<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:75-76</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:75-76</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="75"><sp><p>  Κατὰ ταὐτὰ τοίνυν καὶ ὑμεῖς δόντες τὰς ἀρχὰς
τῆς προαιρέσεως ἑκάστης πιστεύετε τοῖς ἑξῆς καὶ
γνώρισμα τῆς ἀληθείας αὐτῶν τὴν ἀκολουθίαν
ἡγεῖσθε εἶναι ψευδῆ οὖσαν. εἶτα οἱ μὲν ὑμῶν
ἐναποθνήσκουσιν ταῖς ἐλπίσι, πρὶν ἰδεῖν τἀληθὲς
καὶ καταγνῶναι τῶν ἐξαπατησάντων ἐκείνων, οἱ
δὲ κἂν αἴσθωνται ἐξηπατημένοι ὀψέ ποτε γέροντες
ἤδη γενόμενοι, ὀκνοῦσιν ἀναστρέφειν αἰδούμενοι
εἰ δεήσει τηλικούτους αὐτοὺς ὄντας ἐξομολογήσασθαι


<pb n="v.6.p.400"/>

ὅτι παίδων πράγματα ἔχοντες οὐ συνίεσαν·
ὥστε ἐμμένουσιν τοῖς αὐτοῖς ὑπ' αἰσχύνης καὶ
ἐπαινοῦσι τὰ παρόντα καὶ ὁπόσους ἂν δύνωνται
προτρέπουσιν ἐπὶ τὰ αὐτά, ὡς ἂν μὴ μόνοι
ἐξηπατημένοι ὦσιν ἀλλὰ ἔχωσι παραμυθίαν τὸ καὶ
πολλοὺς καὶ ἄλλους τὰ ὅμοια παθεῖν αὐτοῖς. καὶ
γὰρ αὖ κἀκεῖνο ὁρῶσιν, ὅτι ἢν τἀληθὲς εἴπωσιν
οὐκέτι σεμνοὶ ὥσπερ νῦν καὶ ὑπὲρ τοὺς πολλοὺς
δόξουσιν οὐδὲ τιμήσονται ὁμοίως. οὐκ ἂν οὖν
ἑκόντες εἴποιεν εἰδότες, ἀφ' οἵων ἐκπεσόντες
ὅμοιοι τοῖς ἄλλοις δόξουσιν. ὀλίγοις δ’ ἂν πάνυ
ἐντύχοις ὑπ' ἀνδρείας τολμῶσι λέγειν ὅτι ἐξηπάτηνται
καὶ τοὺς ἄλλους ἀποτρέπειν τῶν ὁμοίων
πειρωμένους. εἰ δ’ οὖν τινι τοιούτῳ ἐντύχοις,
φιλαλήθη τε κάλει τὸν τοιοῦτον καὶ χρηστὸν καὶ
δίκαιον καί, εἰ βούλει, φιλόσοφον· οὐ γὰρ ἂν
φθονήσαιμι τούτῳ μόνῳ τοῦ ὀνόματος. οἱ δ’ ἄλλοι
ἢ οὐδὲν ἀληθὲς ἴσασιν οἰόμενοι εἰδέναι ἢ εἰδότες
ἀποκρύπτονται ὑπὸ δειλίας καὶ αἰσχύνης καὶ τοῦ
προτιμᾶσθαι βούλεσθαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="76"><sp><p>  Καίτοι πρὸς τῆς Ἀθηνᾶς ἅπαντα μὲν ἃ ἔφην,
ἐάσωμεν αὐτοῦ καταβαλόντες καὶ λήθη τις ἔστω
αὐτῶν ὥσπερ τῶν πρὸ Εὐκλείδου ἄρχοντος
πραχθέντων. ὑποθέμενοι δὲ ταύτην φιλοσοφίαν
ὀρθὴν εἶναι τὴν τῶν Στωϊκῶν, ἄλλην δὲ μηδ’ ἡντιναοῦν,
ἴδωμεν εἰ ἐφικτὴ αὕτη καὶ δυνατή ἐστιν,
ἢ μάτην κάμνουσιν ὁπόσοι ἐφίενται αὐτῆς. τὰς
μὲν γὰρ ὑποσχέσεις ἀκούω θαυμαστάς τινας,
ἡλίκα εὐδαιμονήσουσιν οἱ ἐς τὸ ἀκρότατον ἐλθόντες,
μόνους γὰρ τούτους πάντα συλλαβόντας ἕξειν
τὰ τῷ ὄντι ἀγαθά. τὸ μετὰ ταῦτα δὲ σὺ ἂν
<note xml:lang="mul" n="6.400.1">ἂν add. Jacobitz.</note>



<pb n="v.6.p.402"/>

ἄμεινον εἰδείης, εἴ τινι ἐντετύχηκας τοιούτῳ
Στωϊκῷ τῶν ἄκρων,
<note xml:lang="mul" n="6.402.1">τοιούτῳ Στωϊκῷ τῶν ἄκρων Fritzsche: Στωϊκῷ τοιούτῳ ἐς (or καὶ) τῷ ἄκρῳ (or τὸ ἄκρον) MSS.</note>
 οἵῳ μήτε λυπεῖσθαι μήθ'
ὑφ' ἡδονῆς κατασπᾶσθαι μήτε ὀργίζεσθαι, φθόνου
δὲ κρείττονι καὶ πλούτου καταφρονοῦντι καὶ
συνόλως εὐδαίμονι. ὁποῖον χρὴ τὸν κανόνα εἶναι
καὶ γνώμονα τοῦ κατὰ τὴν ἀρετὴν βίου—ὁ γὰρ
καὶ κατὰ μικρότατον ἐνδέων ἀτελής, κἂν πάντα
πλείω ἔχῃ—εἰ δὲ τοῦτο οὐχί, οὐδέπω εὐδαίμων.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>