<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:49-50</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:49-50</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="49"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Αὐτὸς ἂν εἰδείης ἄμεινον· ἐγὼ δὲ ὁρῶ τοῦτο,
ὅτι ὀλίγοι ἂν καὶ οὕτω διὰ πασῶν ἐξέλθοιεν ἐκ
γενετῆς εὐθὺς ἀρξάμενοι.</p></sp><pb n="v.6.p.354"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τί ἂν
<note xml:lang="mul" n="6.354.1">ἂν add. Bekker.</note>
 οὖν πάθοι τις, ὦ Ἑρμότιμε, εἰ τοιοῦτόν
ἐστι τὸ πρᾶγμα; ἢ ἀνατρεπτέον ἐκεῖνα τὰ ἤδη
ὡμολογημένα—ὡς οὐκ ἄν τις ἕλοιτο ἐκ πολλῶν τὸ
βέλτιστον μὴ οὐχὶ πειραθεὶς ἁπάντων; ὡς τόν γε
ἄνευ πείρας αἱρούμενον μαντείᾳ μᾶλλον ἢ κρίσει
τἀληθὲς ἀναζητοῦντα. οὐχ οὕτως ἐλέγομεν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ναί.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Πᾶσα τοίνυν ἀνάγκη ἐπὶ τοσοῦτον βιῶναι ἡμᾶς,
εἰ μέλλοιμεν εὖ τε αἱρήσεσθαι ἁπάντων πειραθέντες
καὶ ἑλόμενοι φιλοσοφήσειν καὶ φιλοσοφήσαντες
εὐδαιμονήσειν. πρὶν δὲ οὕτω ποιῆσαι, ἐν σκότῳ
φασὶν ὀρχοίμεθ' ἂν οἷς ἂν τύχωμεν προσπταίοντες
καὶ ὅ τι ἂν πρῶτον ἐς τὰς χεῖρας ἔλθῃ, τοῦτο
εἶναι τὸ ζητούμενον ὑπολαμβάνοντες διὰ τὸ μὴ
εἰδέναι τἀληθές. εἰ δὲ καὶ εὕροιμεν ἄλλως κατά
τινα ἀγαθὴν τύχην περιπεσόντες αὐτῷ, οὐχ
ἕξομεν βεβαίως εἰδέναι εἰ ἐκεῖνό ἐστιν ὃ ζητοῦμεν.
πολλὰ γάρ ἐστιν ὅμοια αὑτοῖς, λέγοντα ἕκαστον
αὐτὸ εἶναι τἀληθέστατον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="50"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ὦ Λυκῖνε, οὐκ οἶδα ὅπως εὔλογα μὲν δοκεῖς μοι
λέγειν, ἀτάρ—εἰρήσεται γὰρ τἀληθές—οὐ μετρίως
ἀνιᾷς με διεξιὼν αὐτὰ καὶ ἀκριβολογούμενος οὐδὲν
δέον. ἴσως δὲ καὶ ἔοικα οὐκ ἐπ' ἀγαθῷ ἐξεληλυθέναι
τήμερον ἐκ τῆς οἰκίας καὶ ἐξελθὼν ἐντετυχηκέναι



<pb n="v.6.p.356"/>

σοι, ὅς με πλησίον ἤδη τῆς ἐλπίδος ὄντα εἰς
ἀπορίας φέρων ἐμβέβληκας ἀδύνατον ἀποφαίνων
τῆς ἀληθείας τὴν εὕρεσιν ἐτῶν γε τοσούτων
δεομένην.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν, ὦ ἑταῖρε, πολὺ δικαιότερον μέμφοιο ἂν
τῷ πατρί σου Μενεκράτει καὶ τῇ μητρὶ ἥτις
<note xml:lang="mul" n="6.356.1">ἥτις β: εἴ τις γ.</note>
 ποτὲ
ἐκαλεῖτο (οὐ γὰρ οἶδα), ἢ καὶ πολὺ πρότερον τῇ
φύσει ἡμῶν ὅτι σε μὴ κατὰ τὸν Τιθωνὸν πολυετῆ
καὶ μακρόβιον ἔθεσαν, ἀλλὰ περιέγραψαν μὴ
πλείω βιῶναι τὸ μήκιστον ἐτῶν ἑκατὸν ἄνθρωπον
ὄντα. ἐγὼ δὲ μετὰ σοῦ σκεπτόμενος εὗρον τὸ ἐκ
τοῦ λόγου ἀποβάν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>