<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:55-56</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:55-56</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="55"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Παπαί, ὦ Ἑρμότιμε, ὡς ἰσχυρὰ ταῦτα εἴρηκας
ἀπὸ τῶν μερῶν ἀξιῶν τὰ ὅλα εἰδέναι. καίτοι ἐγὼ
τὰ ἐναντία ἀκούσας μέμνημαι ὡς ὁ μὲν τὸ ὅλον
εἰδὼς εἰδείη ἂν καὶ τὸ μέρος, ὁ δὲ μόνον τὸ μέρος
οὐκέτι καὶ τὸ ὅλον. οὕτως καί μοι τόδε ἀπόκριναι·
ὁ Φειδίας ἄν ποτε ἰδὼν ὄνυχα λέοντος ἔγνω ἄν
ὅτι λέοντός ἐστιν, εἰ μὴ ἑωράκει ποτὲ λέοντα
ὅλον; ἢ σὺ ἀνθρώπου χεῖρα ἰδὼν ἔσχες ἂν εἰπεῖν
ὅτι ἀνθρώπου ἐστὶ μὴ πρότερον εἰδὼς μηδὲ
ἑωρακὼς ἄνθρωπον; τί σιγᾷς; ἢ βούλει ἐγὼ
ἀποκρίνωμαι ὑπὲρ σοῦ τά γε ἀναγκαῖα ὅτι οὐκ
ἂν εἶχες; ὥστε κινδυνεύει ὁ Φειδίας ἄπρακτος
ἀπεληλυθέναι μάτην ἀναπλάσας τὸν λέοντα· οὐδὲν
γὰρ πρὸς τὸν Διόνυσον ὦπται
<note xml:lang="mul" n="6.362.2">ὦπται anon. conjecture: ὦ παῖ MSS.</note>
 λέγων. ἢ πῶς
ταῦτα ἐκείνοις ὅμοια; τῷ μὲν γὰρ Φειδίᾳ καὶ σοὶ
οὐδὲν ἄλλο τοῦ γνωρίζειν τὰ μέρη αἴτιον ἦν ἢ τὸ
εἰδέναι τὸ ὅλον—ἄνθρωπον λέγω καὶ λέοντα· ἐν






<pb n="v.6.p.364"/>

φιλοσοφίᾳ δέ, οἷον τῇ Στωϊκῶν, πῶς ἂν ἀπὸ τοῦ
μέρους καὶ τὰ λοιπὰ ἴδοις; ἢ πῶς ἂν ἀποφαίνοιο
ὡς καλά; οὐ γὰρ οἶσθα τὸ ὅλον οὗ μέρη ἐκεῖνά
ἐστιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="56"><sp><p>  Ὃ δὲ φής, ὅτι τὰ κεφάλαια ῥᾴδιον ἀκοῦσαι
ἁπάσης φιλοσοφίας ἐν ὀλίγῳ μορίῳ ἡμέρας (οἷον
ἀρχὰς αὐτῶν καὶ τέλη καὶ τί θεοὺς οἴονται εἶναι,
τί ψυχήν, καὶ τίνες μὲν σώματα πάντα φασί, τίνες
δὲ καὶ ἀσώματα εἶναι ἀξιοῦσι, καὶ ὅτι οἱ μὲν
ἡδονήν, οἱ δὲ τὸ καλὸν ἀγαθὸν καὶ εὔδαιμον
τίθενται καὶ τὰ τοιαῦτα) οὑτωσὶ μὲν ἀκούσαντας
ἀποφήνασθαι ῥᾴδιον καὶ ἔργον οὐδέν· εἰδέναι δὲ
ὅστις ὁ τἀληθῆ λέγων ἐστίν, ὅρα μὴ οὐχὶ μορίου
ἐστὶν ἡμέρας ἀλλὰ πολλῶν ἡμερῶν δέηται. ἢ τί
γὰρ ἐκεῖνοι παθόντες ὑπὲρ αὐτῶν τούτων ἑκατοντάδας
καὶ χιλιάδας βιβλίων ἕκαστοι συγγεγράφασιν,
ὡς πείσαιεν οἶμαι ἀληθῆ εἶναι τὰ ὀλίγα
ἐκεῖνα καὶ ἅ σοι δοκεῖ ῥᾴδια καὶ εὐμαθῆ; νῦν
δὲ μάντεως οἶμαι δεήσει σοι κἀνταῦθα πρὸς τὴν
αἵρεσιν τῶν κρειττόνων, εἰ μὴ ἀνέχῃ τὴν διατριβήν
ὡς ἀκριβῶς ἑλέσθαι, αὐτὸς ἅπαντα καὶ ὅλον
ἕκαστον κατανοήσας. ἐπίτομος γὰρ αὕτη γένοιτ'
ἄν, οὐκ ἔχουσα περιπλοκὰς οὐδ’ ἀναβολάς, εἰ
μεταστειλάμενος τὸν μάντιν ἀκούσας τῶν κεφαλαίων
ἁπάντων σφαγιάζοιο ἐφ' ἑκάστοις·
<note xml:lang="mul" n="6.364.1">ἑκάστοις edd.: ἑκάστης MSS.</note>
 ἀπαλλάξει
γάρ σε ὁ θεὸς μυρίων πραγμάτων δείξας ἐν
τῷ τοῦ ἱερείου ἥπατι ἅτινά σοι αἱρετέον.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>