<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:47-48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:47-48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="47"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Τί δὴ οὖν πράξομεν, ὦ Ἑρμότιμε; οὐ γὰρ
<note xml:lang="mul" n="6.348.1">οὐ γὰρ ἀπ. Seager οὐκ ἂν ἀπ. MSS.</note>

ἀπαγορευτέον οἶμαι ἐπεὶ μηδενὸς ἡγεμόνος τοιούτου
ἔς γε τὸ παρὸν εὐποροῦμεν. ἆρα τόδε
πάντων κράτιστόν ἐστι καὶ ἀσφαλέστατον, αὐτὸν
ἕκαστον ἀρξάμενον διὰ πάσης προαιρέσεως χωρῆσαι
καὶ ἐπισκέψασθαι ἀκριβῶς τὰ ὑπὸ πάντων λεγόμενα;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἔοικεν ἀπό γε τούτων. πλὴν ἐκεῖνο μὴ ἐναντίον
ᾖ ὃ μικρῷ πρόσθεν ἔλεγες, ὡς οὐ ῥᾴδιον
ἐπιδόντα ἑαυτὸν καὶ πετάσαντα τὴν ὀθόνην
ἀναδραμεῖν αὖθις. πῶς γὰρ οἷόν τε πάσας ἐπελθεῖν
τὰς ὁδοὺς ἐν τῇ πρώτῃ, ὡς φής,
κατασχεθησομένῳ;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἐγώ σοι φράσω. τὸ τοῦ Θησέως ἐκεῖνο μιμησόμεθα
καί τι λίνον παρὰ τῆς τραγικῆς Ἀριάδνης
λαβόντες εἴσιμεν ἐς τὸν λαβύρινθον ἕκαστον, ὡς
ἔχειν ἀπραγμόνως μηρυόμενοι αὐτὸ ἐξιέναι.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τίς ἂν οὖν ἡμῖν Ἀριάδνη γένοιτ' ἂν ἢ πόθεν τοῦ
λίνου εὐπορήσομεν;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Θάρρει, ὦ ἑταῖρε. δοκῶ γάρ μοι εὑρηκέναι
οὗτινος ἐχόμενοι ἐξέλθοιμεν ἄν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τί οὖν τοῦτό ἐστιν;</p></sp><pb n="v.6.p.350"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκ ἐμὸν ἐρῶ ἀλλά τινος τῶν σοφῶν, τὸ “νῆφε
καὶ μέμνησο ἀπιστεῖν”· ἢν γὰρ μὴ ῥᾳδίως πιστεύωμεν
ἀκούοντες ἀλλὰ δικαστικῶς αὐτὸ ποιῶμεν
ἀπολιπόντες καὶ τοῖς ἑξῆς λόγον, ἴσως ἂν εὐμαρῶς
τοὺς λαβυρίνθους ἐκφύγοιμεν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Εὐ λέγεις, καὶ τοῦτο ποιῶμεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="48"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Εἶεν. ἐπὶ τίνα δὴ αὐτῶν πρῶτον ἔλθοιμεν ἄν;
ἢ τοῦτο μὲν οὐδὲν διοίσει; ἀρξάμενοι δὲ ἀφ'
ὁτουοῦν οἷον ἀπὸ Πυθαγόρου ἢν οὕτω τύχῃ,
πόσῳ ἂν χρόνῳ οἰόμεθα ἐκμαθεῖν τὰ Πυθαγόρου
ἅπαντα; καὶ μή
<note xml:lang="mul" n="6.350.1">μή U: om. other MSS</note>
 μοι ἐξαίρει καὶ τὰ πέντε ἔτη
ἐκεῖνα τὰ τῆς σιωπῆς· σὺν δ’ οὖν τοῖς πέντε
ἱκανὰ τριάκοντα οἶμαι, εἰ δὲ μή, ἀλλὰ πάντως γε
εἴκοσι.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Θῶμεν οὕτως.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Εἶτα ἑξῆς τῷ Πλάτωνι θετέον δηλαδὴ τοσαῦτα
ἕτερα, ἔτι μὴν καὶ Ἀριστοτέλει οὐκ ἐλάττω.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐ γάρ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Χρυσίππῳ δέ γε οὐκέτι ἐρήσομαί σε πόσα. οἶδα
γὰρ παρὰ σοῦ ἀκούσας ὅτι τετταράκοντα μόγις
ἱκανά.</p></sp><pb n="v.6.p.352"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὕτως.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Εἶτα ἑξῆς Ἐπικούρῳ καὶ τοῖς ἄλλοις. ὡς δὲ
οὐ πολλὰ ταῦτα τίθημι, ἐκεῖθεν μάθοις ἄν, ἢν
ἐννοήσῃς ὅσοι ὀγδοηκοντούτεις εἰσὶ Στωϊκοὶ ἢ
Ἐπικούρειοι ἢ Πλατωνικοὶ ὁμολογοῦντες μὴ
πάντα εἰδέναι τὰ τῆς ἑαυτοῦ αἱρέσεως ἕκαστος,
ὡς μηδὲν ἐνδεῖν σφίσιν ἐς τὰ μαθήματα. εἰ δὲ
μή, ἀλλὰ Χρύσιππός γε καὶ Ἀριστοτέλης καὶ
Πλάτων φαῖεν ἄν, καὶ πρὸ τούτων ὁ Σωκράτης
οὐδὲν φαυλότερος αὐτῶν, ὃς ἐκεκράγει πρὸς
ἅπαντας οὐχ ὅπως μὴ πάντα, ἀλλὰ μηδ’ ὅλως
εἰδέναι τι ἢ τοῦτο μόνον ὅτι οὐκ οἶδεν. λογισώμεθα
οὖν ἐξ ἀρχῆς· εἴκοσι τῷ Πυθαγόρᾳ ἐτίθεμεν, εἶτα
Πλάτωνι τοσαῦθ' ἕτερα, εἶτα ἑξῆς τοῖς ἄλλοις.
πόσα δὴ
<note xml:lang="mul" n="6.352.1">δὴ Bekker: δ’ MSS.</note>
 οὖν ταῦτα συντεθέντα ἐν κεφαλαίῳ
γένοιτ' ἄν, εἰ δέκα μόνας θεῖμεν τὰς αἱρέσεις ἐν
φιλοσοφίᾳ;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ὑπὲρ διακόσια, ὦ Λυκῖνε.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Βούλει οὖν ἀφαιρῶμεν τὸ τέταρτον, ὡς πεντήκοντα
καὶ ἑκατὸν ἔτη ἱκανὰ εἶναι, ἢ τὸ ἥμισυ
ὅλον;</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>