<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:39-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:39-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="39"><sp><p>  Καὶ γὰρ αὖ τὸ τὴν πολλὴν ἀπορίαν παρεχόμενον
τοῦτό ἐστιν, ὅτι ἕκαστος τῶν ἀποδυθησομένων
ἔχει τι πάντως, ὁ μὲν σκύφον, ὁ δὲ φιάλην, ὁ δὲ
στέφανον, καὶ ὁ μὲν ἐκ χαλκοῦ, ὁ δὲ ἐκ χρυσοῦ,
ὁ δὲ ἀργύρου. εἰ δὲ ὃ ἔχει, τοῦτο ἱερόν ἐστιν,
οὐδέπω δῆλον. πᾶσα τοίνυν ἀνάγκη ἀπορεῖν
ὅντινα ἱερόσυλον εἴπῃς, ὅπου γε καὶ εἰ πάντες τὰ
ὅμοια εἶχον ἄδηλον ἦν καὶ οὕτως ὅστις ὁ τὰ τοῦ
θεοῦ ὑφῃρημένος—ἔστι γὰρ καὶ ἰδιωτικὰ ἔχειν.
τὸ δ’ αἴτιον τῆς ἀγνοίας ἕν ἐστιν οἶμαι τὸ ἀνεπίγραφον
εἶναι τὴν ἀπολομένην φιάλην (θῶμεν γὰρ
φιάλην ἀπολωλέναι), ὡς εἴ γε ἐπεγέγραπτο τοῦ
θεοῦ τὸ ὄνομα ἢ τοῦ ἀναθέντος ἧττον ἂν ἐκάμνομεν
καὶ εὑρόντες τὴν ἐπιγεγραμμένην ἐπεπαύμεθ' ἂν
ἀποδύοντες καὶ ἐνοχλοῦντες τοὺς ἄλλους. οἶμαι
δέ σε, ὦ Ἑρμότιμε, καὶ ἀγῶνας ἤδη γυμνικοὺς
ἑωρακέναι πολλάκις.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ ὀρθῶς οἴει. πολλάκις γὰρ καὶ πολλαχόθι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἦ οὖν ποτε καὶ παρὰ τοὺς ἀθλοθέτας αὐτοὺς
ἐκαθέζου;</p></sp><pb n="v.6.p.336"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Νὴ Δία, ἔναγχος Ὀλυμπίασιν ἐπὶ τὰ λαιὰ τῶν
Ἑλλανοδικῶν, Εὐανδρίδου τοῦ Ἠλείου θέαν μοι
προκαταλαβόντος ἐν τοῖς ἑαυτοῦ πολίταις· ἐπεθύμουν
γὰρ ἐγγύθεν ἅπαντα ὁρᾶν τὰ παρὰ τοῖς
Ἑλλανοδίκαις γιγνόμενα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οἶσθα οὖν καὶ τοῦτο, πῶς κληροῦσιν ὅντινα
ᾧτινι χρὴ παλαίειν ἢ παγκρατιάζειν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οἶδα γάρ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν ἂν
<note xml:lang="mul" n="6.336.1">ἂν add. Jacobitz.</note>
 ἄμεινον σὺ εἴποις ὡς ἐγγύθεν ἰδών.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="40"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Τὸ μὲν παλαιὸν ἐπὶ Ἡρακλέους ἀγωνοθετοῦντος
φύλλα δάφνης . . .</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Μή μοι τὰ πάλαι, ὦ Ἑρμότιμε, ἃ δὲ εἶδες
ἐγγύθεν, ἐκεῖνα λέγε.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Κάλπις ἀργυρᾶ πρόκειται ἱερὰ τοῦ θεοῦ. ἐς
ταύτην ἐμβάλλονται κλῆροι μικροί, ὅσον δὴ
κυαμιαῖοι τὸ μέγεθος, ἐπιγεγραμμένοι. ἐγγράφεται
δὲ ἐς δύο μὲν ἄλφα ἐν ἑκατέρῳ, ἐς δύο δὲ τὸ
βῆτα, καὶ ἐς ἄλλους δύο τὸ γάμμα καὶ ἑξῆς κατὰ
τὰ αὐτά, ἢν πλείους οἱ ἀθληταὶ ὦσι, δύο ἀεὶ
κλῆροι τὸ αὐτὸ γράμμα ἔχοντες. προσελθὼν δὴ
τῶν ἀθλητῶν ἕκαστος προσευξάμενος τῷ Διὶ



<pb n="v.6.p.338"/>

καθεὶς τὴν χεῖρα ἐς τὴν κάλπιν ἀνασπᾷ τῶν
κλήρων ἕνα καὶ μετ' ἐκεῖνον ἕτερος, καὶ παρεστὼς
μαστιγοφόρος ἑκάστῳ ἀνέχει αὐτοῦ τὴν χεῖρα οὐ
παρέχων ἀναγνῶναι ὅ τι τὸ γράμμα ἐστὶν ὃ
ἀνέσπακεν. ἁπάντων δὲ ἤδη ἐχόντων ὁ ἀλυτάρχης
οἶμαι ἢ τῶν Ἑλλανοδικῶν αὐτῶν εἷς
(οὐκέτι γὰρ τοῦτο μέμνημαι) περιιὼν ἐπισκοπεῖ
τοὺς κλήρους ἐν κύκλῳ ἑστώτων καὶ οὕτως τὸν
μὲν τὸ ἄλφα ἔχοντα τῷ τὸ ἕτερον ἄλφα ἀνεσπακότι
παλαίειν ἢ παγκρατιάζειν συνάπτει, τὸν δὲ τὸ
βῆτα τῷ τὸ βῆτα ὁμοίως καὶ τοὺς ἄλλους τοὺς
ὁμογράμμους κατὰ ταὐτά. οὕτω μὲν, ἢν ἄρτιοι
ὦσιν οἱ ἀγωνισταί, οἷον
<note xml:lang="mul" n="6.338.1">οἷον β, ὅλον γ.</note>
 ὀκτὼ ἢ τέτταρες ἢ δώδεκα,
ἢν δὲ περιττοί, πέντε ἑπτὰ ἐννέα, γράμμα τι
περιττὸν ἑνὶ κλήρῳ ἐγγραφὲν συμβάλλεται αὐτοῖς,
ἀντίγραφον ἄλλο οὐκ ἔχον. ὃς δ’ ἂν τοῦτο
ἀνασπάσῃ ἐφεδρεύει περιμένων ἔστ' ἂν ἐκεῖνοι
ἀγωνίσωνται· οὐ γὰρ ἔχει τὸ ἀντίγραμμα. καὶ
ἔστι τοῦτο οὐ μικρά τις εὐτυχία τοῦ ἀθλητοῦ, τὸ
μέλλειν ἀκμῆτα τοῖς κεκμηκόσι συμπεσεῖσθαι.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>