<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:3-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:3-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="3"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἀλλὰ τήν γε ἀρχὴν ὁ αὐτὸς οὗτος Ἡσίοδος
ἥμισυ τοῦ παντὸς ἔφη εἶναι, ὥστε κατὰ μέσην
τὴν ἄνοδον ἤδη λέγοντες εἶναί σε οὐκ ἂν ἁμάρτοιμεν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐδέπω οὐδὲ τοῦτο. πάμπολυ γὰρ ἂν ἡμῖν
ἤνυστο.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀλλὰ ποῦ γάρ σε φῶμεν τῆς ὁδοῦ τυγχάνειν
ὄντα;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἐν τῇ ὑπωρείᾳ κάτω ἔτι, ὦ Λυκῖνε, ἄρτι προβαίνειν
βιαζόμενον. ὀλισθηρὰ δὲ καὶ τραχεῖα καὶ
δεῖ χεῖρα ὀρέγοντος.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν ὁ διδάσκαλός σοι τοῦτο ἱκανὸς ποιῆσαι
ἄνωθεν ἐκ τοῦ ἄκρου καθάπερ ὁ τοῦ Ὁμήρου
Ζεὺς χρυσῆν τινα σειρὰν καθιεὶς τοὺς αὑτοῦ
λόγους, ὑφ' ὧν σε ἀνασπᾷ δηλαδὴ καὶ ἀνακουφίζει
πρὸς αὑτόν τε καὶ τὴν ἀρετὴν αὐτὸς πρὸ πολλοῦ
ἀναβεβηκώς.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Αὐτὸ ἔφησθα, ὦ Λυκῖνε, τὸ γιγνόμενον. ὅσον
γοῦν ἐπ' ἐκείνῳ πάλαι ἀνεσπάσμην ἂν
<note xml:lang="mul" n="6.264.1">ἂν Fritzsche: ἄνω MSS.</note>
 καὶ συνῆν
αὐτοῖς. τὸ δ’ ἐμὸν ἔτι ἐνδεῖ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="4"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἀλλὰ θαρρεῖν χρὴ καὶ θυμὸν ἔχειν ἀγαθὸν ἐς
τὸ τέλος τῆς ὁδοῦ ὁρῶντα καὶ τὴν ἄνω εὐδαιμονίαν,



<pb n="v.6.p.266"/>

καὶ μάλιστα ἐκείνου ξυμπροθυμουμένου. πλὴν
ἀλλὰ τίνα σοι ἐλπίδα ὑποφαίνει ὡς δὴ πότε
ἀναβησομένῳ; εἰς νέωτα εἴκαζεν ἐπὶ τὸ ἄκρον
ἔσεσθαί σε, οἷον μετὰ τὰ μυστήρια τὰ ἄλλα ἢ
Παναθήναια;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ὀλίγον φής, ὦ Λυκῖνε.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀλλ' ἐς τὴν ἑξῆς ὀλυμπιάδα;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ τοῦτο ὀλίγον ὡς πρὸς ἀρετῆς ἄσκησιν καὶ
εὐδαιμονίας κτῆσιν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Μετὰ δύο μὲν δὴ ὀλυμπιάδας πάντως; ἢ πολλήν
γ' ἂν ὑμῶν ῥᾳθυμίαν καταγνοίη τις εἰ μηδ’ ἐν
τοσούτῳ χρόνῳ δύνασθε, ὅσον τρὶς ἀπὸ Ἡρακλείων
στηλῶν εἰς Ἰνδοὺς ἀπελθεῖν εἶτ' ἐπανελθεῖν ῥᾴδιον,
εἰ καὶ μὴ εὐθεῖαν μηδ’ ἀεὶ βαδίζοι τις, ἀλλ’ ἐν
τοῖς διὰ μέσου ἔθνεσι περιπλανώμενος. καίτοι
πόσῳ τινὶ βούλει ὑψηλοτέραν καὶ λισσοτέραν
<note xml:lang="mul" n="6.266.1">λισσοτέραν E H Γ-2: δισσοτέραν Γ-1Ν.</note>

θῶμεν εἶναι τὴν ἄκραν, ἐφ' ἧς ὑμῖν ἡ Ἀρετὴ
οἰκεῖ, τῆς Ἀόρνου ἐκείνης, ἣν ἐντὸς ὀλίγων
ἡμερῶν Ἀλέξανδρος κατὰ κράτος εἷλεν;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="5"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Οὐδὲν ὅμοιον, ὦ Λυκῖνε, οὐδ’ ἔστι τὸ πρᾶγμα
τοιοῦτον οἷον σὺ εἰκάζεις, ὡς ὀλίγῳ χρόνῳ
κατεργασθῆναι καὶ ἁλῶναι, οὐδ’ ἂν μυρίοι Ἀλέξανδροι
προσβάλλωσιν. ἐπεὶ πολλοὶ ἂν οἱ ἀνιόντες
ἦσαν. νῦν δὲ ἐνάρχονται μὲν οὐκ ὀλίγοι μάλα


<pb n="v.6.p.268"/>

ἐρρωμένως καὶ προσέρχονται ἐπὶ ποσόν, οἱ μὲν ἐπὶ
πάνυ ὀλίγον, οἱ δὲ ἐπὶ πλέον· ἐπειδὰν δὲ κατὰ
μέσην τὴν ὁδὸν γένωνται πολλοῖς τοῖς ἀπόροις καὶ
δυσχερέσιν ἐντυγχάνοντες ἀποδυσπετοῦσί τε καὶ
ἀναστρέφουσιν ἀσθμαίνοντες καὶ ἱδρῶτι ῥεόμενοι,
οὐ φέροντες τὸν κάματον. ὅσοι δ’ ἂν εἰς τέλος
διακαρτερήσωσιν οὗτοι πρὸς τὸ ἄκρον ἀφικνοῦνται
καὶ τὸ ἀπ' ἐκείνου εὐδαιμονοῦσιν θαυμάσιόν τινα
βίον τὸν λοιπὸν βιοῦντες, οἷον μύρμηκας ἀπὸ τοῦ
ὕψους ἐπισκοποῦντές τινας τοὺς ἄλλους.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Παπαῖ, ὦ Ἑρμότιμε, ἡλίκους ἡμᾶς ἀποφαίνεις
οὐδὲ κατὰ τοὺς Πυγμαίους ἐκείνους, ἀλλὰ χαμαιπετεῖς
παντάπασιν
<note xml:lang="mul" n="6.268.1">χαμαιπετεῖς παντάπασι Ν: χαμαὶ παντάπασιν G: χαμαὶ πάντα παθεῖν other MSS.</note>
 ἐν χρῷ τῆς γῆς. εἰκότως—ὑψηλὰ
γὰρ ἤδη φρονεῖς καὶ ἄνωθεν· ἡμεῖς δὴ ὁ
συρφετὸς καὶ ὅσοι χαμαὶ ἐρχόμενοι ἐσμέν, μετὰ
τῶν θεῶν καὶ ὑμᾶς προσευξόμεθα ὑπερνεφέλους
γενομένους καὶ ἀνελθόντας οἷ πάλαι σπεύδετε.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Εἰ γὰρ γένοιτο καὶ ἀνελθεῖν, ὦ Λυκῖνε. ἀλλὰ
πάμπολυ τὸ λοιπόν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="6"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ὅμως οὐκ ἔφησθα ὁπόσον, ὡς χρόνῳ περιλαβεῖν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐδ’ αὐτὸς γὰρ οἶδα, ὦ Λυκῖνε, τἀκριβές.
εἰκάζω μέντοι οὐ πλείω τῶν εἴκοσιν ἐτῶν ἔσεσθαι,
μεθ' ἃ πάντως που ἐπὶ τῷ ἄκρῳ ἐσόμεθα.</p></sp><pb n="v.6.p.270"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἡράκλεις, πολὺ λέγεις.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ γὰρ περὶ μεγάλων, ὦ Λυκῖνε, οἱ πόνοι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τοῦτο μὲν ἴσως ἀληθές. ὑπὲρ δὲ τῶν εἴκοσιν
ἐτῶν ὅτι βιώσῃ τοσαῦτα πότερον ὁ διδάσκαλός σου
καθυπέσχετο, οὐ μόνον σοφός, ἀλλὰ καὶ μαντικὸς
ὢν ἢ χρησμολόγος τις ἢ ὅσοι τὰς Χαλδαίων
μεθόδους ἐπίστανται; φασὶ γοῦν εἰδέναι τὰ
τοιαῦτα. οὐ γὰρ δὴ σέ γε εἰκὸς ἐπὶ τῷ ἀδήλῳ,
εἰ βιώσῃ μέχρι πρὸς τὴν ἀρετήν, τοσούτους
πόνους ἀνέχεσθαι καὶ ταλαιπωρεῖν νύκτωρ καὶ μεθ'
ἡμέραν οὐκ εἰδότα εἴ σε πλησίον ἤδη τοῦ ἄκρου
γενόμενον τὸ χρεὼν ἐπιστὰν κατασπάσει λαβόμενον
τοῦ ποδὸς ἐξ ἀτελοῦς τῆς ἐλπίδος.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἄπαγε. δύσφημα γὰρ ταῦτα, ὦ Λυκῖνε. ἀλλ’
εἴη βιῶναι ὡς μίαν γοῦν ἡμέραν εὐδαιμονήσω
σοφὸς γενόμενος.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καὶ ἱκανή σοι ἀντὶ τῶν τοσούτων καμάτων ἡ
μία ἡμέρα;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἐμοὶ μὲν καὶ ἀκαριαῖον ὁπόσον ἱκανόν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="7"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Τὰ δὲ δὴ ἄνω ὅτι εὐδαίμονα καὶ τοιαῦτα ὡς
πάντα χρῆν ὑπομεῖναι δι’ αὐτά πόθεν ἔχεις
εἰδέναι; οὐ γὰρ δὴ αὐτός πω ἀνελήλυθας.</p></sp><pb n="v.6.p.272"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἀλλὰ τῷ διδασκάλῳ πιστεύω λέγοντι. ὁ δὲ
πάνυ οἶδεν ἅτε ἀκρότατος ἤδη ὤν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἔλεγε δὲ πρὸς θεῶν ποῖα τὰ περὶ αὐτῶν ἢ τίνα
τὴν εὐδαιμονίαν εἶναι τὴν ἐκεῖ; ἦ που τινὰ πλοῦτον
καὶ δόξαν καὶ ἡδονὰς ἀνυπερβλήτους;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Εὐφήμει, ὦ ἑταῖρε. οὐδὲν γάρ ἐστι ταῦτα πρὸς
τὸν ἐν τῇ ἀρετῇ βίον.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀλλὰ τίνα φησὶ τἀγαθά εἰ μὴ ταῦτα ἕξειν πρὸς
τὸ τέλος τῆς ἀσκήσεως ἐλθόντας;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Σοφίαν καὶ ἀνδρείαν καὶ τὸ καλὸν αὐτὸ καὶ τὸ
δίκαιον καὶ τὸ πάντα ἐπίστασθαι βεβαίως πεπεισμένον
ᾗ ἕκαστα ἔχει. πλούτους δὲ καὶ δόξας καὶ
ἡδονὰς καὶ ὅσα τοῦ σώματος ταῦτα πάντα κάτω
ἀφεῖκεν
<note xml:lang="mul" n="6.272.1">ἀφεῖκεν Mras: ἀφηῖκεν? Γ: ἀφεὶς G: ἀφῆκε(ν) other MSS.</note>
 καὶ ἀποδυσάμενος ἀνέρχεται, ὥσπερ
φασὶ τὸν Ἡρακλέα ἐν τῇ Οἴτῃ κατακαυθέντα
θεὸν γενέσθαι· καὶ γὰρ ἐκεῖνος ἀποβαλὼν ὁπόσον
ἀνθρώπειον εἶχε παρὰ τῆς μητρὸς καὶ καθαρόν τε
καὶ ἀκήρατον φέρων τὸ θεῖον ἀνέπτατο ἐς τοὺς
θεοὺς διευκρινηθὲν ὑπὸ τοῦ πυρός. καὶ οὗτοι δὴ
ὑπὸ φιλοσοφίας ὥσπερ ὑπό τινος πυρὸς ἅπαντα
ταῦτα περιαιρεθέντες ἃ τοῖς ἄλλοις θαυμαστὰ
εἶναι δοκεῖ οὐκ ὀρθῶς δοξάζουσιν, ἀνελθόντες ἐπὶ
τὸ ἄκρον εὐδαιμονοῦσι πλούτου καὶ δόξης καὶ



<pb n="v.6.p.274"/>

ἡδονῶν ἀλλ’ οὐδὲ μεμνημένοι ἔτι, καταγελῶντες
δὲ τῶν οἰομένων ταῦτα εἶναι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="8"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Νὴ τὸν Ἡρακλέα, ὦ Ἑρμότιμε, τὸν ἐν Οἴτῃ
ἀνδρεῖα καὶ εὐδαίμονα λέγεις περὶ αὐτῶν. πλὴν
ἀλλὰ τόδε μοι εἰπέ, καὶ κατέρχονταί ποτε ἐκ τῆς
ἄκρας (ἢν ἐθελήσωσι) χρησόμενοι τοῖς κάτω ἃ
καταλελοίπασιν; ἢ ἀνάγκη ἅπαξ ἀνελθόντας
αὐτοὺς μένειν καὶ συνεῖναι τῇ ἀρετῇ πλούτου καὶ
δόξης καὶ ἡδονῶν καταγελῶντας;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλ’ ὃς ἂν ἀποτελεσθῇ
πρὸς ἀρετήν οὔτε ὀργῇ οὔτε φόβῳ οὔτ'
ἐπιθυμίαις ὁ τοιοῦτος ἂν δουλεύοι
<note xml:lang="mul" n="6.274.1">δουλεύοι Guyet: δουλεύσοι G: δουλεύσῃ M: δουλεύῃ other MSS.</note>
 οὐδὲ λυποῖτο
οὐδὲ ὅλως πάθος ἔτι τοιοῦτον πάθοι ἄν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καὶ μὴν εἴ γέ με δεῖ μηδὲν ὀκνήσαντα εἰπεῖν
τἀληθές—ἀλλ’ εὐφημεῖν χρὴ οἶμαι μηδὲ ὅσιον
εἶναι
<note xml:lang="mul" n="6.274.2">ἦ Γ: εἶναι Ν.</note>
 ἐξετάζειν τὰ ὑπὸ τῶν σοφῶν γιγνόμενα.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Μηδαμῶς, ἀλλ’ εἰπὲ ὅ τι καὶ λέγεις.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅρα, ὦ ἑταῖρε, ὡς ἔγωγε καὶ πάνυ ὀκνῶ.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἀλλὰ μὴ ὄκνει, ὦ γενναῖε, πρός γε μόνον ἐμὲ
λέγων.</p></sp><pb n="v.6.p.276"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>