<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:59-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:59-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="59"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ὡς ὀλισθηρὸς εἶ, ὦ Ἑρμότιμε, καὶ διαδιδράσκεις
ἐκ τῶν χειρῶν. πλὴν ἀλλὰ ὤνησάς γε·
οἰόμενος γὰρ ἐκπεφευγέναι ἐς τὸν αὐτὸν κύρτον
ἐμπέπτωκας.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Πῶς τοῦτο ἔφης;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅτι αὐθομολογούμενον πρᾶγμα λαβὼν καὶ
γνώριμον ἅπασι τὸν οἶνον εἰκάζεις αὐτῷ τὰ
ἀνομοιότατα καὶ περὶ ὧν ἀμφισβητοῦσιν ἅπαντες
ἀφανῶν ὄντων. ὥστε ἔγωγε οὐκ ἔχω εἰπεῖν καθ'
ὅ τι σοι ὅμοιος φιλοσοφία καὶ οἶνος, εἰ μὴ
<note xml:lang="mul" n="6.368.1">εἰ μὴ Lehmann: εἴη MSS.: εἴη, εἰ μὴ Solanus.</note>
 ἄρα
κατὰ τοῦτο μόνον, ὅτι καὶ οἱ φιλόσοφοι ἀποδίδονται
τὰ μαθήματα ὥσπερ οἱ κάπηλοι—κερασάμενοί
γε οἱ πολλοὶ καὶ δολώσαντες καὶ κακομετροῦντες.



<pb n="v.6.p.370"/>

οὑτωσὶ δὲ ἐπισκοπήσωμεν ὅ τι καὶ λέγεις· τὸν
οἶνον φὴς τὸν ἐν τῷ πίθῳ ὅλον αὐτὸν αὑτῷ ὅμοιον
εἶναι, καὶ μὰ Δί' οὐδὲν ἄτοπον. ἀλλὰ καὶ εἴ τις
γεύσαιτο ἀρυσάμενος ὀλίγον ὅσον αὐτοῦ, εἴσεσθαι
αὐτίκα ὁποῖος ἅπας ὁ πίθος ἐστίν, ἀκόλουθον καὶ
τοῦτο, καὶ οὐδὲν ἂν ἔγωγέ τι ἀντεῖπον. ὅρα δὴ
καὶ τὸ μετὰ τοῦτο· φιλοσοφία καὶ οἱ φιλοσοφοῦντες
οἷον ὁ διδάσκαλος ὁ σός, ἆρα ταὐτὰ
πρὸς ὑμᾶς λέγει ὁσημέραι καὶ περὶ τῶν αὐτῶν ἢ
ἄλλα ἄλλοτε; πολλὰ γάρ ἐστι, πρόδηλον, ὦ
ἑταῖρε. ἢ οὐκ ἂν εἴκοσιν ἔτη
<note xml:lang="mul" n="6.370.1">εἴκοσιν ἔτη Solanus: εἰκὸς ἔτι MSS.</note>
 παρέμενες αὐτῷ
κατὰ τὸν Ὀδυσσέα περινοστῶν καὶ περιπλανώμενος,
εἰ τὰ αὐτὰ ἔλεγεν, ἀλλὰ ἀπέχρη ἄν σοι καὶ
ἅπαξ ἀκούσαντι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="60"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Πῶς γὰρ οὔ;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Πῶς οὖν οἷόν τέ σοι ἦν ἀπὸ τοῦ πρώτου γεύματος
εἰδέναι τὰ πάντα; οὐ γὰρ τὰ αὐτά γε,
ἀλλὰ ἀεὶ ἕτερα καινὰ ἐπὶ καινοῖς ἐλέγετο, οὐχ
ὥσπερ ὁ οἶνος ὁ αὐτὸς ἦν. ὥστε, ὦ ἑταῖρε, ἢν
μὴ ὅλον ἐκπίῃς τὸν πίθον, ἄλλως μεθύων περίει·
<note xml:lang="mul" n="6.370.2">ἄλλως μεθύων περίει Fritzschei: καὶ ἄλλως μεθύων περιῄεις MSS.</note>

ἀτεχνῶς γὰρ ἐν τῷ πυθμένι δοκεῖ μοι ὁ θεὸς
κατακρύψαι τὸ φιλοσοφίας ἀγαθὸν ὑπὸ τὴν τρύγα
αὐτήν. δεήσει οὖν ὅλον ἐξαντλῆσαι ἐς τέλος, ἢ
οὔποτ' ἂν εὕροις τὸ νεκτάρεον ἐκεῖνο πόμα, οὗ
πάλαι διψῆν μοι δοκεῖς. σὺ δὲ οἴει τὸ τοιοῦτον
αὐτὸ εἶναι, ὡς εἰ μόνον γεύσαιο αὐτοῦ καὶ σπάσαις
μικρὸν ὅσον, αὐτίκα σε πάνσοφον γενησόμενον



<pb n="v.6.p.372"/>

ὥσπερ φασὶν ἐν Δελφοῖς τὴν πρόμαντιν, ἐπειδὰν
πίῃ τοῦ ἱεροῦ νάματος, ἔνθεον εὐθὺς γίγνεσθαι καὶ
χρᾶν τοῖς προσιοῦσιν. ἀλλ’ οὐχ οὕτως ἔχειν
ἔοικε· σύ γ' οὖν ὑπὲρ ἥμισυ τοῦ πίθου ἐκπεπωκὼς
 ἐνάρχεσθαι ἔτι ἔλεγες.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>