<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:3-4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:3-4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="3"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἀλλὰ τήν γε ἀρχὴν ὁ αὐτὸς οὗτος Ἡσίοδος
ἥμισυ τοῦ παντὸς ἔφη εἶναι, ὥστε κατὰ μέσην
τὴν ἄνοδον ἤδη λέγοντες εἶναί σε οὐκ ἂν ἁμάρτοιμεν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐδέπω οὐδὲ τοῦτο. πάμπολυ γὰρ ἂν ἡμῖν
ἤνυστο.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀλλὰ ποῦ γάρ σε φῶμεν τῆς ὁδοῦ τυγχάνειν
ὄντα;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἐν τῇ ὑπωρείᾳ κάτω ἔτι, ὦ Λυκῖνε, ἄρτι προβαίνειν
βιαζόμενον. ὀλισθηρὰ δὲ καὶ τραχεῖα καὶ
δεῖ χεῖρα ὀρέγοντος.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν ὁ διδάσκαλός σοι τοῦτο ἱκανὸς ποιῆσαι
ἄνωθεν ἐκ τοῦ ἄκρου καθάπερ ὁ τοῦ Ὁμήρου
Ζεὺς χρυσῆν τινα σειρὰν καθιεὶς τοὺς αὑτοῦ
λόγους, ὑφ' ὧν σε ἀνασπᾷ δηλαδὴ καὶ ἀνακουφίζει
πρὸς αὑτόν τε καὶ τὴν ἀρετὴν αὐτὸς πρὸ πολλοῦ
ἀναβεβηκώς.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Αὐτὸ ἔφησθα, ὦ Λυκῖνε, τὸ γιγνόμενον. ὅσον
γοῦν ἐπ' ἐκείνῳ πάλαι ἀνεσπάσμην ἂν
<note xml:lang="mul" n="6.264.1">ἂν Fritzsche: ἄνω MSS.</note>
 καὶ συνῆν
αὐτοῖς. τὸ δ’ ἐμὸν ἔτι ἐνδεῖ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="4"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἀλλὰ θαρρεῖν χρὴ καὶ θυμὸν ἔχειν ἀγαθὸν ἐς
τὸ τέλος τῆς ὁδοῦ ὁρῶντα καὶ τὴν ἄνω εὐδαιμονίαν,



<pb n="v.6.p.266"/>

καὶ μάλιστα ἐκείνου ξυμπροθυμουμένου. πλὴν
ἀλλὰ τίνα σοι ἐλπίδα ὑποφαίνει ὡς δὴ πότε
ἀναβησομένῳ; εἰς νέωτα εἴκαζεν ἐπὶ τὸ ἄκρον
ἔσεσθαί σε, οἷον μετὰ τὰ μυστήρια τὰ ἄλλα ἢ
Παναθήναια;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ὀλίγον φής, ὦ Λυκῖνε.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀλλ' ἐς τὴν ἑξῆς ὀλυμπιάδα;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ τοῦτο ὀλίγον ὡς πρὸς ἀρετῆς ἄσκησιν καὶ
εὐδαιμονίας κτῆσιν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Μετὰ δύο μὲν δὴ ὀλυμπιάδας πάντως; ἢ πολλήν
γ' ἂν ὑμῶν ῥᾳθυμίαν καταγνοίη τις εἰ μηδ’ ἐν
τοσούτῳ χρόνῳ δύνασθε, ὅσον τρὶς ἀπὸ Ἡρακλείων
στηλῶν εἰς Ἰνδοὺς ἀπελθεῖν εἶτ' ἐπανελθεῖν ῥᾴδιον,
εἰ καὶ μὴ εὐθεῖαν μηδ’ ἀεὶ βαδίζοι τις, ἀλλ’ ἐν
τοῖς διὰ μέσου ἔθνεσι περιπλανώμενος. καίτοι
πόσῳ τινὶ βούλει ὑψηλοτέραν καὶ λισσοτέραν
<note xml:lang="mul" n="6.266.1">λισσοτέραν E H Γ-2: δισσοτέραν Γ-1Ν.</note>

θῶμεν εἶναι τὴν ἄκραν, ἐφ' ἧς ὑμῖν ἡ Ἀρετὴ
οἰκεῖ, τῆς Ἀόρνου ἐκείνης, ἣν ἐντὸς ὀλίγων
ἡμερῶν Ἀλέξανδρος κατὰ κράτος εἷλεν;</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>