<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:53-54</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:53-54</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="53"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Καὶ τί σοι ἀποκριναίμην ἄν ἔτι, ὃς οὔτε αὐτόν
τινα κρίνειν οἷόν τε εἶναι φής, ἤν μὴ φοίνικος ἔτη
βιώσῃ πάντας ἐν κύκλῳ περιιὼν καὶ πειρώμενος
οὔτε τοῖς προπεπειραμένοις πιστεύειν ἀξιοῖς οὔτε
τοῖς πολλοῖς ἐπαινοῦσιν καὶ μαρτυροῦσιν;</p></sp><pb n="v.6.p.360"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τίνας φὴς τοὺς πολλοὺς εἰδότας καὶ πεπειραμένους
ἁπάντων; εἰ γάρ τις τοιοῦτός ἐστιν,
ἱκανὸς ἔμοιγε καὶ εἷς, καὶ οὐκέτι πολλῶν δεήσει.
ἢν δὲ τοὺς οὐκ εἰδότας λέγῃς, οὐδέν τι τὸ πλῆθος
αὐτῶν προσάξεταί με πιστεύειν ἄχρι ἂν ἢ μηδὲν ἢ
ἓν εἰδότες περὶ ἁπάντων ἀποφαίνωνται.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Μόνος δὲ σὺ τἀληθὲς κατεῖδες, οἱ δὲ ἄλλοι
ἀνόητοι ἅπαντες ὅσοι φιλοσοφοῦσιν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καταψεύδῃ μου, ὦ Ἑρμότιμε, λέγων ὡς ἐγὼ
προτίθημί πῃ ἐμαυτὸν τῶν ἄλλων ἢ τάττω ὅλως
ἐν τοῖς εἰδόσι, καὶ οὐ μνημονεύεις ὧν ἔφην, οὐκ
αὐτὸς εἰδέναι τἀληθὲς ὑπὲρ τοὺς ἄλλους διατεινόμενος
ἀλλὰ μετὰ πάντων αὐτὸ ἀγνοεῖν ὁμολογῶν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="54"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ἀλλ', ὦ Λυκῖνε, τὸ μὲν ἐπὶ πάντας ἐλθεῖν
χρῆναι καὶ πειραθῆναι ὧν φασι καὶ τὸ μὴ ἂν
ἄλλως ἑλέσθαι τὸ βέλτιον ἢ οὕτως, εὔλογον ἴσως,
τὸ δὲ τῇ πείρᾳ ἑκάστῃ τοσαῦτα ἔτη ἀποδιδόναι,
παγγέλοιον, ὥσπερ οὐχ οἷόν τε ὂν ἀπ' ὀλίγων
καταμαθεῖν τὰ πάντα. ἐμοὶ δὲ καὶ πάνυ ῥᾴδιον
εἶναι δοκεῖ τὸ τοιοῦτον καὶ οὐ πολλῆς διατριβῆς
δεόμενον. φασί γέ τοι τῶν πλαστῶν τινα, Φειδίαν
οἶμαι, ὄνυχα μόνον λέοντος ἰδόντα ἀπ' ἐκείνου
ἀναλελογίσθαι, ἡλίκος ἂν ὁ πᾶς λέων γένοιτο κατ'


<pb n="v.6.p.362"/>

ἀξίαν τοῦ ὄνυχος ἀναπλασθείς. καὶ σὺ δέ, ἤν τίς
σοι χεῖρα μόνην ἀνθρώπου δείξῃ τὸ ἄλλο σῶμα
κατακαλύψας, εἴσῃ, οἶμαι, αὐτίκα ὅτι ἄνθρωπός
ἐστι τὸ κεκαλυμμένον, κἂν μὴ τὸ πᾶν σῶμα ἴδῃς.
καὶ τοίνυν τὰ μὲν κεφαλαιώδη ὧν ἅπαντες λέγουσι,
ῥᾴδιον καταμαθεῖν ἐν ὀλίγῳ μορίῳ ἡμέρας, τὸ δὲ
ὑπερακριβὲς τοῦτο καὶ μακρᾶς τῆς ἐξετάσεως
δεόμενον οὐ
<note xml:lang="mul" n="6.362.1">οὐ edd.: καὶ MSS.</note>
 πάνυ ἀναγκαῖον ἐς τὴν αἵρεσιν τοῦ
βελτίονος, ἀλλ’ ἔστι κρῖναι καὶ ἀπ' ἐκείνων.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>