<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:29-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:29-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="29"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Οὕτω γε ἄμεινον, ὦ Λυκῖνε, παρὰ πολύ. πλὴν
οἶδά γε ὅτι ἅπαντας ἐν κύκλῳ περιελθὼν οὐκ
ἄλλους ἂν εὕροις οὔτε ἡγεμόνας ἀμείνους οὔτε
κυβερνήτας ἐμπειροτέρους τῶν Στωϊκῶν, καὶ ἢν
ἐθελήσῃς γε ἀφικέσθαι ποτὲ εἰς τὴν Κόρινθον,
ἐκείνοις ἕψῃ κατὰ τὰ Χρυσίππου καὶ Ζήνωνος
ἴχνη προϊών. ἄλλως δὲ ἀδύνατον.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὁρᾷς τοῦτο ὡς κοινόν, ὦ Ἑρμότιμε, εἴρηκας;
εἶποι γὰρ ἂν αὐτὸ καὶ ὁ τῷ Πλάτωνι ξυνοδοιπορῶν
καὶ ὁ Ἐπικούρῳ ἑπόμενος καὶ οἱ ἄλλοι, μὴ ἂν
ἐλθεῖν με εἰς τὴν Κόρινθον εἰ μὴ μεθ' ἑαυτοῦ,
ἕκαστος. ὥστε ἢ πᾶσι πιστεύειν χρή (ὅπερ
γελοιότατον), ἢ ἀπιστεῖν ὁμοίως. μακρῷ γὰρ
ἀσφαλέστατον τὸ τοιοῦτον ἄχρι ἂν εὕρωμεν τὸν
ἀληθῆ.
<note xml:lang="mul" n="6.314.1">So Fritzsche: τἀληθῆ ὑπισχνούμενον (om. ὑπισχ. G) MSS.</note></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="30"><sp><p>
  Ἐπεὶ φέρε, εἰ καθάπερ νῦν ἔχω, ἀγνοῶν ἔτι
ὅστις ἐξ ἁπάντων ἐστὶν ὁ ἀληθεύων, ἑλοίμην τὰ
ὑμέτερα σοὶ πιστεύσας, ἀνδρὶ φίλῳ, ἀτὰρ μόνα
γε τὰ τῶν Στωϊκῶν εἰδότι καὶ μίαν ὁδὸν ὁδοιπορήσαντι
ταύτην· ἔπειτα θεῶν τις ἀναβιῶναι ποιήσειε
Πλάτωνα καὶ Πυθαγόραν καὶ Ἀριστοτέλην καὶ
τοὺς ἄλλους, οἱ δὲ περιστάντες ἐρωτῷέν με ἢ
καὶ νὴ Δί' ἐς δικαστήριον ἀγαγόντες ὕβρεως
ἕκαστος δικάζοιντο λέγοντες, Ὠ βέλτιστε Λυκῖνε,
τί παθὼν ἢ τίνι ποτὲ πιστεύσας Χρύσιππον καὶ
Ζήνωνα προετίμησας ἡμῶν, πρεσβυτέρων ὄντων
παρὰ πολύ, χθὲς καὶ πρῴην γενομένους, μήτε
λόγου μεταδοὺς ἡμῖν μήτε πειραθεὶς ὅλως ὧν



<pb n="v.6.p.316"/>

φαμέν; εἰ ταῦτα λέγοιεν τί ἂν ἀποκριναίμην
αὐτοῖς; ἢ ἐξαρκέσει μοι ἂν εἴπω ὅτι Ἑρμοτίμῳ
ἐπείσθην φίλῳ ἀνδρί; ἀλλὰ φαῖεν ἄν, οἶδ’ ὅτι,
Ἡμεῖς, ὦ Λυκῖνε, οὐκ ἴσμεν τὸν Ἑρμότιμον
τοῦτον ὅστις ποτέ ἐστιν οὐδὲ ἐκεῖνος ἡμᾶς. ὥστε
οὐκ ἐχρῆν ἁπάντων καταγιγνώσκειν οὐδὲ ἐρήμην
ἡμῶν καταδιαιτᾶν ἀνδρὶ πιστεύσαντα μίαν ὁδὸν
ἐν φιλοσοφίᾳ καὶ οὐδὲ ταύτην ἴσως ἀκριβῶς
κατανοήσαντι. οἱ δέ γε νομοθέται, ὦ Λυκῖνε,
οὐχ οὕτω προστάττουσι τοῖς δικασταῖς ποιεῖν
οὐδὲ τοῦ ἑτέρου μὲν ἀκούειν, τὸν δὲ ἕτερον οὐκ
ἐᾶν λέγειν ὑπὲρ ἑαυτοῦ ἃ οἴεται ξυμφέρειν, ἀλλ’
ὁμοίως ἀμφοῖν ἀκροᾶσθαι, ὡς ῥᾷον ἀντεξετάζοντες
τοὺς λόγους εὑρίσκοιεν τἀληθῆ τε καὶ ψευδῆ, καὶ
ἤν γε μὴ οὕτω ποιῶσιν ἐφιέναι δίδωσιν ὁ νόμος
εἰς ἕτερον δικαστήριον.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>