<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:39-44</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:39-44</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="39"><sp><p>  Καὶ γὰρ αὖ τὸ τὴν πολλὴν ἀπορίαν παρεχόμενον
τοῦτό ἐστιν, ὅτι ἕκαστος τῶν ἀποδυθησομένων
ἔχει τι πάντως, ὁ μὲν σκύφον, ὁ δὲ φιάλην, ὁ δὲ
στέφανον, καὶ ὁ μὲν ἐκ χαλκοῦ, ὁ δὲ ἐκ χρυσοῦ,
ὁ δὲ ἀργύρου. εἰ δὲ ὃ ἔχει, τοῦτο ἱερόν ἐστιν,
οὐδέπω δῆλον. πᾶσα τοίνυν ἀνάγκη ἀπορεῖν
ὅντινα ἱερόσυλον εἴπῃς, ὅπου γε καὶ εἰ πάντες τὰ
ὅμοια εἶχον ἄδηλον ἦν καὶ οὕτως ὅστις ὁ τὰ τοῦ
θεοῦ ὑφῃρημένος—ἔστι γὰρ καὶ ἰδιωτικὰ ἔχειν.
τὸ δ’ αἴτιον τῆς ἀγνοίας ἕν ἐστιν οἶμαι τὸ ἀνεπίγραφον
εἶναι τὴν ἀπολομένην φιάλην (θῶμεν γὰρ
φιάλην ἀπολωλέναι), ὡς εἴ γε ἐπεγέγραπτο τοῦ
θεοῦ τὸ ὄνομα ἢ τοῦ ἀναθέντος ἧττον ἂν ἐκάμνομεν
καὶ εὑρόντες τὴν ἐπιγεγραμμένην ἐπεπαύμεθ' ἂν
ἀποδύοντες καὶ ἐνοχλοῦντες τοὺς ἄλλους. οἶμαι
δέ σε, ὦ Ἑρμότιμε, καὶ ἀγῶνας ἤδη γυμνικοὺς
ἑωρακέναι πολλάκις.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ ὀρθῶς οἴει. πολλάκις γὰρ καὶ πολλαχόθι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἦ οὖν ποτε καὶ παρὰ τοὺς ἀθλοθέτας αὐτοὺς
ἐκαθέζου;</p></sp><pb n="v.6.p.336"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Νὴ Δία, ἔναγχος Ὀλυμπίασιν ἐπὶ τὰ λαιὰ τῶν
Ἑλλανοδικῶν, Εὐανδρίδου τοῦ Ἠλείου θέαν μοι
προκαταλαβόντος ἐν τοῖς ἑαυτοῦ πολίταις· ἐπεθύμουν
γὰρ ἐγγύθεν ἅπαντα ὁρᾶν τὰ παρὰ τοῖς
Ἑλλανοδίκαις γιγνόμενα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οἶσθα οὖν καὶ τοῦτο, πῶς κληροῦσιν ὅντινα
ᾧτινι χρὴ παλαίειν ἢ παγκρατιάζειν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οἶδα γάρ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν ἂν
<note xml:lang="mul" n="6.336.1">ἂν add. Jacobitz.</note>
 ἄμεινον σὺ εἴποις ὡς ἐγγύθεν ἰδών.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="40"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Τὸ μὲν παλαιὸν ἐπὶ Ἡρακλέους ἀγωνοθετοῦντος
φύλλα δάφνης . . .</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Μή μοι τὰ πάλαι, ὦ Ἑρμότιμε, ἃ δὲ εἶδες
ἐγγύθεν, ἐκεῖνα λέγε.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Κάλπις ἀργυρᾶ πρόκειται ἱερὰ τοῦ θεοῦ. ἐς
ταύτην ἐμβάλλονται κλῆροι μικροί, ὅσον δὴ
κυαμιαῖοι τὸ μέγεθος, ἐπιγεγραμμένοι. ἐγγράφεται
δὲ ἐς δύο μὲν ἄλφα ἐν ἑκατέρῳ, ἐς δύο δὲ τὸ
βῆτα, καὶ ἐς ἄλλους δύο τὸ γάμμα καὶ ἑξῆς κατὰ
τὰ αὐτά, ἢν πλείους οἱ ἀθληταὶ ὦσι, δύο ἀεὶ
κλῆροι τὸ αὐτὸ γράμμα ἔχοντες. προσελθὼν δὴ
τῶν ἀθλητῶν ἕκαστος προσευξάμενος τῷ Διὶ



<pb n="v.6.p.338"/>

καθεὶς τὴν χεῖρα ἐς τὴν κάλπιν ἀνασπᾷ τῶν
κλήρων ἕνα καὶ μετ' ἐκεῖνον ἕτερος, καὶ παρεστὼς
μαστιγοφόρος ἑκάστῳ ἀνέχει αὐτοῦ τὴν χεῖρα οὐ
παρέχων ἀναγνῶναι ὅ τι τὸ γράμμα ἐστὶν ὃ
ἀνέσπακεν. ἁπάντων δὲ ἤδη ἐχόντων ὁ ἀλυτάρχης
οἶμαι ἢ τῶν Ἑλλανοδικῶν αὐτῶν εἷς
(οὐκέτι γὰρ τοῦτο μέμνημαι) περιιὼν ἐπισκοπεῖ
τοὺς κλήρους ἐν κύκλῳ ἑστώτων καὶ οὕτως τὸν
μὲν τὸ ἄλφα ἔχοντα τῷ τὸ ἕτερον ἄλφα ἀνεσπακότι
παλαίειν ἢ παγκρατιάζειν συνάπτει, τὸν δὲ τὸ
βῆτα τῷ τὸ βῆτα ὁμοίως καὶ τοὺς ἄλλους τοὺς
ὁμογράμμους κατὰ ταὐτά. οὕτω μὲν, ἢν ἄρτιοι
ὦσιν οἱ ἀγωνισταί, οἷον
<note xml:lang="mul" n="6.338.1">οἷον β, ὅλον γ.</note>
 ὀκτὼ ἢ τέτταρες ἢ δώδεκα,
ἢν δὲ περιττοί, πέντε ἑπτὰ ἐννέα, γράμμα τι
περιττὸν ἑνὶ κλήρῳ ἐγγραφὲν συμβάλλεται αὐτοῖς,
ἀντίγραφον ἄλλο οὐκ ἔχον. ὃς δ’ ἂν τοῦτο
ἀνασπάσῃ ἐφεδρεύει περιμένων ἔστ' ἂν ἐκεῖνοι
ἀγωνίσωνται· οὐ γὰρ ἔχει τὸ ἀντίγραμμα. καὶ
ἔστι τοῦτο οὐ μικρά τις εὐτυχία τοῦ ἀθλητοῦ, τὸ
μέλλειν ἀκμῆτα τοῖς κεκμηκόσι συμπεσεῖσθαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="41"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἔχ' ἀτρέμας. τούτου γὰρ ἐδεόμην μάλιστα.
οὐκοῦν ἐννέα ὄντες ἀνεσπάκασιν ἅπαντες καὶ
ἔχουσι τοὺς κλήρους. περιιὼν δὴ (βούλομαι γάρ
σε Ἑλλανοδίκην ἀντὶ θεατοῦ ποιῆσαι) ἐπισκοπεῖς
τὰ γράμματα, καὶ οὐ πρότερον οἶμαι μάθοις ἂν
ὅστις ὁ ἔφεδρός ἐστιν, ἢν μὴ ἐπὶ πάντας ἔλθῃς
καὶ συζεύξῃς αὐτούς.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Πῶς, ὦ Λυκῖνε, τοῦτο φής;</p></sp><pb n="v.6.p.340"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀδύνατόν ἐστιν εὐθὺς εὑρεῖν τὸ γράμμα ἐκεῖνο
τὸ δηλοῦν τὸν ἔφεδρον, ἢ τὸ μὲν γράμμα ἴσως ἂν
εὕροις, οὐ μὴν εἴσῃ γε εἰ ἐκεῖνός ἐστιν· οὐ γὰρ
προείρηται ὅτι τὸ Κ ἢ τὸ Μ ἢ τὸ Ι ἐστὶν τὸ
χειροτονοῦν τὸν ἔφεδρον. ἀλλ’ ἐπειδὰν τῷ Α
ἐντύχῃς, ζητεῖς τὸν τὸ ἕτερον Α ἔχοντα καὶ
εὑρὼν ἐκείνους μὲν ἤδη συνέζευξας, ἐντυχὼν δὲ
αὖθις τῷ βῆτα τὸ ἕτερον βῆτα ὅπου ἐστὶν ζητεῖς,
τὸ ἀντίπαλον τῷ εὑρεθέντι, καὶ ἐπὶ πάντων
ὁμοίως, ἄχρι ἂν ἐκεῖνός σοι περιλειφθῇ ὁ τὸ
μόνον γράμμα ἔχων τὸ ἀνανταγώνιστον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="42"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Τί δ’ εἰ ἐκείνῳ πρώτῳ ἢ δευτέρῳ ἐντύχοις,
<note xml:lang="mul" n="6.340.1">ἐντύχοις Belinus: ἐντύχῃς MSS.</note>
 τί
ποιήσεις;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐ μὲν οὖν, ἀλλὰ σὺ ὁ Ἑλλανοδίκης ἐθέλω
εἰδέναι ὅ τι καὶ πράξεις, πότερον αὐτίκα ἐρεῖς ὅτι
οὗτός ἐστιν ὁ ἔφεδρος, ἢ δεήσει ἐπὶ πάντας ἐν
κύκλῳ ἐλθόντα ἰδεῖν εἴ που αὐτῷ γράμμα ὅμοιόν
ἐστιν; ὡς εἴ γε μὴ τοὺς πάντων κλήρους ἴδοις
οὐκ ἂν μάθοις τὸν ἔφεδρον.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ μήν, ὦ Λυκῖνε, ῥᾳδίως ἂν μάθοιμι. ἐπὶ
γοῦν τῶν ἐννέα ἢν τὸ Ε εὕρω πρῶτον ἢ δεύτερον,
οἶδα ὅτι ἔφεδρος ὁ τοῦτο ἔχων ἐστί.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Πῶς, ὦ Ἑρμότιμε;</p></sp><pb n="v.6.p.342"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὕτως· τὸ Α δύο αὐτῶν ἔχουσιν καὶ τὸ Β
ὁμοίως δύο, τῶν λοιπῶν δὲ τεττάρων ὄντων οἱ
μὲν τὸ Γ, οἱ δὲ τὸ Δ πάντως ἀνεσπάκασιν καὶ
ἀνήλωται ἤδη ἐς τοὺς ἀθλητὰς ὀκτὼ ὄντας τὰ
τέτταρα γράμματα. δῆλον οὖν ὅτι μόνον ἂν
οὕτω περιττὸν εἴη τὸ ἑξῆς γράμμα τὸ Ε, καὶ ὁ
τοῦτο ἀνεσπακὼς ἔφεδρός ἐστι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Πότερον ἐπαινέσω σε, ὦ Ἑρμότιμε, τῆς συνέσεως,
ἢ θέλεις ἀντείπω τά γ' ἐμοὶ δοκοῦντα
ὁποῖα ἂν ᾖ;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Νὴ Δία. διαπορῶ μέντοι ὅ τι ἂν εὔλογον
ἀντειπεῖν ἔχοις πρὸς τὸ τοιοῦτον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="43"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Σὺ μὲν γὰρ ὡς ἑξῆς πάντων γραφομένων
γραμμάτων εἴρηκας, οἷον πρώτου τοῦ Α, δευτέρου
δὲ τοῦ Β καὶ κατὰ τὴν τάξιν, ἄχρι ἂν ἐς ἓν αὐτῶν
τελευτήσῃ ὁ ἀριθμὸς τῶν ἀθλητῶν· καὶ δίδωμί
σοι Ὀλυμπίασιν οὕτω γίγνεσθαι. τί δέ, εἰ
ἐξελόντες ἀτάκτως πέντε γράμματα ἐξ ἁπάντων,
τὸ Χ καὶ τὸ Σ καὶ τὸ Ζ καὶ τὸ Κ καὶ τὸ Θ, τὰ
μὲν ἄλλα τέτταρα διπλᾶ ἐπὶ τῶν κλήρων τῶν
ὀκτὼ γράφοιμεν, τὸ δὲ Ζ μόνον ἐπὶ τοῦ ἐνάτου,
ὃ δὴ καὶ δηλοῦν ἔμελλεν ἡμῖν τὸν ἔφεδρον, τί
ποιήσεις πρῶτον εὑρὼν τὸ Ζ; τῷ διαγνώσῃ
ἔφεδρον ὄντα τὸν ἔχοντα αὐτό, ἢν μὴ ἐπὶ πάντας
ἐλθὼν εὕρῃς οὐδὲν αὐτῷ συμφωνοῦν; οὐ γὰρ
εἶχες ὥσπερ νῦν τῇ τάξει αὐτῶν τεκμαίρεσθαι.</p></sp><pb n="v.6.p.344"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Δυσαπόκριτον τοῦτο ἐρωτᾷς.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="44"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἰδοὺ δὴ καὶ ἑτέρως τὸ αὐτὸ ἐπισκόπησον. τί
γάρ εἰ μηδὲ γράμματα γράφοιμεν ἐπὶ τῶν κλήρων
ἀλλά τινα σημεῖα καὶ χαρακτῆρας, οἷα πολλὰ
Αἰγύπτιοι γράφουσιν ἀντὶ τῶν γραμμάτων—κυνοκεφάλους
τινὰς καὶ λεοντοκεφάλους ἀνθρώπους;
ἢ ἐκεῖνα μὲν ἐάσωμεν, ἐπείπερ ἀλλόκοτά
ἐστι. φέρε δὲ τὰ μονοειδῆ καὶ ἁπλᾶ ἐπιγράψωμεν
ὡς οἷόν τε εἰκάσαντες ἀνθρώπους ἐπὶ δυοῖν
κλήροιν, δύο ἵππους ἐπὶ δυοῖν καὶ ἀλεκτρυόνας
δύο καὶ κύνας δύο, τῷ δὲ ἐνάτῳ λέων ἔστω
τοὐπίσημον. ἢν τοίνυν τῷ λεοντοφόρῳ τούτῳ
κλήρῳ ἐν ἀρχῇ ἐντύχῃς, πόθεν ἕξεις εἰπεῖν ὅτι
οὗτός ἐστιν ὁ τὸν ἔφεδρον ποιῶν, ἢν μὴ παραθεωρήσῃς
ἅπαντας ἐπιὼν εἴ τις καὶ ἄλλος λέοντα
ἔχει;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐκ ἔχω ὅ τι σοι ἀποκρίνωμαι, ὦ Λυκῖνε.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>