<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:7-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:7-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="7"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Τὰ δὲ δὴ ἄνω ὅτι εὐδαίμονα καὶ τοιαῦτα ὡς
πάντα χρῆν ὑπομεῖναι δι’ αὐτά πόθεν ἔχεις
εἰδέναι; οὐ γὰρ δὴ αὐτός πω ἀνελήλυθας.</p></sp><pb n="v.6.p.272"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἀλλὰ τῷ διδασκάλῳ πιστεύω λέγοντι. ὁ δὲ
πάνυ οἶδεν ἅτε ἀκρότατος ἤδη ὤν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἔλεγε δὲ πρὸς θεῶν ποῖα τὰ περὶ αὐτῶν ἢ τίνα
τὴν εὐδαιμονίαν εἶναι τὴν ἐκεῖ; ἦ που τινὰ πλοῦτον
καὶ δόξαν καὶ ἡδονὰς ἀνυπερβλήτους;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Εὐφήμει, ὦ ἑταῖρε. οὐδὲν γάρ ἐστι ταῦτα πρὸς
τὸν ἐν τῇ ἀρετῇ βίον.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀλλὰ τίνα φησὶ τἀγαθά εἰ μὴ ταῦτα ἕξειν πρὸς
τὸ τέλος τῆς ἀσκήσεως ἐλθόντας;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Σοφίαν καὶ ἀνδρείαν καὶ τὸ καλὸν αὐτὸ καὶ τὸ
δίκαιον καὶ τὸ πάντα ἐπίστασθαι βεβαίως πεπεισμένον
ᾗ ἕκαστα ἔχει. πλούτους δὲ καὶ δόξας καὶ
ἡδονὰς καὶ ὅσα τοῦ σώματος ταῦτα πάντα κάτω
ἀφεῖκεν
<note xml:lang="mul" n="6.272.1">ἀφεῖκεν Mras: ἀφηῖκεν? Γ: ἀφεὶς G: ἀφῆκε(ν) other MSS.</note>
 καὶ ἀποδυσάμενος ἀνέρχεται, ὥσπερ
φασὶ τὸν Ἡρακλέα ἐν τῇ Οἴτῃ κατακαυθέντα
θεὸν γενέσθαι· καὶ γὰρ ἐκεῖνος ἀποβαλὼν ὁπόσον
ἀνθρώπειον εἶχε παρὰ τῆς μητρὸς καὶ καθαρόν τε
καὶ ἀκήρατον φέρων τὸ θεῖον ἀνέπτατο ἐς τοὺς
θεοὺς διευκρινηθὲν ὑπὸ τοῦ πυρός. καὶ οὗτοι δὴ
ὑπὸ φιλοσοφίας ὥσπερ ὑπό τινος πυρὸς ἅπαντα
ταῦτα περιαιρεθέντες ἃ τοῖς ἄλλοις θαυμαστὰ
εἶναι δοκεῖ οὐκ ὀρθῶς δοξάζουσιν, ἀνελθόντες ἐπὶ
τὸ ἄκρον εὐδαιμονοῦσι πλούτου καὶ δόξης καὶ



<pb n="v.6.p.274"/>

ἡδονῶν ἀλλ’ οὐδὲ μεμνημένοι ἔτι, καταγελῶντες
δὲ τῶν οἰομένων ταῦτα εἶναι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="8"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Νὴ τὸν Ἡρακλέα, ὦ Ἑρμότιμε, τὸν ἐν Οἴτῃ
ἀνδρεῖα καὶ εὐδαίμονα λέγεις περὶ αὐτῶν. πλὴν
ἀλλὰ τόδε μοι εἰπέ, καὶ κατέρχονταί ποτε ἐκ τῆς
ἄκρας (ἢν ἐθελήσωσι) χρησόμενοι τοῖς κάτω ἃ
καταλελοίπασιν; ἢ ἀνάγκη ἅπαξ ἀνελθόντας
αὐτοὺς μένειν καὶ συνεῖναι τῇ ἀρετῇ πλούτου καὶ
δόξης καὶ ἡδονῶν καταγελῶντας;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλ’ ὃς ἂν ἀποτελεσθῇ
πρὸς ἀρετήν οὔτε ὀργῇ οὔτε φόβῳ οὔτ'
ἐπιθυμίαις ὁ τοιοῦτος ἂν δουλεύοι
<note xml:lang="mul" n="6.274.1">δουλεύοι Guyet: δουλεύσοι G: δουλεύσῃ M: δουλεύῃ other MSS.</note>
 οὐδὲ λυποῖτο
οὐδὲ ὅλως πάθος ἔτι τοιοῦτον πάθοι ἄν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καὶ μὴν εἴ γέ με δεῖ μηδὲν ὀκνήσαντα εἰπεῖν
τἀληθές—ἀλλ’ εὐφημεῖν χρὴ οἶμαι μηδὲ ὅσιον
εἶναι
<note xml:lang="mul" n="6.274.2">ἦ Γ: εἶναι Ν.</note>
 ἐξετάζειν τὰ ὑπὸ τῶν σοφῶν γιγνόμενα.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Μηδαμῶς, ἀλλ’ εἰπὲ ὅ τι καὶ λέγεις.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅρα, ὦ ἑταῖρε, ὡς ἔγωγε καὶ πάνυ ὀκνῶ.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἀλλὰ μὴ ὄκνει, ὦ γενναῖε, πρός γε μόνον ἐμὲ
λέγων.</p></sp><pb n="v.6.p.276"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>