<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:23-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:23-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="23"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Τί οὖν, ὦ Λυκῖνε; οὐκ ἄξιον ἅπαντας ἐπιθυμεῖν
πολίτας γίγνεσθαι τῆς τοιαύτης πόλεως μήτε
κάματον ὑπολογιζομένους τὸν ἐν τῇ ὁδῷ μήτε
πρὸς τὸ μῆκος τοῦ χρόνου ἀπαγορεύοντας, εἰ
μέλλουσιν ἀφικόμενοι ἐγγραφήσεσθαι καὶ αὐτοὶ
καὶ μεθέξειν τῆς πολιτείας;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Νὴ Δία, ὦ Ἑρμότιμε, πάντων μάλιστα ἐπὶ
τούτῳ σπουδαστέον, τῶν δὲ ἄλλων ἀμελητέον, καὶ
μήτε πατρίδος τῆς ἐνταῦθα ἐπιλαμβανομένης
πολὺν ποιεῖσθαι λόγον μήτε παίδων ἢ γονέων
ὅτῳ εἰσίν ἐπικατεχόντων καὶ κλαυθμυριζομένων
ἐπικλᾶσθαι, ἀλλὰ μάλιστα μὲν κἀκείνους παρακαλεῖν
ἐπὶ τὴν αὐτὴν ὁδόν, εἰ δὲ μὴ ἐθέλοιεν ἢ
μὴ δύναιντο, ἀποσεισάμενον αὐτοὺς χωρεῖν εὐθὺ
τῆς πανευδαίμονος ἐκείνης πόλεως καὶ αὐτὸ ἀπορρίψαντα
τὸ ἱμάτιον εἰ τούτου ἐπειλημμένοι κατερύκοιεν,
ἐσσύμενον ἐκεῖσε—οὐ γὰρ δέος μή σέ τις
ἀποκλείσῃ καὶ γυμνὸν ἐκεῖσε ἥκοντα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="24"><sp><p>  Ἤδη γάρ ποτε καὶ ἄλλοτε πρεσβύτου ἀνδρὸς
ἤκουσα διεξιόντος ὅπως τὰ ἐκεῖ πράγματα ἔχοι,
καί με προὔτρεπεν ἕπεσθαί οἱ πρὸς τὴν πόλιν·
ἡγήσεσθαι γὰρ αὐτὸς καὶ ἐλθόντα ἐγγράψειν καὶ
φυλέτην ποιήσεσθαι καὶ φρατρίας μεταδώσειν τῆς
αὐτοῦ, ὡς μετὰ πάντων εὐδαιμονοίην. “ἀλλ’
ἐγὼ οὐ πιθόμην” ὑπ' ἀνοίας καὶ νεότητος τότε,
πρὸ πεντεκαίδεκα σχεδὸν ἐτῶν· ἴσως γὰρ ἂν
αὐτὰ ἤδη ἀμφὶ τὰ προάστεια καὶ πρὸς ταῖς
πύλαις ἦν. ἔλεγε δ’ οὖν περὶ τῆς πόλεως, εἴ γε
μέμνημαι, ἄλλα τε πολλὰ καὶ δὴ καὶ
<note xml:lang="mul" n="6.302.1">καὶ δὴ καὶ Schaefer: καὶ ἤδη καὶ MSS.</note>
 τάδε, ὡς


<pb n="v.6.p.304"/>

ξύμπαντες μὲν ἐπήλυδες καὶ ξένοι εἶεν, αὐθιγενὴς
δὲ οὐδὲ εἷς, ἀλλὰ καὶ βαρβάρους ἐμπολιτεύεσθαι
πολλοὺς καὶ δούλους καὶ ἀμόρφους καὶ μικροὺς
καὶ πένητας, καὶ ὅλως μετέχειν τῆς πόλεως τὸν
βουλόμενον· τὸν γὰρ δὴ νόμον αὐτοῖς οὐκ ἀπὸ
τιμημάτων ποιεῖσθαι τὴν ἐγγραφὴν οὐδ’ ἀπὸ
σχημάτων ἢ μεγέθους ἢ κάλλους οὐδ’ ἀπὸ γένους
τοῦ τῶν
<note xml:lang="mul" n="6.304.1">τοῦ τῶν λαμπρῶν Fritzsche: οὕτω λαμπρὸν Γ: οὐδὲ λαμπρῶν N.</note>
 λαμπρῶν ἐκ προγόνων, ἀλλὰ ταῦτα
μὲν οὐδὲ νομίζεσθαι παρ' αὐτοῖς, ἀποχρῆν δ’
ἑκάστῳ πρὸς τὸ πολίτην γενέσθαι σύνεσιν καὶ
ἐπιθυμίαν τῶν καλῶν καὶ πόνον καὶ τὸ λιπαρὲς
καὶ τὸ μὴ ἐνδοῦναι μηδὲ μαλακισθῆναι πολλοῖς
τοῖς δυσχερέσι κατὰ τὴν ὁδὸν ἐντυγχάνοντα, ὡς
ὅστις ἂν ταῦτα ἐπιδείξηται καὶ διεξέλθῃ πορευόμενος
ἄχρι πρὸς τὴν πόλιν, αὐτίκα μάλα πολίτην
ὄντα τοῦτον ὅστις ἂν ᾖ καὶ ἰσότιμον ἅπασι· τὸ
δὲ χείρων ἢ κρείττων ἢ εὐπατρίδης ἢ ἀγεννὴς ἢ
δοῦλος ἢ ἐλεύθερος οὐδὲ ὅλως εἶναι ἢ λέγεσθαι ἐν
τῇ πόλει.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>