<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:25-26</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:25-26</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="25"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ὁρᾷς, ὦ Λυκῖνε, ὡς οὐ μάτην οὐδὲ περὶ
μικρῶν κάμων πολίτης ἐπιθυμῶν γενέσθαι καὶ
αὐτὸς οὕτω καλῆς καὶ εὐδαίμονος πόλεως;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καὶ γὰρ αὐτός, ὦ Ἑρμότιμε, τῶν αὐτῶν σοι
ἐρῶ καὶ οὐκ ἔστιν ὅ τι ἄν μοι πρὸ τούτων εὐξαίμην
γενέσθαι. εἰ μὲν οὖν πλησίον ἦν ἡ πόλις καὶ
φανερὰ ἰδεῖν ἅπασι, πάλαι ἄν, εὖ ἴσθι, μηδὲν
ἐνδοιάσας αὐτὸς ᾔειν ἐς αὐτὴν καὶ ἐπολιτευόμην
ἂν ἐκ πολλοῦ, ἐπεὶ δέ, ὡς ὑμεῖς φατε, σύ τε καὶ
Ἡσίοδος ὁ ῥαψῳδός, πάνυ πόρρω ἀπῴκισται,


<pb n="v.6.p.306"/>

ἀνάγκη ζητεῖν ὁδόν τε τὴν ἄγουσαν ἐπ' αὐτὴν καὶ
ἡγεμόνα τὸν ἄριστον. ἢ οὐκ οἴει σὺ χρῆναι οὕτω
ποιεῖν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ πῶς ἂν ἄλλως ἔλθοι τις;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν ὅσον μὲν ἐπὶ τῷ
<note xml:lang="mul" n="6.306.1">So Fritzsche: σὸν μὲν ἐπὶ τὸ ΓΝ: ὅσον μὲν ἐπὶ τὸ Seager.</note>
 ὑπισχνεῖσθαι καὶ
φάσκειν εἰδέναι πολλὴ ἀφθονία τῶν ἡγησομένων.
πολλοὶ γὰρ ἕτοιμοι παρεστᾶσιν αὐτόχθονες ἐκεῖθεν
ἕκαστος εἶναι λέγοντες. ὁδός γε μὴν οὐ μία καὶ
ἡ αὐτὴ φαίνεται ἀλλὰ πολλαὶ καὶ διάφοροι καὶ
οὐδὲν ἀλλήλαις ὅμοιαι· ἡ μὲν γὰρ ἐπὶ τὰ ἑσπέρια,
ἡ δὲ ἐπὶ τὴν ἕω φέρειν ἔοικεν, ἡ δέ τις ἐπὶ τὰς
ἄρκτους, καὶ ἄλλη εὐθὺ τῆς μεσημβρίας, καὶ ἡ
μὲν διὰ λειμώνων καὶ φυτῶν καὶ σκιᾶς εὔυδρος
καὶ ἡδεῖα οὐδὲν ἀντίτυπον ἢ δύσβατον ἔχουσα, ἡ
δὲ πετρώδης καὶ τραχεῖα πολὺν ἥλιον καὶ δίψος
καὶ κάματον προφαίνουσα. καὶ ὅμως αὗται πᾶσαι
πρὸς τὴν πόλιν ἄγειν λέγονται μίαν οὖσαν ἐς τὰ
ἐναντιώτατα τελευτῶσαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="26"><sp><p>  Ἔνθα δή μοι καὶ ἡ πᾶσα ἀπορία ἐστίν. ἐφ'
ἣν γὰρ ἂν ἔλθω αὐτῶν, ἀνὴρ κατὰ τὴν ἀρχὴν τῆς
ἀτραποῦ ἑκάστης
<note xml:lang="mul" n="6.306.2">ἑκάστης Jensius: ἕκαστος MSS.</note>
 ἐφεστὼς ἐν τῇ εἰσόδῳ μάλα
τις ἀξιόπιστος ὀρέγει τε τὴν χεῖρα καὶ προτρέπει
κατὰ τὴν αὑτοῦ ἀπιέναι, λέγων ἕκαστος αὐτῶν
μόνος τὴν εὐθεῖαν εἰδέναι τοὺς δ’ ἄλλους πλανᾶσθαι
μήτε αὐτοὺς ἐληλυθότας μήτε ἄλλοις ἡγήσασθαι
δυναμένοις ἀκολουθήσαντας. κἂν ἐπὶ τὸν πλησίον
ἀφίκωμαι, κἀκεῖνος τὰ ὅμοια ὑπισχνεῖται περὶ




<pb n="v.6.p.308"/>

τῆς αὑτοῦ ὁδοῦ καὶ τοὺς ἄλλους κακίζει, καὶ ὁ
παρ' αὐτὸν ὁμοίως καὶ ἑξῆς ἅπαντες. τό τε
τοίνυν πλῆθος τῶν ὁδῶν καὶ τὸ ἀνόμοιον αὐτῶν
οὐ μετρίως ταράττει με καὶ ἀπορεῖν ποιεῖ, καὶ
μάλιστα οἱ ἡγεμόνες ὑπερδιατεινόμενοι καὶ τὰ
ἑαυτῶν ἕκαστοι ἐπαινοῦντες. οὐ γὰρ οἶδα ἥντινα
τραπόμενος ἢ τῷ μᾶλλον αὐτῶν ἀκολουθήσας
ἀφικοίμην ἂν πρὸς τὴν πόλιν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>