<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:35-36</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:35-36</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="35"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ὦ Λυκῖνε, πρὸς τῆς Ἑστίας, Πλάτωνα μὲν καὶ
Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ τοὺς ἄλλους
ἀτρεμεῖν ἐάσωμεν· οὐ γὰρ κατ' ἐμὲ ἀνταγωνίζεσθαι
αὐτοῖς. νὼ δέ, ἐγώ τε καὶ σύ, ἐφ' ἡμῶν αὐτῶν
ἐξετάσωμεν, εἰ τοιοῦτόν ἐστι τὸ φιλοσοφίας
πρᾶγμα οἷον ἐγώ φημι αὐτὸ εἶναι. Αἰθίοπας δέ
γε ἢ τὴν Γέλωνος γυναῖκα τί ἔδει καλεῖν ἐκ
Συρακουσῶν ἐπὶ τὸν λόγον;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀλλ' ἐκεῖνοι μὲν ἀπίτωσαν ἐκποδών, εἴ σοι
δοκοῦσι περιττοὶ εἶναι πρὸς τὸν λόγον. σὺ δὲ
λέγε ἤδη. θαυμαστὸν γάρ τι ἐρεῖν ἔοικας.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Δοκεῖ μοι, ὦ Λυκῖνε, καὶ πάνυ δυνατὸν εἶναι
μόνα τὰ τῶν Στωϊκῶν ἐκμαθόντα εἰδέναι τἀληθὲς
ἀπὸ τούτων, κἂν μὴ τὰ τῶν ἄλλων ἐπεξέλθῃ τις
ἐκμανθάνων ἕκαστα. οὑτωσὶ δὲ σκόπει· ἤν τις
λέγῃ πρός σέ μόνον τοῦτο ὡς αἱ δύο δυάδες τὸν
τέτταρα ἀριθμὸν ἀποτελοῦσιν, ἆρα δεήσει περιιόντα


<pb n="v.6.p.326"/>

σε πυνθάνεσθαι τῶν ἄλλων ὅσοι ἀριθμητικοὶ
μή τις ἄρα εἴη πέντε ἢ ἑπτὰ λέγων αὐτὰς εἶναι;
ἢ αὐτίκα εἰδείης ἂν ὅτι ὁ ἀνὴρ ἀληθῆ λέγει;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Αὐτίκα, ὦ Ἑρμότιμε.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τί ποτ' οὖν ἀδύνατον εἶναί σοι δοκεῖ, ἐντυγχάνοντά
τινα μόνοις τοῖς Στωϊκοῖς λέγουσι τἀληθῆ
πείθεσθαί τε αὐτοῖς καὶ μηκέτι δεῖσθαι τῶν
ἄλλων εἰδότα ὡς οὐκ ἄν ποτε τὰ τέτταρα πέντε
γένοιτο, οὐδ’ ἂν μυρίοι Πλάτωνες ἢ Πυθαγόραι
λέγωσιν;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="36"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Οὐδὲν πρὸς ἔπος, ὦ Ἑρμότιμε. τὰ γὰρ ὁμολογούμενα
τοῖς ἀμφισβητουμένοις εἰκάζεις, πάμπολυ
αὐτῶν διαφέροντα. ἢ τί ἂν φαίης; ἔστιν ᾧτινι
ἐντετύχηκας λέγοντι τὰς δύο δυάδας συντεθείσας
τὸν ἑπτὰ ἢ ἕνδεκα ἀριθμὸν ἀποτελεῖν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐκ ἔγωγε. ἢ μαίνοιτ' ἂν ὁ μὴ τέτταρα ξυμβαίνειν
λέγων.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τί δὲ, ἐντετύχηκας πώποτε (καὶ πρὸς Χαρίτων
πειρῶ ἀληθεύειν) Στωϊκῷ τινι καὶ Ἐπικουρείῳ
μὴ διαφερομένοις περὶ ἀρχῆς ἢ τέλους;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐδαμῶς.</p></sp><pb n="v.6.p.328"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅρα τοίνυν μή πώς με παραλογίζῃ, ὦ γενναῖε,
καὶ ταῦτα φίλον ὄντα. ζητούντων γὰρ ἡμῶν οἵτινες
ἀληθεύουσιν ἐν φιλοσοφίᾳ, σὺ τοῦτο προαρπάσας
ἔδωκας φέρων τοῖς Στωϊκοῖς λέγων ὡς οὗτοί
εἰσιν οἱ τὰ δὶς δύο τέτταρα τιθέντες, ὅπερ ἄδηλον
εἰ οὕτως ἔχει. φαῖεν γὰρ ἂν οἱ Ἐπικούρειοι ἢ
Πλατωνικοί σφᾶς μὲν οὕτω ξυντιθέναι, ὑμᾶς δὲ
πέντε ἢ ἑπτὰ λέγειν αὐτά. ἢ οὐ δοκοῦσί σοι
τοῦτο ποιεῖν ὁπόταν ὑμεῖς μὲν μόνον τὸ καλὸν
ἀγαθὸν ἡγῆσθε εἶναι, οἱ Ἐπικούρειοι δὲ τὸ ἡδύ;
καὶ ὅταν ὑμεῖς λέγητε σώματα εἶναι ἅπαντα, ὁ
Πλάτων δὲ νομίζῃ καὶ ἀσώματόν τι ἐν τοῖς
οὖσιν εἶναι; ἀλλ’ ὅπερ ἔφην, πλεονεκτικῶς πάνυ
τὸ ἀμφισβητούμενον συλλαβὼν ὡς ἀναμφιλόγως
ἴδιον τῶν Στωϊκῶν δίδως αὐτοῖς ἔχειν,
καίτοι ἀντιλαμβανομένων τῶν ἄλλων καὶ λεγόντων
αὐτῶν τοῦτο εἶναι, ἔνθα δὴ κρίσεως μάλιστα
οἶμαι δεῖ. ἂν μὲν οὖν πρόδηλον γένηται τοῦτο
ὡς Στωϊκῶν ἐστι μόνων τὰ δὶς δύο τέτταρα
ἡγεῖσθαι, ὥρα σιωπᾶν τοῖς ἄλλοις. ἄχρι δ’ ἂν
αὐτοῦ τούτου πέρι διαμάχωνται, πάντων ὁμοίως
ἀκουστέον ἢ εἰδέναι ὅτι πρὸς χάριν δικάζειν
δόξομεν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>