<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:41-42</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:41-42</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="41"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἔχ' ἀτρέμας. τούτου γὰρ ἐδεόμην μάλιστα.
οὐκοῦν ἐννέα ὄντες ἀνεσπάκασιν ἅπαντες καὶ
ἔχουσι τοὺς κλήρους. περιιὼν δὴ (βούλομαι γάρ
σε Ἑλλανοδίκην ἀντὶ θεατοῦ ποιῆσαι) ἐπισκοπεῖς
τὰ γράμματα, καὶ οὐ πρότερον οἶμαι μάθοις ἂν
ὅστις ὁ ἔφεδρός ἐστιν, ἢν μὴ ἐπὶ πάντας ἔλθῃς
καὶ συζεύξῃς αὐτούς.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Πῶς, ὦ Λυκῖνε, τοῦτο φής;</p></sp><pb n="v.6.p.340"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀδύνατόν ἐστιν εὐθὺς εὑρεῖν τὸ γράμμα ἐκεῖνο
τὸ δηλοῦν τὸν ἔφεδρον, ἢ τὸ μὲν γράμμα ἴσως ἂν
εὕροις, οὐ μὴν εἴσῃ γε εἰ ἐκεῖνός ἐστιν· οὐ γὰρ
προείρηται ὅτι τὸ Κ ἢ τὸ Μ ἢ τὸ Ι ἐστὶν τὸ
χειροτονοῦν τὸν ἔφεδρον. ἀλλ’ ἐπειδὰν τῷ Α
ἐντύχῃς, ζητεῖς τὸν τὸ ἕτερον Α ἔχοντα καὶ
εὑρὼν ἐκείνους μὲν ἤδη συνέζευξας, ἐντυχὼν δὲ
αὖθις τῷ βῆτα τὸ ἕτερον βῆτα ὅπου ἐστὶν ζητεῖς,
τὸ ἀντίπαλον τῷ εὑρεθέντι, καὶ ἐπὶ πάντων
ὁμοίως, ἄχρι ἂν ἐκεῖνός σοι περιλειφθῇ ὁ τὸ
μόνον γράμμα ἔχων τὸ ἀνανταγώνιστον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="42"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Τί δ’ εἰ ἐκείνῳ πρώτῳ ἢ δευτέρῳ ἐντύχοις,
<note xml:lang="mul" n="6.340.1">ἐντύχοις Belinus: ἐντύχῃς MSS.</note>
 τί
ποιήσεις;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐ μὲν οὖν, ἀλλὰ σὺ ὁ Ἑλλανοδίκης ἐθέλω
εἰδέναι ὅ τι καὶ πράξεις, πότερον αὐτίκα ἐρεῖς ὅτι
οὗτός ἐστιν ὁ ἔφεδρος, ἢ δεήσει ἐπὶ πάντας ἐν
κύκλῳ ἐλθόντα ἰδεῖν εἴ που αὐτῷ γράμμα ὅμοιόν
ἐστιν; ὡς εἴ γε μὴ τοὺς πάντων κλήρους ἴδοις
οὐκ ἂν μάθοις τὸν ἔφεδρον.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ μήν, ὦ Λυκῖνε, ῥᾳδίως ἂν μάθοιμι. ἐπὶ
γοῦν τῶν ἐννέα ἢν τὸ Ε εὕρω πρῶτον ἢ δεύτερον,
οἶδα ὅτι ἔφεδρος ὁ τοῦτο ἔχων ἐστί.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Πῶς, ὦ Ἑρμότιμε;</p></sp><pb n="v.6.p.342"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὕτως· τὸ Α δύο αὐτῶν ἔχουσιν καὶ τὸ Β
ὁμοίως δύο, τῶν λοιπῶν δὲ τεττάρων ὄντων οἱ
μὲν τὸ Γ, οἱ δὲ τὸ Δ πάντως ἀνεσπάκασιν καὶ
ἀνήλωται ἤδη ἐς τοὺς ἀθλητὰς ὀκτὼ ὄντας τὰ
τέτταρα γράμματα. δῆλον οὖν ὅτι μόνον ἂν
οὕτω περιττὸν εἴη τὸ ἑξῆς γράμμα τὸ Ε, καὶ ὁ
τοῦτο ἀνεσπακὼς ἔφεδρός ἐστι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Πότερον ἐπαινέσω σε, ὦ Ἑρμότιμε, τῆς συνέσεως,
ἢ θέλεις ἀντείπω τά γ' ἐμοὶ δοκοῦντα
ὁποῖα ἂν ᾖ;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Νὴ Δία. διαπορῶ μέντοι ὅ τι ἂν εὔλογον
ἀντειπεῖν ἔχοις πρὸς τὸ τοιοῦτον.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>