<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:33-34</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:33-34</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="33"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἢ νομίζεις ἐνταῦθα σιωπήσεσθαι ἡμῖν τοὺς
ἀμφὶ τὸν Πλάτωνα καὶ Πυθαγόραν καὶ Ἐπίκουρον
καὶ τοὺς ἄλλους, οὐχὶ δὲ ἀναγελάσαντας ἂν εἰπεῖν
πρὸς ἐμέ, Οἷα ποιεῖ, ὦ Λυκῖνε, ὁ ἑταῖρός σου ὁ
Ἑρμότιμος; ἀξιοῖ τοῖς ἀντιδίκοις περὶ ἡμῶν
πιστεύειν καὶ οἴεται τοιαῦτα εἶναι τὰ ἡμέτερα
ὁποῖα ἂν ἐκεῖνοι φῶσιν ἢ οὐκ εἰδότες ἢ κρυπτόμενοι
τἀληθές; οὐκοῦν ἤν τινα καὶ τῶν ἀθλητῶν
ἴδῃ ἀσκούμενον πρὸ τοῦ ἀγῶνος λακτίζοντα εἰς
τὸν ἀέρα ἢ πὺξ κενὴν πληγήν τινα καταφέροντα
ὡς τὸν ἀνταγωνιστὴν δῆθεν παίοντα, εὐθὺς
ἀνακηρύξει αὐτὸν ἀγωνοθέτης ὢν ὡς ἄμαχόν τινα
ἢ ἐκεῖνα μὲν οἰήσεται ῥᾴδια εἶναι καὶ ἀσφαλῆ τὰ
νεανιεύματα οὐδενὸς ἀνταιρομένου αὐτῷ, τὴν δὲ
νίκην τηνικαῦτα κρίνεσθαι ὁπόταν καταγωνίσηται
τὸν ἀντίπαλον αὐτὸν καὶ κρατήσῃ ὁ δ’ ἀπαγορεύσῃ,
ἄλλως δὲ οὔ; μὴ τοίνυν μηδὲ Ἑρμότιμος ἀφ'
ὧν ἂν οἱ διδάσκαλοι αὐτοῦ σκιαμαχῶσι πρὸς
ἡμᾶς ἀπόντας οἰέσθω κρατεῖν αὐτοὺς ἢ τὰ ἡμέτερα
τοιαῦτα εἶναι ὡς ἀνατρέπεσθαι ῥᾳδίως. ἐπεὶ τὸ
τοιοῦτον ὅμοιον ἂν εἴη τοῖς τῶν παιδίων οἰκοδομήμασιν
ἃ κατασκευάσαντες ἐκεῖνοι ἀσθενῆ εὐθὺς
ἀνατρέπουσιν, ἢ καὶ νὴ Δία τοῖς τοξεύειν μελετῶσιν,
οἳ κάρφη τινὰ συνδήσαντες, ἔπειτα ἐπὶ
κοντοῦ πήξαντες οὐ πόρρω προθέμενοι στοχάζονται
ἀφιέντες, καὶ ἢν τύχωσί ποτε καὶ διαπείρωσι τὰ
κάρφη ἀνέκραγον εὐθὺς ὥς τι μέγα ποιήσαντες,
εἰ διεξελήλυθεν αὐτοῖς τὸ βέλος διὰ τῶν φρυγάνων.
ἀλλ’ οὐ Πέρσαι γε οὕτω ποιοῦσιν οὐδὲ Σκυθῶν
ὅσοι τοξόται, ἀλλὰ πρῶτον μὲν αὐτοὶ κινούμενοι
ἀφ' ἵππων ὡς τὸ πολὺ τοξεύουσιν, ἔπειτα δὲ καὶ


<pb n="v.6.p.322"/>

τὰ τοξευόμενα κινεῖσθαι ἀξιοῦσιν οὐχ ἑστῶτα οὐδὲ
περιμένοντα τὸ βέλος ἔστ' ἂν ἐμπέσῃ, ἀλλὰ
διαδιδράσκοντα ὡς ἔνι μάλιστα. θηρία γέ τοι ὡς
τὸ πολὺ κατατοξεύουσι, καὶ ὀρνίθων ἔνιοι τυγχάνουσιν.
ἢν δέ ποτε καὶ ἐπὶ σκοποῦ δέῃ πειραθῆναι
τοῦ τόνου τῆς πληγῆς, ξύλον ἀντίτυπον ἢ ἀσπίδα
ὠμοβοΐνην προθέμενοι διελαύνουσιν, καὶ οὕτως
πιστεύουσιν κἂν δι’ ὅπλων σφίσι χωρῆσαι τοὺς
οἰστούς. εἰπὲ τοίνυν, ὦ Λυκῖνε, παρ' ἡμῶν
Ἑρμοτίμῳ ὅτι οἱ διδάσκαλοι αὐτοῦ φρύγανα
προθέμενοι κατατοξεύουσιν, εἶτά φασιν ἀνδρῶν
ὡπλισμένων κεκρατηκέναι, καὶ εἰκόνας ἡμῶν
γραψάμενοι πυκτεύουσι πρὸς ἐκείνας, καὶ κρατήσαντες
ὡς τὸ εἰκός ἡμῶν κρατεῖν οἴονται. ἀλλὰ
φαίημεν ἂν ἕκαστος πρὸς αὐτοὺς τὰ τοῦ Ἀχιλλέως
ἐκεῖνα, ἅ φησι περὶ τοῦ Ἕκτορος, ὅτι <quote><l>οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον.</l></quote></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="34"><sp><p> ταῦτα μὲν οἱ ξύμπαντες ἐν τῷ μέρει ἕκαστος.  Ὁ Πλάτων δ’ ἄν μοι δοκεῖ καὶ διηγήσασθαί τι
τῶν ἐκ Σικελίας ὡς ἂν εἰδὼς τὰ πλεῖστα· τῷ
γὰρ Συρακουσίῳ Γέλωνί φασι δυσῶδες εἶναι τὸ
στόμα καὶ τοῦτο ἐπὶ πολὺ διαλαθεῖν αὐτὸν οὐδενὸς
τολμῶντος ἐλέγχειν τύραννον ἄνδρα, μέχρι δή
τινα γυναῖκα ξένην συνενεχθεῖσαν αὐτῷ τολμῆσαι
καὶ εἰπεῖν ὅπως ἔχοι. τὸν δὲ παρὰ τὴν γυναῖκα
ἐλθόντα τὴν ἑαυτοῦ ὀργίζεσθαι ὅτι οὐκ ἐμήνυσε
πρὸς αὐτὸν εἰδυῖα μάλιστα τὴν δυσωδίαν, τὴν δὲ
παραιτεῖσθαι συγγνώμην ἔχειν αὐτῇ· ὑπὲρ γὰρ
τοῦ μὴ πεπειρᾶσθαι ἄλλου ἀνδρὸς μηδὲ ὁμιλῆσαι
πλησίον οἰηθῆναι ἅπασι τοῖς ἀνδράσι τοιοῦτό τι
ἀποπνεῖν τοῦ στόματος. καὶ ὁ Ἑρμότιμος τοιγαροῦν


<pb n="v.6.p.324"/>

ἅτε μόνοις τοῖς Στωϊκοῖς ξυνών, φαίη ἂν ὁ
Πλάτων, εἰκότως ἀγνοεῖ ὁποῖα τῶν ἄλλων τὰ στόματά
ἐστιν. ὅμοια δ’ ἂν καὶ Χρύσιππος εἴποι ἢ
ἔτι πλείω τούτων, εἴπερ λιπὼν αὐτὸν ἄκριτον ἐπὶ
τὰ Πλάτωνος ὁρμήσαιμι πιστεύσας τινὶ τῶν μόνῳ
Πλάτωνι ὡμιληκότων. ἑνί τε λόγῳ ξυνελών
φημι, ἄχρι ἂν ἄδηλον ᾖ τίς ἀληθής ἐστι προαίρεσις
ἐν φιλοσοφίᾳ, μηδεμίαν αἱρεῖσθαι. ὕβρις γὰρ ἐς
τὰς ἄλλας τὸ τοιοῦτον.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>