<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:45-50</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:45-50</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="45"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Εἰκότως· οὐδὲ γὰρ εὐπρόσωπον οὐδέν. ὥστε
ἢν ἐθέλωμεν ἢ τὸν ἔχοντα τὴν ἱερὰν φιάλην
εὑρεῖν ἢ τὸν ἔφεδρον ἢ τὸν ἄριστα ἡγησόμενον
ἡμῖν ἐς τὴν πόλιν ἐκείνην τὴν Κόρινθον, ἐπὶ
πάντας ἀναγκαίως ἀφιξόμεθα καὶ ἐξετάσομεν
ἄκρως πειρώμενοι καὶ ἀποδύοντες καὶ παραθεωροῦντες.
μόλις γὰρ ἂν οὕτω τἀληθὲς ἐκμάθοιμεν.
καὶ εἴ γέ τις μέλλοι σύμβουλός μοι ἀξιόπιστος
ἔσεσθαι φιλοσοφίας πέρι ἥντινα φιλοσοφητέον,


<pb n="v.6.p.346"/>

οὗτος ἂν εἴη μόνος ὁ τὰ ὑπὸ πασῶν αὐτῶν
λεγόμενα εἰδώς, οἱ δ’ ἄλλοι ἀτελεῖς, καὶ οὐκ ἂν
πιστεύσαιμι αὐτοῖς, ἔστ' ἂν καὶ μιᾶς ἀπείρατοι
ὦσι—τάχα γὰρ ἂν ἡ ἀρίστη ἐκείνη εἴη. οὐ γὰρ
δὴ
<note xml:lang="mul" n="6.346.1">ἂν D. A. Russell. Cf. critical note on p. 378.</note>
 εἴ τις παραστησάμενος καλὸν ἄνθρωπον λέγοι
τοῦτον εἶναι κάλλιστον ἀνθρώπων ἁπάντων, πιστεύσαιμεν
ἂν
<note xml:lang="mul" n="6.346.2">ἂν add. Jacobitz.</note>
 αὐτῷ ἢν μὴ εἰδῶμεν ὅτι πάντας
ἀνθρώπους ἑώρακεν. ἴσως μὲν γὰρ καὶ οὗτος
καλός, εἰ δὲ πάντων κάλλιστος οὐκ ἂν ἔχοι
εἰδέναι μὴ ἰδὼν ἅπαντας. ἡμεῖς δὲ οὐκ αὐτὸ
μόνον καλοῦ, ἀλλὰ τοῦ καλλίστου δεόμεθα· καὶ
ἢν μὴ τοῦτο εὕρωμεν, οὐδὲν ἡμῖν πλέον πεπρᾶχθαι
ἡγησόμεθα. οὐ γὰρ ἀγαπήσομεν ὁποιῳδήποτε
καλῷ ἐντυχόντες, ἀλλ’ ἐκεῖνο τὸ ἀκρότατον
ζητοῦμεν κάλλος, ὅπερ ἀνάγκη ἓν εἶναι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="46"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ἀληθῆ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τί οὖν; ἔχεις μοί τινα εἰπεῖν ἁπάσης ὁδοῦ
πεπειραμένον ἐν φιλοσοφίᾳ καὶ ὃς τά τε ὑπὸ
Πυθαγόρου καὶ Πλάτωνος καὶ Ἀριστοτέλους καὶ
Χρυσίππου καὶ Ἐπικούρου καὶ τῶν ἄλλων λεγόμενα
εἰδὼς τελευτῶν μίαν εἵλετο ἐξ ἁπασῶν
ὁδῶν ἀληθῆ τε δοκιμάσας καὶ πείρᾳ μαθὼν ὡς
μόνη ἄγει εὐθὺ τῆς εὐδαιμονίας; εἰ γάρ τινα
τοιοῦτον εὕροιμεν, παυσόμεθα πράγματα ἔχοντες.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐ ῥᾴδιον, ὦ Λυκῖνε, τοιοῦτον ἄνδρα εὑρεῖν.


<pb n="v.6.p.348"/>

</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="47"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Τί δὴ οὖν πράξομεν, ὦ Ἑρμότιμε; οὐ γὰρ
<note xml:lang="mul" n="6.348.1">οὐ γὰρ ἀπ. Seager οὐκ ἂν ἀπ. MSS.</note>

ἀπαγορευτέον οἶμαι ἐπεὶ μηδενὸς ἡγεμόνος τοιούτου
ἔς γε τὸ παρὸν εὐποροῦμεν. ἆρα τόδε
πάντων κράτιστόν ἐστι καὶ ἀσφαλέστατον, αὐτὸν
ἕκαστον ἀρξάμενον διὰ πάσης προαιρέσεως χωρῆσαι
καὶ ἐπισκέψασθαι ἀκριβῶς τὰ ὑπὸ πάντων λεγόμενα;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἔοικεν ἀπό γε τούτων. πλὴν ἐκεῖνο μὴ ἐναντίον
ᾖ ὃ μικρῷ πρόσθεν ἔλεγες, ὡς οὐ ῥᾴδιον
ἐπιδόντα ἑαυτὸν καὶ πετάσαντα τὴν ὀθόνην
ἀναδραμεῖν αὖθις. πῶς γὰρ οἷόν τε πάσας ἐπελθεῖν
τὰς ὁδοὺς ἐν τῇ πρώτῃ, ὡς φής,
κατασχεθησομένῳ;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἐγώ σοι φράσω. τὸ τοῦ Θησέως ἐκεῖνο μιμησόμεθα
καί τι λίνον παρὰ τῆς τραγικῆς Ἀριάδνης
λαβόντες εἴσιμεν ἐς τὸν λαβύρινθον ἕκαστον, ὡς
ἔχειν ἀπραγμόνως μηρυόμενοι αὐτὸ ἐξιέναι.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τίς ἂν οὖν ἡμῖν Ἀριάδνη γένοιτ' ἂν ἢ πόθεν τοῦ
λίνου εὐπορήσομεν;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Θάρρει, ὦ ἑταῖρε. δοκῶ γάρ μοι εὑρηκέναι
οὗτινος ἐχόμενοι ἐξέλθοιμεν ἄν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τί οὖν τοῦτό ἐστιν;</p></sp><pb n="v.6.p.350"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκ ἐμὸν ἐρῶ ἀλλά τινος τῶν σοφῶν, τὸ “νῆφε
καὶ μέμνησο ἀπιστεῖν”· ἢν γὰρ μὴ ῥᾳδίως πιστεύωμεν
ἀκούοντες ἀλλὰ δικαστικῶς αὐτὸ ποιῶμεν
ἀπολιπόντες καὶ τοῖς ἑξῆς λόγον, ἴσως ἂν εὐμαρῶς
τοὺς λαβυρίνθους ἐκφύγοιμεν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Εὐ λέγεις, καὶ τοῦτο ποιῶμεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="48"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Εἶεν. ἐπὶ τίνα δὴ αὐτῶν πρῶτον ἔλθοιμεν ἄν;
ἢ τοῦτο μὲν οὐδὲν διοίσει; ἀρξάμενοι δὲ ἀφ'
ὁτουοῦν οἷον ἀπὸ Πυθαγόρου ἢν οὕτω τύχῃ,
πόσῳ ἂν χρόνῳ οἰόμεθα ἐκμαθεῖν τὰ Πυθαγόρου
ἅπαντα; καὶ μή
<note xml:lang="mul" n="6.350.1">μή U: om. other MSS</note>
 μοι ἐξαίρει καὶ τὰ πέντε ἔτη
ἐκεῖνα τὰ τῆς σιωπῆς· σὺν δ’ οὖν τοῖς πέντε
ἱκανὰ τριάκοντα οἶμαι, εἰ δὲ μή, ἀλλὰ πάντως γε
εἴκοσι.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Θῶμεν οὕτως.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Εἶτα ἑξῆς τῷ Πλάτωνι θετέον δηλαδὴ τοσαῦτα
ἕτερα, ἔτι μὴν καὶ Ἀριστοτέλει οὐκ ἐλάττω.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐ γάρ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Χρυσίππῳ δέ γε οὐκέτι ἐρήσομαί σε πόσα. οἶδα
γὰρ παρὰ σοῦ ἀκούσας ὅτι τετταράκοντα μόγις
ἱκανά.</p></sp><pb n="v.6.p.352"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὕτως.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Εἶτα ἑξῆς Ἐπικούρῳ καὶ τοῖς ἄλλοις. ὡς δὲ
οὐ πολλὰ ταῦτα τίθημι, ἐκεῖθεν μάθοις ἄν, ἢν
ἐννοήσῃς ὅσοι ὀγδοηκοντούτεις εἰσὶ Στωϊκοὶ ἢ
Ἐπικούρειοι ἢ Πλατωνικοὶ ὁμολογοῦντες μὴ
πάντα εἰδέναι τὰ τῆς ἑαυτοῦ αἱρέσεως ἕκαστος,
ὡς μηδὲν ἐνδεῖν σφίσιν ἐς τὰ μαθήματα. εἰ δὲ
μή, ἀλλὰ Χρύσιππός γε καὶ Ἀριστοτέλης καὶ
Πλάτων φαῖεν ἄν, καὶ πρὸ τούτων ὁ Σωκράτης
οὐδὲν φαυλότερος αὐτῶν, ὃς ἐκεκράγει πρὸς
ἅπαντας οὐχ ὅπως μὴ πάντα, ἀλλὰ μηδ’ ὅλως
εἰδέναι τι ἢ τοῦτο μόνον ὅτι οὐκ οἶδεν. λογισώμεθα
οὖν ἐξ ἀρχῆς· εἴκοσι τῷ Πυθαγόρᾳ ἐτίθεμεν, εἶτα
Πλάτωνι τοσαῦθ' ἕτερα, εἶτα ἑξῆς τοῖς ἄλλοις.
πόσα δὴ
<note xml:lang="mul" n="6.352.1">δὴ Bekker: δ’ MSS.</note>
 οὖν ταῦτα συντεθέντα ἐν κεφαλαίῳ
γένοιτ' ἄν, εἰ δέκα μόνας θεῖμεν τὰς αἱρέσεις ἐν
φιλοσοφίᾳ;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ὑπὲρ διακόσια, ὦ Λυκῖνε.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Βούλει οὖν ἀφαιρῶμεν τὸ τέταρτον, ὡς πεντήκοντα
καὶ ἑκατὸν ἔτη ἱκανὰ εἶναι, ἢ τὸ ἥμισυ
ὅλον;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="49"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Αὐτὸς ἂν εἰδείης ἄμεινον· ἐγὼ δὲ ὁρῶ τοῦτο,
ὅτι ὀλίγοι ἂν καὶ οὕτω διὰ πασῶν ἐξέλθοιεν ἐκ
γενετῆς εὐθὺς ἀρξάμενοι.</p></sp><pb n="v.6.p.354"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τί ἂν
<note xml:lang="mul" n="6.354.1">ἂν add. Bekker.</note>
 οὖν πάθοι τις, ὦ Ἑρμότιμε, εἰ τοιοῦτόν
ἐστι τὸ πρᾶγμα; ἢ ἀνατρεπτέον ἐκεῖνα τὰ ἤδη
ὡμολογημένα—ὡς οὐκ ἄν τις ἕλοιτο ἐκ πολλῶν τὸ
βέλτιστον μὴ οὐχὶ πειραθεὶς ἁπάντων; ὡς τόν γε
ἄνευ πείρας αἱρούμενον μαντείᾳ μᾶλλον ἢ κρίσει
τἀληθὲς ἀναζητοῦντα. οὐχ οὕτως ἐλέγομεν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ναί.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Πᾶσα τοίνυν ἀνάγκη ἐπὶ τοσοῦτον βιῶναι ἡμᾶς,
εἰ μέλλοιμεν εὖ τε αἱρήσεσθαι ἁπάντων πειραθέντες
καὶ ἑλόμενοι φιλοσοφήσειν καὶ φιλοσοφήσαντες
εὐδαιμονήσειν. πρὶν δὲ οὕτω ποιῆσαι, ἐν σκότῳ
φασὶν ὀρχοίμεθ' ἂν οἷς ἂν τύχωμεν προσπταίοντες
καὶ ὅ τι ἂν πρῶτον ἐς τὰς χεῖρας ἔλθῃ, τοῦτο
εἶναι τὸ ζητούμενον ὑπολαμβάνοντες διὰ τὸ μὴ
εἰδέναι τἀληθές. εἰ δὲ καὶ εὕροιμεν ἄλλως κατά
τινα ἀγαθὴν τύχην περιπεσόντες αὐτῷ, οὐχ
ἕξομεν βεβαίως εἰδέναι εἰ ἐκεῖνό ἐστιν ὃ ζητοῦμεν.
πολλὰ γάρ ἐστιν ὅμοια αὑτοῖς, λέγοντα ἕκαστον
αὐτὸ εἶναι τἀληθέστατον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="50"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ὦ Λυκῖνε, οὐκ οἶδα ὅπως εὔλογα μὲν δοκεῖς μοι
λέγειν, ἀτάρ—εἰρήσεται γὰρ τἀληθές—οὐ μετρίως
ἀνιᾷς με διεξιὼν αὐτὰ καὶ ἀκριβολογούμενος οὐδὲν
δέον. ἴσως δὲ καὶ ἔοικα οὐκ ἐπ' ἀγαθῷ ἐξεληλυθέναι
τήμερον ἐκ τῆς οἰκίας καὶ ἐξελθὼν ἐντετυχηκέναι



<pb n="v.6.p.356"/>

σοι, ὅς με πλησίον ἤδη τῆς ἐλπίδος ὄντα εἰς
ἀπορίας φέρων ἐμβέβληκας ἀδύνατον ἀποφαίνων
τῆς ἀληθείας τὴν εὕρεσιν ἐτῶν γε τοσούτων
δεομένην.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν, ὦ ἑταῖρε, πολὺ δικαιότερον μέμφοιο ἂν
τῷ πατρί σου Μενεκράτει καὶ τῇ μητρὶ ἥτις
<note xml:lang="mul" n="6.356.1">ἥτις β: εἴ τις γ.</note>
 ποτὲ
ἐκαλεῖτο (οὐ γὰρ οἶδα), ἢ καὶ πολὺ πρότερον τῇ
φύσει ἡμῶν ὅτι σε μὴ κατὰ τὸν Τιθωνὸν πολυετῆ
καὶ μακρόβιον ἔθεσαν, ἀλλὰ περιέγραψαν μὴ
πλείω βιῶναι τὸ μήκιστον ἐτῶν ἑκατὸν ἄνθρωπον
ὄντα. ἐγὼ δὲ μετὰ σοῦ σκεπτόμενος εὗρον τὸ ἐκ
τοῦ λόγου ἀποβάν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>