<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:67-68</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:67-68</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="67"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Οὐδέποτε ἄρα ἐξ ὧν σὺ φὴς εὑρήσομεν οὐδὲ
φιλοσοφήσομεν, ἀλλὰ δεήσει ἡμᾶς ἰδιώτην τινὰ
βίον ζῆν ἀποστάντας τοῦ φιλοσοφεῖν. τοῦτο
ξυμβαίνει γε ἐξ
<note xml:lang="mul" n="6.384.1">ἐξ add. edd.</note>
 ὧν φής, ἀδύνατον εἶναι φιλοσοφῆσαι
καὶ ἀνέφικτον ἀνθρώπῳ γε ὄντι. ἀξιοῖς γὰρ
τὸν φιλοσοφήσειν μέλλοντα ἑλέσθαι πρῶτον φιλοσοφίαν
τὴν ἀρίστην, ἡ δὲ αἵρεσις οὕτως σοι ἐδόκει
μόνως ἀκριβὴς ἂν γενέσθαι, εἰ διὰ πάσης φιλοσοφίας
χωρήσαντες ἑλοίμεθα τὴν ἀληθεστάτην.
εἶτα λογιζόμενος ἐτῶν ἀριθμόν, ὁπόσος ἑκάστῃ
ἱκανός, ὑπερεξέπιπτες ἀπομηκύνων τὸ πρᾶγμα ἐς
γενεὰς ἄλλας, ὡς ὑπερήμερον γίγνεσθαι τἀληθὲς
τοῦ ἑκάστου βίου. τελευτῶν δὲ καὶ τοῦτο αὐτὸ
οὐκ ἀνενδοίαστον ἀποφαίνεις, ἄδηλον εἶναι λέγων
εἴτε εὕρηται πρὸς τῶν φιλοσοφούντων πάλαι
τἀληθὲς εἴτε καὶ μή.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Σὺ δὲ πῶς, ὦ Ἑρμότιμε, δύναιο ἂν ἐπομοσάμενος
εἰπεῖν ὅτι εὕρηται πρὸς αὐτῶν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἐγὼ μὲν οὐκ ἂν ὀμόσαιμι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καίτοι πόσα ἄλλα παρεῖδον ἑκών σοι ἐξετάσεως
μακρᾶς καὶ αὐτὰ δεόμενα;</p></sp><pb n="v.6.p.386"/></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="68"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Τὰ ποῖα;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκ ἀκούεις τῶν Στωϊκῶν ἢ Ἐπικουρείων ἢ
Πλατωνικῶν εἶναι φασκόντων τοὺς μὲν εἰδέναι
τοὺς λόγους ἑκάστους, τοὺς δὲ μή, καίτοι τά γε
ἄλλα πάνυ ἀξιοπίστους ὄντας;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἀληθῆ ταῦτα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τὸ τοίνυν διακρῖναι τοὺς εἰδότας καὶ διαγνῶναι
ἀπὸ τῶν οὐκ εἰδότων μέν, φασκόντων δέ, οὔ σοι
δοκεῖ πάνυ ἐργῶδες εἶναι;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ μάλα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Δεήσει τοίνυν σέ, εἰ μέλλεις Στωϊκῶν τὸν
ἄριστον εἴσεσθαι, εἰ καὶ μὴ ἐπὶ πάντας, ἀλλ’ οὖν
ἐπὶ τοὺς πλείστους αὐτῶν ἐλθεῖν καὶ πειραθῆναι
καὶ τὸν ἀμείνω προστήσασθαι διδάσκαλον, γυμνασάμενόν
γε πρότερον καὶ κριτικὴν τῶν τοιούτων
δύναμιν πορισάμενον, ὡς μή σε λάθῃ ὁ χείρων
προκριθείς. καὶ σὺ καὶ πρὸς τοῦτο ὅρα ὅσου δεῖ
τοῦ χρόνου, οὗ ἑκὼν παρῆκα δεδιὼς μὴ σὺ ἀγανακτήσῃς,
καίτοι τό γε μέγιστόν τε ἅμα καὶ
ἀναγκαιότατον ἐν τοῖς τοιούτοις, λέγω δὴ τοῖς
ἀδήλοις τε καὶ ἀμφιβόλοις, ἓν τοῦτό ἐστιν οἶμαι.
καὶ μόνη σοι αὕτη πιστὴ καὶ βέβαιος ἐλπὶς ἐπὶ
τὴν ἀλήθειάν τε καὶ εὕρεσιν αὐτῆς, ἄλλη δὲ οὐδ’
ἡτισοῦν ἢ τὸ κρίνειν δύνασθαι καὶ χωρίζειν ἀπὸ


<pb n="v.6.p.388"/>

τῶν ἀληθῶν τὰ ψευδῆ ὑπάρχειν σοι καὶ κατὰ τοὺς
ἀργυρογνώμονας διαγιγνώσκειν ἅ τε δόκιμα καὶ
ἀκίβδηλα καὶ ἃ παρακεκομμένα, καὶ εἴ ποτε
τοιαύτην τινὰ δύναμιν καὶ τέχνην πορισάμενος
ᾔεις ἐπὶ τὴν ἐξέτασιν τῶν λεγομένων· εἰ δὲ μή,
εὖ ἴσθι ὡς οὐδὲν κωλύσει σε τῆς ῥινὸς ἕλκεσθαι
ὑφ' ἑκάστων ἢ θαλλῷ προδειχθέντι ἀκολουθεῖν
ὥσπερ τὰ πρόβατα· μᾶλλον δὲ τῷ ἐπιτραπεζίῳ
ὕδατι ἐοικὼς ἔσῃ, ἐφ' ὅ τι ἂν μέρος ἑλκύσῃ σέ τις
ἄκρῳ τῷ δακτύλῳ ἀγόμενος, ἢ καὶ νὴ Δία καλάμῳ
τινὶ ἐπ' ὄχθῃ παραποταμίᾳ πεφυκότι καὶ πρὸς
πᾶν τὸ πνέον καμπτομένῳ, κἂν μικρά τις αὔρα
διαφυσήσασα διασαλεύσῃ αὐτόν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>