<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:73-74</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:73-74</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="73"><sp><p>  Καὶ σὺ δὴ μυθοποιοῦ τινος ἀκούσας ὡς ἔστιν
τις γυνὴ ὑπερφυὴς τὸ κάλλος, ὑπὲρ τὰς Χάριτας
αὐτὰς ἢ τὴν Οὐρανίαν,
<note xml:lang="mul" n="6.394.1">After Οὐρανίαν MSS. have εἶναι: del. Jacobitz.</note>
 μὴ πρότερον ἐξετάσας εἰ
ἀληθῆ λέγει καὶ εἰ ἔστι που τῆς γῆς ἡ ἄνθρωπος



<pb n="v.6.p.396"/>

αὕτη, ἤρας εὐθύς, ὥσπερ φασὶ τὴν Μήδειαν ἐξ
ὀνείρατος ἐρασθῆναι τοῦ Ἰάσονος. ὃ δὲ δὴ
μάλιστά σε πρὸς τὸν ἔρωτα ἐπηγάγετο καὶ τοὺς
ἄλλους δέ, ὁπόσοι τοῦ αὐτοῦ σοι εἰδώλου ἐρῶσι,
τοῦτο ἦν, ὥς γέ μοι εἰκάζοντι φαίνεται, τὸ τὸν
λέγοντα ἐκεῖνον περὶ τῆς γυναικός, ἐπείπερ ἐπιστεύθη
τὸ πρῶτον ὅτι ἀληθῆ λέγει, ἀκόλουθα
ἐπάγειν· εἰς τοῦτο γὰρ ἑωρᾶτε μόνον, καὶ διὰ
τοῦτο εἷλκεν ὑμᾶς τῆς ῥινός, ἐπείπερ ἅπαξ τὴν
πρώτην λαβὴν ἐνεδώκατε αὐτῷ, καὶ ἦγεν ἐπὶ τὴν
ἀγαπωμένην δι’ ἧς ἔλεγεν εὐθείας ὁδοῦ. ῥᾴδια
γάρ, οἶμαι, τὰ μετὰ ταῦτα καὶ οὐδεὶς ὑμῶν ἔτι
ἐπιστρεφόμενος εἰς τὴν εἴσοδον ἐξήταζεν εἰ ἀληθής
ἐστιν καὶ εἰ μὴ ἔλαθεν καθ' ἣν οὐκ ἐχρῆν εἰσελθών,
ἀλλ’ ἠκολούθει τοῖς τῶν προωδευκότων ἴχνεσι,
καθάπερ τὰ πρόβατα πρὸς τὸν ἡγούμενον, δέον
ἐπὶ τῇ εἰσόδῳ καὶ κατὰ τὴν ἀρχὴν εὐθὺς σκέψασθαι,
εἴπερ εἰσιτητέον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="74"><sp><p>  Ὃ δέ φημι, σαφέστερον ἂν μάθοις, ἤν τι τοιοῦτον
ὅμοιον παραθεωρήσῃς αὐτῷ· λέγοντος γάρ τινος
τῶν μεγαλοτόλμων τούτων ποιητῶν, ὡς γένοιτό
ποτε τρικέφαλος καὶ ἑξάχειρ ἄνθρωπος, ἂν τὸ
πρῶτον ταῦτα ἀπραγμόνως ἀποδέξῃ μὴ ἐξετάσας
εἰ δυνατόν, ἀλλὰ πιστεύσας, εὐθὺς ἀκολούθως ἂν
ἐπάγοι τὰ λοιπά, ὡς καὶ ὀφθαλμοὺς ὁ αὐτὸς εἶχεν
ἓξ καὶ ὦτα ἓξ καὶ φωνὰς τρεῖς ἅμα ἠφίει καὶ
ἤσθιεν διὰ τριῶν στομάτων καὶ δακτύλους τριάκοντα
εἶχεν, οὐχ ὥσπερ ἕκαστος ἡμῶν δέκα ἐν
ἀμφοτέραις ταῖς χερσί· καὶ εἰ πολεμεῖν δέοι, αἱ
τρεῖς μὲν χεῖρες ἑκάστη πέλτην ἢ γέρρον ἢ ἀσπίδα
εἶχον, αἱ τρεῖς δὲ ἡ μὲν πέλεκυν κατέφερεν, ἡ δὲ
λόγχην ἠφίει, ἡ δὲ τῷ ξίφει ἐχρῆτο. καὶ τίς ἔτι


<pb n="v.6.p.398"/>

ἂν ἀπιστήσειε ταῦτα λέγοντι αὐτῷ; ἀκόλουθα γὰρ
τῇ ἀρχῇ, περὶ ᾗς ἐχρῆν εὐθὺς σκοπεῖν εἴπερ
παραδεκτέα
<note xml:lang="mul" n="6.398.1">παραδεκτέα Cobet: δεκτέα MSS.</note>
 καὶ εἰ συγχωρητέα οὕτως ἔχειν.
ἢν δὲ ἅπαξ ἐκεῖνα δῷς, ἐπιρρεῖ τὰ λοιπὰ καὶ
οὔποτε στήσεται καὶ τὸ ἀπιστεῖν αὐτοῖς οὐκέτι
ῥᾴδιον, ἐπείπερ ἀκόλουθα καὶ ὅμοιά ἐστιν τῇ
συγχωρηθείσῃ ἀρχῇ· ἅπερ καὶ ὑμεῖς πάσχετε.
ὑπὸ γὰρ δὴ ἔρωτος καὶ προθυμίας οὐκ ἐξετάσαντες
τὰ κατὰ τὴν εἴσοδον ἑκάστην ὅπως ὑμῖν ἔχει,
προχωρεῖτε ὑπὸ τῆς ἀκολουθίας ἑλκόμενοι, οὐκ
ἐννοοῦντες εἴ τι γένοιτο ἂν ἀκόλουθόν τι αὑτῷ καὶ
ψεῦδος ὄν· οἷον, εἴ τις λέγοι τὰ δὶς πέντε ἑπτὰ
εἶναι καὶ σὺ πιστεύσειας αὐτῷ μὴ ἀριθμήσας ἐπὶ
σαυτοῦ, ἐπάξει δηλαδὴ ὅτι καὶ τετράκις πέντε
τετταρεσκαίδεκα πάντως ἐστὶ καὶ μέχρι ἂν ὅτου
ἐθελήσῃ. οἷα καὶ ἡ θαυμαστὴ γεωμετρία ποιεῖ—κἀκείνη
γὰρ τοὺς ἐν ἀρχῇ ἀλλόκοτά τινα αἰτήματα
αἰτήσασα καὶ συγχωρηθῆναι αὐτῇ ἀξιώσασα οὐδὲ
συστῆναι δυνάμενα—σημεῖά τινα ἀμερῆ καὶ γραμμὰς
ἀπλατεῖς καὶ τὰ τοιαῦτα, ἐπὶ σαθροῖς τοῖς
θεμελίοις τούτοις οἰκοδομεῖ τὰ τοιαῦτα καὶ ἀξιοῖ
εἰς ἀπόδειξιν ἀληθῆ λέγειν ἀπὸ ψευδοῦς τῆς ἀρχῆς
ὁρμωμένη.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>