲ γελῶμεν ἐπὶ
τούτοις, καὶ μάλιστα ὅταν ἐπιβυσάμενος τὰ ὦτα
μελετᾷ πρὸς αὐτὸν ἕξεις τινὰς καὶ σχέσεις καὶ
καταλήψεις καὶ φαντασίας καὶ τοιαῦτα πολλὰ
ὀνόματα διεξιών. ἀκούομεν δὲ αὐτοῦ λέγοντος ὡς
καὶ ὁ θεὸς οὐκ ἐν οὐρανῷ ἐστιν ἀλλὰ διὰ πάντων
πεφοίτηκεν, οἷον ξύλων καὶ λίθων καὶ ζῴων ἄχρι
καὶ τῶν ἀτιμοτάτων. καὶ τῆς γε μητρὸς ἐρομένης
αὐτὸν τί ταῦτα ληρεῖ, καταγελάσας αὐτῆς,


<pb n="v.6.p.410"/>

Ἀλλὰ ἢν τὸν λῆρον τοῦτον, ἔφη, ἐκμάθω ἀκριβῶς,
οὐδὲν κωλύσει με μόνον πλούσιον μόνον βασιλέα
εἶναι, τοὺς δὲ ἄλλους ἀνδράποδα καὶ καθάρματα
νομίζεσθαι ὡς πρὸς ἐμέ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="82"><sp><p>  Τοιαῦτα τοῦ ἀνδρὸς εἰπόντος, ὁ φιλόσοφος ὅρα
οἵαν ἀπόκρισιν ἀπεκρίνατο, ὦ Ἑρμότιμε, ὡς
πρεσβυτικήν· ἔφη γάρ, Ἀλλ' εἴ γε μὴ ἐμοὶ
ἐπλησίαζεν οὗτος, οὐκ οἴει μακρῷ χείρω ἂν αὐτὸν
ἐξεργάσασθαι ἢ καὶ νὴ Δία ἴσως τῷ δημίῳ
παραδεδόσθαι; ὡς νῦν γε χαλινόν τινα ἐμβέβληκεν
αὐτῷ ἡ φιλοσοφία καὶ ἡ πρὸς ταύτην αἰδώς, καὶ
διὰ τοῦτο μετριώτερός ἐστιν ὑμῖν καὶ φορητὸς ἔτι.
φέρει γάρ τινα αἰσχύνην αὐτῷ, εἰ ἀνάξιος φαίνοιτο
τοῦ σχήματος καὶ τοῦ ὀνόματος, ἃ δὴ παρακολουθοῦντα
παιδαγωγεῖ αὐτόν. ὥστε δίκαιος ἂν εἴην,
εἰ καὶ μὴ ὦν βελτίω ἀπέφηνα, μισθὸν παρ' ὑμῶν
λαβεῖν, ἀλλ’ οὖν ἐκείνων γε ἃ μὴ δέδρακεν
αἰδούμενος φιλοσοφίαν. ἐπεὶ καὶ αἱ τίτθαι τοιάδε
λέγουσι περὶ τῶν παιδίων, ὡς ἀπιτητέον αὐτοῖς
ἐς διδασκάλου· καὶ γὰρ ἂν μηδέπω μαθεῖν ἀγαθόν
τι δύνωνται, ἀλλ’ οὖν φαῦλον οὐδὲν ποιήσουσιν
ἐκεῖ μένοντες. ἐγὼ μὲν οὖν τὰ ἄλλα πάντα
ἀποπλῆσαί μοι δοκῶ, καὶ ὅντινα ἂν ἐθέλῃς τῶν
εἰδότων τὰ ἡμέτερα, ἧκέ μοι ἐς αὔριον παραλαβὼν
ὄψει τε ὅπως ἐρωτᾷ καὶ πῶς ἀποκρίνεται καὶ ὅσα
μεμάθηκεν καὶ ὅσα ἤδη ἀνέγνωκε βιβλία περὶ
ἀξιωμάτων, περὶ συλλογισμῶν, περὶ καταλήψεως,
περὶ καθηκόντων καὶ ἄλλα ποικίλα. εἰ δὲ ἢ τὴν
μητέρα ἔτυπτεν ἢ παρθένους συνήρπαζε, τί ταῦτα
πρὸς ἐμέ;</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>