<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:31-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:31-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="31"><sp><p>  Τοιαῦτα ἄττα εἰκὸς ἐρεῖν αὐτούς. ἢ τάχ' ἄν
τις αὐτῶν καὶ προσέροιτό με, Εἰπέ μοι, λέγων,
ὦ Λυκῖνε, εἴ τις Αἰθίοψ μηδεπώποτε ἄλλους
ἀνθρώπους ἰδών, οἷοι ἡμεῖς ἐσμεν, διὰ τὸ μὴ
ἀποδεδημηκέναι τὸ παράπαν, ἔν τινι συλλόγῳ
τῶν Αἰθιόπων διισχυρίζοιτο καὶ λέγοι μηδαμόθι
τῆς γῆς ἀνθρώπους εἶναι λευκοὺς ἢ ξανθοὺς μηδὲ
ἄλλο τι ἢ μέλανας, ἆρα πιστεύοιτ' ἂν ὑπ' αὐτῶν;
ἢ εἴποι τις ἂν πρὸς αὐτὸν τῶν πρεσβυτέρων
Αἰθιόπων, Σὺ δὲ δὴ πόθεν ταῦτα, ὦ θρασύτατε,
οἶσθα; οὐ γὰρ ἀπεδήμησας παρ' ἡμῶν οὐδαμόσε
οὐδὲ εἶδες νὴ Δία τὰ παρὰ τοῖς ἄλλοις ὁποῖά ἐστι.
φαίην ἂν ἔγωγε δίκαια ἐρωτῆσαι τὸν πρεσβύτην.
ἢ πῶς ὦ Ἑρμότιμε, συμβουλεύεις;</p></sp><pb n="v.6.p.318"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὕτω. δικαιότατα γὰρ ἐπιπλῆξαι δοκεῖ μοι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καὶ γὰρ ἔμοιγε, ὦ Ἑρμότιμε. ἀλλὰ τὸ μετὰ
τοῦτο οὐκέτ' οἶδα εἰ ὁμοίως καὶ σοὶ δόξει. ἐμοὶ
μὲν γὰρ καὶ τοῦτο πάνυ δοκεῖ.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τὸ ποῖον;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="32"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἐπάξει δηλαδὴ ὁ ἀνὴρ καὶ φήσει πρός με ὧδέ
πως, Ἀνάλογον τοίνυν, ὦ Λυκῖνε, κείσθω τις
ἡμῖν τὰ Στωϊκῶν μόνα εἰδώς, καθάπερ ὁ σὸς
φίλος οὗτος ὁ Ἑρμότιμος, ἀποδημήσας δὲ μηδεπώποτε
μήτε ἐς Πλάτωνος μήτε παρὰ τὸν Ἐπίκουρον
μήτε ὅλως παρ' ἄλλον τινά. εἰ τοίνυν λέγοι μηδὲν
οὕτω καλὸν εἶναι μηδ’ ἀληθὲς παρὰ τοῖς πολλοῖς,
οἷα τὰ τῆς Στοᾶς ἐστι καὶ ἃ ἐκείνη φησίν, οὐκ ἂν
εὐλόγως θρασὺς εἶναι δόξειεν σοι περὶ πάντων
ἀποφαινόμενος, καὶ ταῦτα ἓν εἰδώς, οὐδεπώποτε
ἐξ Αἰθιοπίας τὸν ἕτερον πόδα προελθών; τί
βούλει ἀποκρίνωμαι αὐτῷ;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τὸ ἀληθέστατον ἐκεῖνο δηλαδή, ὅτι ἡμεῖς τὰ
μὲν Στωϊκῶν καὶ πάνυ ἐκμανθάνομεν ὡς ἂν κατὰ
ταῦτα φιλοσοφεῖν ἀξιοῦντες, οὐκ ἀγνοοῦμεν δὲ
καὶ τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα. ὁ γὰρ διδάσκαλος
κἀκεῖνα μεταξὺ διέξεισι πρὸς ἡμᾶς καὶ ἀνατρέπει
γε αὐτὰ προσθεὶς αὐτός.</p></sp><pb n="v.6.p.320"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>