<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="21"><sp><p>ἱκανὸν δὲ
τοῦτο πρὸς γοῦν ἐμέ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅμως οὐκ ἂν εἴποις, ὦ ἑταῖρε, καὶ πρὸς ἐμέ,
ἀλλὰ περιόψει με παραπολόμενον ἐν τῷ πολλῷ
συρφετῷ;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐδὲν γάρ σοι ἀρέσκει ὧν ἂν εἴπω.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὔκ, ὦγαθέ, ἀλλ’ οὐδὲν ἐθέλεις εἰπεῖν ὁποῖον
ἄν μοι ἀρέσειεν. ἐπεὶ δ’ οὖν σὺ ἑκὼν ἀποκρύπτῃ
καὶ φθονεῖς ἡμῖν ὡς μὴ ἐξ ἴσου γενοίμεθά σοι
φιλοσοφήσαντες, ἐγὼ πειράσομαι ὅπως ἂν οἷός


<pb n="v.6.p.300"/>

τε ὦ κατ' ἐμαυτὸν ἐξευρεῖν τὴν ἀκριβῆ περὶ
τούτων κρίσιν καὶ τὴν ἀσφαλεστάτην αἵρεσιν.
ἄκουε δὲ καὶ σύ, εἰ βούλει.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἀλλὰ βούλομαι, ὦ Λυκῖνε. ἴσως γάρ τι γνώριμον
ἐρεῖς.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Σκόπει δὴ καὶ μὴ καταγελάσῃς, εἰ παντάπασιν
ἰδιωτικῶς ἀναζητῶ αὐτό· ἀνάγκη γὰρ οὕτως,
ἐπεὶ μὴ σὺ ἐθέλεις σαφέστερον εἰπεῖν εἰδὼς
ἄμεινον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="22"><sp><p>  Ἔστω δή μοι ἡ μὲν ἀρετὴ τοιόνδε τι οἷον πόλις
τις εὐδαίμονας ἔχουσα τοὺς ἐμπολιτευομένους (ὡς
φαίη ἂν ὁ διδάσκαλος ὁ σὸς ἐκεῖθέν ποθεν ἀφιγμένος),
σοφοὺς ἐς τὸ ἀκρότατον, ἀνδρείους ἅπαντας,
δικαίους, σώφρονας, ὀλίγον θεῶν ἀποδέοντας.
οἷα δὲ πολλὰ γίγνεται παρ' ἡμῖν—ἁρπαζόντων καὶ
βιαζομένων καὶ πλεονεκτούντων—οὐδὲν ἂν ἴδοις,
φασίν, ἐν ἐκείνῃ τῇ πόλει τολμώμενον, ἀλλὰ ἐν
εἰρήνῃ καὶ ὁμονοίᾳ ζυμπολιτεύονται, μάλ' εἰκότως·
ἃ γὰρ ἐν ταῖς ἄλλαις πόλεσιν οἶμαι τὰς στάσεις καὶ
φιλονεικίας ἐγείρει καὶ ὧν ἕνεκα ἐπιβουλεύουσιν
ἀλλήλοις, ταῦτα πάντα ἐκποδών ἐστιν ἐκείνοις.
οὐ γὰρ οὔτε χρυσίον ἔτι οὔτε ἡδονὰς οὔτε δόξας
ὁρῶσιν ὡς διαφέρεσθαι περὶ αὐτῶν, ἀλλὰ πάλαι
τῆς πόλεως ἐξεληλάκασιν αὐτὰ οὐκ ἀναγκαῖα
ἡγησάμενοι ξυμπολιτεύεσθαι. ὥστε γαληνόν τινα
καὶ πανευδαίμονα βίον βιοῦσιν ξὺν εὐνομίᾳ καὶ
ἰσότητι καὶ ἐλευθερίᾳ καὶ τοῖς ἄλλοις ἀγαθοῖς.


<pb n="v.6.p.302"/>

</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="23"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Τί οὖν, ὦ Λυκῖνε; οὐκ ἄξιον ἅπαντας ἐπιθυμεῖν
πολίτας γίγνεσθαι τῆς τοιαύτης πόλεως μήτε
κάματον ὑπολογιζομένους τὸν ἐν τῇ ὁδῷ μήτε
πρὸς τὸ μῆκος τοῦ χρόνου ἀπαγορεύοντας, εἰ
μέλλουσιν ἀφικόμενοι ἐγγραφήσεσθαι καὶ αὐτοὶ
καὶ μεθέξειν τῆς πολιτείας;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Νὴ Δία, ὦ Ἑρμότιμε, πάντων μάλιστα ἐπὶ
τούτῳ σπουδαστέον, τῶν δὲ ἄλλων ἀμελητέον, καὶ
μήτε πατρίδος τῆς ἐνταῦθα ἐπιλαμβανομένης
πολὺν ποιεῖσθαι λόγον μήτε παίδων ἢ γονέων
ὅτῳ εἰσίν ἐπικατεχόντων καὶ κλαυθμυριζομένων
ἐπικλᾶσθαι, ἀλλὰ μάλιστα μὲν κἀκείνους παρακαλεῖν
ἐπὶ τὴν αὐτὴν ὁδόν, εἰ δὲ μὴ ἐθέλοιεν ἢ
μὴ δύναιντο, ἀποσεισάμενον αὐτοὺς χωρεῖν εὐθὺ
τῆς πανευδαίμονος ἐκείνης πόλεως καὶ αὐτὸ ἀπορρίψαντα
τὸ ἱμάτιον εἰ τούτου ἐπειλημμένοι κατερύκοιεν,
ἐσσύμενον ἐκεῖσε—οὐ γὰρ δέος μή σέ τις
ἀποκλείσῃ καὶ γυμνὸν ἐκεῖσε ἥκοντα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="24"><sp><p>  Ἤδη γάρ ποτε καὶ ἄλλοτε πρεσβύτου ἀνδρὸς
ἤκουσα διεξιόντος ὅπως τὰ ἐκεῖ πράγματα ἔχοι,
καί με προὔτρεπεν ἕπεσθαί οἱ πρὸς τὴν πόλιν·
ἡγήσεσθαι γὰρ αὐτὸς καὶ ἐλθόντα ἐγγράψειν καὶ
φυλέτην ποιήσεσθαι καὶ φρατρίας μεταδώσειν τῆς
αὐτοῦ, ὡς μετὰ πάντων εὐδαιμονοίην. “ἀλλ’
ἐγὼ οὐ πιθόμην” ὑπ' ἀνοίας καὶ νεότητος τότε,
πρὸ πεντεκαίδεκα σχεδὸν ἐτῶν· ἴσως γὰρ ἂν
αὐτὰ ἤδη ἀμφὶ τὰ προάστεια καὶ πρὸς ταῖς
πύλαις ἦν. ἔλεγε δ’ οὖν περὶ τῆς πόλεως, εἴ γε
μέμνημαι, ἄλλα τε πολλὰ καὶ δὴ καὶ
<note xml:lang="mul" n="6.302.1">καὶ δὴ καὶ Schaefer: καὶ ἤδη καὶ MSS.</note>
 τάδε, ὡς


<pb n="v.6.p.304"/>

ξύμπαντες μὲν ἐπήλυδες καὶ ξένοι εἶεν, αὐθιγενὴς
δὲ οὐδὲ εἷς, ἀλλὰ καὶ βαρβάρους ἐμπολιτεύεσθαι
πολλοὺς καὶ δούλους καὶ ἀμόρφους καὶ μικροὺς
καὶ πένητας, καὶ ὅλως μετέχειν τῆς πόλεως τὸν
βουλόμενον· τὸν γὰρ δὴ νόμον αὐτοῖς οὐκ ἀπὸ
τιμημάτων ποιεῖσθαι τὴν ἐγγραφὴν οὐδ’ ἀπὸ
σχημάτων ἢ μεγέθους ἢ κάλλους οὐδ’ ἀπὸ γένους
τοῦ τῶν
<note xml:lang="mul" n="6.304.1">τοῦ τῶν λαμπρῶν Fritzsche: οὕτω λαμπρὸν Γ: οὐδὲ λαμπρῶν N.</note>
 λαμπρῶν ἐκ προγόνων, ἀλλὰ ταῦτα
μὲν οὐδὲ νομίζεσθαι παρ' αὐτοῖς, ἀποχρῆν δ’
ἑκάστῳ πρὸς τὸ πολίτην γενέσθαι σύνεσιν καὶ
ἐπιθυμίαν τῶν καλῶν καὶ πόνον καὶ τὸ λιπαρὲς
καὶ τὸ μὴ ἐνδοῦναι μηδὲ μαλακισθῆναι πολλοῖς
τοῖς δυσχερέσι κατὰ τὴν ὁδὸν ἐντυγχάνοντα, ὡς
ὅστις ἂν ταῦτα ἐπιδείξηται καὶ διεξέλθῃ πορευόμενος
ἄχρι πρὸς τὴν πόλιν, αὐτίκα μάλα πολίτην
ὄντα τοῦτον ὅστις ἂν ᾖ καὶ ἰσότιμον ἅπασι· τὸ
δὲ χείρων ἢ κρείττων ἢ εὐπατρίδης ἢ ἀγεννὴς ἢ
δοῦλος ἢ ἐλεύθερος οὐδὲ ὅλως εἶναι ἢ λέγεσθαι ἐν
τῇ πόλει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="25"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ὁρᾷς, ὦ Λυκῖνε, ὡς οὐ μάτην οὐδὲ περὶ
μικρῶν κάμων πολίτης ἐπιθυμῶν γενέσθαι καὶ
αὐτὸς οὕτω καλῆς καὶ εὐδαίμονος πόλεως;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καὶ γὰρ αὐτός, ὦ Ἑρμότιμε, τῶν αὐτῶν σοι
ἐρῶ καὶ οὐκ ἔστιν ὅ τι ἄν μοι πρὸ τούτων εὐξαίμην
γενέσθαι. εἰ μὲν οὖν πλησίον ἦν ἡ πόλις καὶ
φανερὰ ἰδεῖν ἅπασι, πάλαι ἄν, εὖ ἴσθι, μηδὲν
ἐνδοιάσας αὐτὸς ᾔειν ἐς αὐτὴν καὶ ἐπολιτευόμην
ἂν ἐκ πολλοῦ, ἐπεὶ δέ, ὡς ὑμεῖς φατε, σύ τε καὶ
Ἡσίοδος ὁ ῥαψῳδός, πάνυ πόρρω ἀπῴκισται,


<pb n="v.6.p.306"/>

ἀνάγκη ζητεῖν ὁδόν τε τὴν ἄγουσαν ἐπ' αὐτὴν καὶ
ἡγεμόνα τὸν ἄριστον. ἢ οὐκ οἴει σὺ χρῆναι οὕτω
ποιεῖν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ πῶς ἂν ἄλλως ἔλθοι τις;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν ὅσον μὲν ἐπὶ τῷ
<note xml:lang="mul" n="6.306.1">So Fritzsche: σὸν μὲν ἐπὶ τὸ ΓΝ: ὅσον μὲν ἐπὶ τὸ Seager.</note>
 ὑπισχνεῖσθαι καὶ
φάσκειν εἰδέναι πολλὴ ἀφθονία τῶν ἡγησομένων.
πολλοὶ γὰρ ἕτοιμοι παρεστᾶσιν αὐτόχθονες ἐκεῖθεν
ἕκαστος εἶναι λέγοντες. ὁδός γε μὴν οὐ μία καὶ
ἡ αὐτὴ φαίνεται ἀλλὰ πολλαὶ καὶ διάφοροι καὶ
οὐδὲν ἀλλήλαις ὅμοιαι· ἡ μὲν γὰρ ἐπὶ τὰ ἑσπέρια,
ἡ δὲ ἐπὶ τὴν ἕω φέρειν ἔοικεν, ἡ δέ τις ἐπὶ τὰς
ἄρκτους, καὶ ἄλλη εὐθὺ τῆς μεσημβρίας, καὶ ἡ
μὲν διὰ λειμώνων καὶ φυτῶν καὶ σκιᾶς εὔυδρος
καὶ ἡδεῖα οὐδὲν ἀντίτυπον ἢ δύσβατον ἔχουσα, ἡ
δὲ πετρώδης καὶ τραχεῖα πολὺν ἥλιον καὶ δίψος
καὶ κάματον προφαίνουσα. καὶ ὅμως αὗται πᾶσαι
πρὸς τὴν πόλιν ἄγειν λέγονται μίαν οὖσαν ἐς τὰ
ἐναντιώτατα τελευτῶσαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="26"><sp><p>  Ἔνθα δή μοι καὶ ἡ πᾶσα ἀπορία ἐστίν. ἐφ'
ἣν γὰρ ἂν ἔλθω αὐτῶν, ἀνὴρ κατὰ τὴν ἀρχὴν τῆς
ἀτραποῦ ἑκάστης
<note xml:lang="mul" n="6.306.2">ἑκάστης Jensius: ἕκαστος MSS.</note>
 ἐφεστὼς ἐν τῇ εἰσόδῳ μάλα
τις ἀξιόπιστος ὀρέγει τε τὴν χεῖρα καὶ προτρέπει
κατὰ τὴν αὑτοῦ ἀπιέναι, λέγων ἕκαστος αὐτῶν
μόνος τὴν εὐθεῖαν εἰδέναι τοὺς δ’ ἄλλους πλανᾶσθαι
μήτε αὐτοὺς ἐληλυθότας μήτε ἄλλοις ἡγήσασθαι
δυναμένοις ἀκολουθήσαντας. κἂν ἐπὶ τὸν πλησίον
ἀφίκωμαι, κἀκεῖνος τὰ ὅμοια ὑπισχνεῖται περὶ




<pb n="v.6.p.308"/>

τῆς αὑτοῦ ὁδοῦ καὶ τοὺς ἄλλους κακίζει, καὶ ὁ
παρ' αὐτὸν ὁμοίως καὶ ἑξῆς ἅπαντες. τό τε
τοίνυν πλῆθος τῶν ὁδῶν καὶ τὸ ἀνόμοιον αὐτῶν
οὐ μετρίως ταράττει με καὶ ἀπορεῖν ποιεῖ, καὶ
μάλιστα οἱ ἡγεμόνες ὑπερδιατεινόμενοι καὶ τὰ
ἑαυτῶν ἕκαστοι ἐπαινοῦντες. οὐ γὰρ οἶδα ἥντινα
τραπόμενος ἢ τῷ μᾶλλον αὐτῶν ἀκολουθήσας
ἀφικοίμην ἂν πρὸς τὴν πόλιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="27"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ἀλλ' ἐγώ σε ἀπολύσω τῆς ἀπορίας. τοῖς γὰρ
προωδοιπορηκόσιν, ὦ Λυκῖνε, πιστεύσας οὐκ ἂν
σφαλείης.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τίσι λέγεις; τοῖς κατὰ ποίαν ὁδὸν ἐλθοῦσιν;
ἢ τίνι τῶν ἡγεμόνων ἀκολουθήσασιν; αὖθις γὰρ
ἡμῖν τὸ αὐτὸ ἄπορον ἐν ἄλλῃ μορφῇ ἀναφαίνεται
ἀπὸ τῶν πραγμάτων ἐπὶ τοὺς ἄνδρας μετεληλυθός.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Πῶς τοῦτο φής;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅτι ὁ μὲν τὴν Πλάτωνος τραπόμενος καὶ
συνοδοιπορήσας μετ' αὐτοῦ ἐκείνην ἐπαινέσεται
δῆλον ὅτι, ὁ δὲ τὴν Ἐπικούρου, ἐκείνην, καὶ
ἄλλος ἄλλην, σὺ δὲ τὴν ὑμετέραν. ἢ πῶς γάρ, ὦ
Ἑρμότιμε; οὐχ οὕτως;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Πῶς γὰρ οὔ;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐ τοίνυν ἀπέλυσάς με τῆς ἀπορίας, ἀλλ’ ἔτι
ὁμοίως ἀγνοῶ τῷ μᾶλλον χρὴ πιστεῦσαι τῶν


<pb n="v.6.p.310"/>

ὁδοιπόρων. ὁρῶ γὰρ ἕκαστον αὐτῶν καὶ αὐτὸν
τὸν ἡγεμόνα μιᾶς πεπειραμένον καὶ ἐκείνην
ἐπαινοῦντα καὶ λέγοντα ὡς αὕτη μόνη ἄγει ἐπὶ
τὴν πόλιν. οὐ μέντοι ἔχω εἰδέναι εἰ ἀληθῆ φησιν.
ἀλλ’ ὅτι μὲν ἀφῖκται πρός τι τέλος καὶ εἶδέ τινα
πόλιν δώσω αὐτῷ ἴσως, εἰ δὲ ἐκείνην εἶδεν ἣν
ἐχρῆν ἐν ᾗ ἐπιθυμοῦμεν ἐγώ τε καὶ σὺ πολιτεύσασθαι,
ἢ δέον
<note xml:lang="mul" n="6.310.1">ἢ δέον Solanus: ἡδέως MSS.</note>
 εἰς Κόρινθον ἐλθεῖν, ὁ δ’ εἰς Βαβυλῶνα
ἀφικόμενος οἴεται Κόρινθον ἑωρακέναι, ἄδηλον
ἐμοὶ γοῦν ἔτι—οὐ γὰρ πάντως ὁ τινὰ πόλιν ἰδὼν
Κόρινθον εἶδεν, εἴ γε οὐ μόνη πόλις ἐστὶν ἡ
Κόρινθος. ὃ δὲ δὴ μάλιστα εἰς ἀπορίαν με
καθίστησιν, ἐκεῖνό ἐστιν—τὸ εἰδέναι ὅτι πᾶσα
ἀνάγκη μίαν εἶναι τὴν ἀληθῆ ὁδόν· καὶ γὰρ ἡ
Κόρινθος μία ἐστίν, αἱ δ’ ἄλλαι πανταχόσε μᾶλλον
ἢ εἰς Κόρινθον ἄγουσιν, εἰ μή τις οὕτω σφόδρα
παραπαίει ὡς οἴεσθαι καὶ τὴν εἰς Ὑπερβορέους καὶ
τὴν εἰς Ἰνδοὺς ἄγουσαν εἰς Κόρινθον στέλλειν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ πῶς οἷόν τε, ὦ Λυκῖνε; ἄλλη γὰρ ἀλλαχόσε
ἄγει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="28"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Οὐκοῦν, ὦ καλὲ Ἑρμότιμε, οὐ μικρᾶς δεῖ
βουλῆς ἐπὶ τὴν αἵρεσιν τῶν ὁδῶν τε καὶ ἡγεμόνων,
οὐδὲ τοῦτο δὴ τὸ τοῦ λόγου ποιήσομεν—ἔνθα ἂν
ἡμᾶς οἱ πόδες φέρωσιν, ἐκεῖσε ἄπιμεν· ἐπεὶ
λήσομεν οὕτως ἀντὶ τῆς εἰς Κόρινθον ἀγούσης τὴν
ἐπὶ Βαβυλῶνος ἢ Βάκτρων ἀπιόντες. οὐδὲ γὰρ
οὐδ’ ἐκεῖνο καλῶς ἔχει τῇ τύχῃ ἐπιτρέπειν ὡς
τάχα ἂν τὴν ἀρίστην ἑλομένους, εἰ καὶ ἄνευ



<pb n="v.6.p.312"/>

ἐξετάσεως ὁρμήσαιμεν ἐπὶ μίαν τῶν ὁδῶν ἡντιναοῦν.
δυνατὸν μὲν γὰρ καὶ τοῦτο γενέσθαι, καὶ
ἴσως ποτὲ ἐγένετο καὶ ἐν τῷ μακρῷ χρόνῳ·
ἡμᾶς δέ γε περὶ τῶν οὕτω μεγάλων οὐκ οἶμαι
δεῖν παραβόλως ἀναρριπτεῖν οὐδὲ ἐς στενὸν
κομιδῇ κατακλείειν τὴν ἐλπίδα ἐπὶ ῥιπός, ὡς ἡ
παροιμία φησί, τὸν Αἰγαῖον ἢ τὸν Ἰόνιον διαπλεῦσαι
θέλοντας, ὅτε οὐδὲ αἰτιασαίμεθ' ἂν εὐλόγως
τὴν τύχην, εἰ τοξεύουσα καὶ ἀκοντίζουσα μὴ
πάντως ἔτυχε τἀληθοῦς ἑνὸς ὄντος ἐν μυρίοις τοῖς
ψεύδεσιν, ὅπερ οὐδὲ τῷ Ὁμηρικῷ τοξότῃ ὑπῆρξεν,
ὃς δέον τὴν πελειάδα κατατοξεῦσαι, ὁ δὲ τὴν
μήρινθον ἐνέτεμεν· ὁ Τεῦκρος οἶμαι. ἀλλὰ παρὰ
πολὺ ἐκεῖνο εὐλογώτερον τῶν πολλῶν τρωθήσεσθαι
καὶ περιπεσεῖσθαι τῷ τοξεύματι ἐλπίζειν ἢ πάντως
ἐκεῖνο τὸ ἓν ἐξ ἁπάντων. ὁ δὲ κίνδυνος ὅτι οὐ
μικρός, εἰ ἀντὶ τῆς ἐπ' εὐθὺ ἀγούσης ἐς τῶν
πεπλανημένων μίαν ἀγνοοῦντες ἐμπέσοιμεν, ἐλπίζοντες
ἄμεινον αἱρήσεσθαι τὴν τύχην ὑπὲρ ἡμῶν,
εἰκάζειν οἶμαι. οὐδὲ γὰρ ἀναστρέψαι ἔτι καὶ
ἀνασωθῆναι ὀπίσω ῥᾴδιον, ἢν ἅπαξ ἐπιδῷ τις
αὑτον τῇ πνεούσῃ
<note xml:lang="mul" n="6.312.1">πνεούσῃ Solanus: πλεούσῃ MSS.</note>
 τὰ ἀπόγεια λυσάμενος, ἀλλὰ
ἀνάγκη ἐν τῷ πελάγει διαφέρεσθαι ναυτιῶντα ὡς
τὸ πολὺ καὶ δεδιότα καὶ καρηβαροῦντα ὑπὸ τοῦ
σάλου, δέον ἐξ ἀρχῆς πρὶν ἐκπλεῦσαι ἀναβάντα
ἐπὶ σκοπήν τινα σκέψασθαι εἰ ἐπίφορόν ἐστι καὶ
οὔριον τὸ πνεῦμα τοῖς Κόρινθόνδε διαπλεῦσαι
ἐθέλουσι, καὶ νὴ Δία κυβερνήτην ἕνα τὸν ἄριστον
ἐκλέξασθαι καὶ ναῦν εὐπαγῆ οἵαν διαρκέσαι πρὸς
τηλικοῦτον κλύδωνα.</p></sp><pb n="v.6.p.314"/></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="29"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Οὕτω γε ἄμεινον, ὦ Λυκῖνε, παρὰ πολύ. πλὴν
οἶδά γε ὅτι ἅπαντας ἐν κύκλῳ περιελθὼν οὐκ
ἄλλους ἂν εὕροις οὔτε ἡγεμόνας ἀμείνους οὔτε
κυβερνήτας ἐμπειροτέρους τῶν Στωϊκῶν, καὶ ἢν
ἐθελήσῃς γε ἀφικέσθαι ποτὲ εἰς τὴν Κόρινθον,
ἐκείνοις ἕψῃ κατὰ τὰ Χρυσίππου καὶ Ζήνωνος
ἴχνη προϊών. ἄλλως δὲ ἀδύνατον.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὁρᾷς τοῦτο ὡς κοινόν, ὦ Ἑρμότιμε, εἴρηκας;
εἶποι γὰρ ἂν αὐτὸ καὶ ὁ τῷ Πλάτωνι ξυνοδοιπορῶν
καὶ ὁ Ἐπικούρῳ ἑπόμενος καὶ οἱ ἄλλοι, μὴ ἂν
ἐλθεῖν με εἰς τὴν Κόρινθον εἰ μὴ μεθ' ἑαυτοῦ,
ἕκαστος. ὥστε ἢ πᾶσι πιστεύειν χρή (ὅπερ
γελοιότατον), ἢ ἀπιστεῖν ὁμοίως. μακρῷ γὰρ
ἀσφαλέστατον τὸ τοιοῦτον ἄχρι ἂν εὕρωμεν τὸν
ἀληθῆ.
<note xml:lang="mul" n="6.314.1">So Fritzsche: τἀληθῆ ὑπισχνούμενον (om. ὑπισχ. G) MSS.</note></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="30"><sp><p>
  Ἐπεὶ φέρε, εἰ καθάπερ νῦν ἔχω, ἀγνοῶν ἔτι
ὅστις ἐξ ἁπάντων ἐστὶν ὁ ἀληθεύων, ἑλοίμην τὰ
ὑμέτερα σοὶ πιστεύσας, ἀνδρὶ φίλῳ, ἀτὰρ μόνα
γε τὰ τῶν Στωϊκῶν εἰδότι καὶ μίαν ὁδὸν ὁδοιπορήσαντι
ταύτην· ἔπειτα θεῶν τις ἀναβιῶναι ποιήσειε
Πλάτωνα καὶ Πυθαγόραν καὶ Ἀριστοτέλην καὶ
τοὺς ἄλλους, οἱ δὲ περιστάντες ἐρωτῷέν με ἢ
καὶ νὴ Δί' ἐς δικαστήριον ἀγαγόντες ὕβρεως
ἕκαστος δικάζοιντο λέγοντες, Ὠ βέλτιστε Λυκῖνε,
τί παθὼν ἢ τίνι ποτὲ πιστεύσας Χρύσιππον καὶ
Ζήνωνα προετίμησας ἡμῶν, πρεσβυτέρων ὄντων
παρὰ πολύ, χθὲς καὶ πρῴην γενομένους, μήτε
λόγου μεταδοὺς ἡμῖν μήτε πειραθεὶς ὅλως ὧν



<pb n="v.6.p.316"/>

φαμέν; εἰ ταῦτα λέγοιεν τί ἂν ἀποκριναίμην
αὐτοῖς; ἢ ἐξαρκέσει μοι ἂν εἴπω ὅτι Ἑρμοτίμῳ
ἐπείσθην φίλῳ ἀνδρί; ἀλλὰ φαῖεν ἄν, οἶδ’ ὅτι,
Ἡμεῖς, ὦ Λυκῖνε, οὐκ ἴσμεν τὸν Ἑρμότιμον
τοῦτον ὅστις ποτέ ἐστιν οὐδὲ ἐκεῖνος ἡμᾶς. ὥστε
οὐκ ἐχρῆν ἁπάντων καταγιγνώσκειν οὐδὲ ἐρήμην
ἡμῶν καταδιαιτᾶν ἀνδρὶ πιστεύσαντα μίαν ὁδὸν
ἐν φιλοσοφίᾳ καὶ οὐδὲ ταύτην ἴσως ἀκριβῶς
κατανοήσαντι. οἱ δέ γε νομοθέται, ὦ Λυκῖνε,
οὐχ οὕτω προστάττουσι τοῖς δικασταῖς ποιεῖν
οὐδὲ τοῦ ἑτέρου μὲν ἀκούειν, τὸν δὲ ἕτερον οὐκ
ἐᾶν λέγειν ὑπὲρ ἑαυτοῦ ἃ οἴεται ξυμφέρειν, ἀλλ’
ὁμοίως ἀμφοῖν ἀκροᾶσθαι, ὡς ῥᾷον ἀντεξετάζοντες
τοὺς λόγους εὑρίσκοιεν τἀληθῆ τε καὶ ψευδῆ, καὶ
ἤν γε μὴ οὕτω ποιῶσιν ἐφιέναι δίδωσιν ὁ νόμος
εἰς ἕτερον δικαστήριον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="31"><sp><p>  Τοιαῦτα ἄττα εἰκὸς ἐρεῖν αὐτούς. ἢ τάχ' ἄν
τις αὐτῶν καὶ προσέροιτό με, Εἰπέ μοι, λέγων,
ὦ Λυκῖνε, εἴ τις Αἰθίοψ μηδεπώποτε ἄλλους
ἀνθρώπους ἰδών, οἷοι ἡμεῖς ἐσμεν, διὰ τὸ μὴ
ἀποδεδημηκέναι τὸ παράπαν, ἔν τινι συλλόγῳ
τῶν Αἰθιόπων διισχυρίζοιτο καὶ λέγοι μηδαμόθι
τῆς γῆς ἀνθρώπους εἶναι λευκοὺς ἢ ξανθοὺς μηδὲ
ἄλλο τι ἢ μέλανας, ἆρα πιστεύοιτ' ἂν ὑπ' αὐτῶν;
ἢ εἴποι τις ἂν πρὸς αὐτὸν τῶν πρεσβυτέρων
Αἰθιόπων, Σὺ δὲ δὴ πόθεν ταῦτα, ὦ θρασύτατε,
οἶσθα; οὐ γὰρ ἀπεδήμησας παρ' ἡμῶν οὐδαμόσε
οὐδὲ εἶδες νὴ Δία τὰ παρὰ τοῖς ἄλλοις ὁποῖά ἐστι.
φαίην ἂν ἔγωγε δίκαια ἐρωτῆσαι τὸν πρεσβύτην.
ἢ πῶς ὦ Ἑρμότιμε, συμβουλεύεις;</p></sp><pb n="v.6.p.318"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὕτω. δικαιότατα γὰρ ἐπιπλῆξαι δοκεῖ μοι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καὶ γὰρ ἔμοιγε, ὦ Ἑρμότιμε. ἀλλὰ τὸ μετὰ
τοῦτο οὐκέτ' οἶδα εἰ ὁμοίως καὶ σοὶ δόξει. ἐμοὶ
μὲν γὰρ καὶ τοῦτο πάνυ δοκεῖ.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τὸ ποῖον;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="32"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἐπάξει δηλαδὴ ὁ ἀνὴρ καὶ φήσει πρός με ὧδέ
πως, Ἀνάλογον τοίνυν, ὦ Λυκῖνε, κείσθω τις
ἡμῖν τὰ Στωϊκῶν μόνα εἰδώς, καθάπερ ὁ σὸς
φίλος οὗτος ὁ Ἑρμότιμος, ἀποδημήσας δὲ μηδεπώποτε
μήτε ἐς Πλάτωνος μήτε παρὰ τὸν Ἐπίκουρον
μήτε ὅλως παρ' ἄλλον τινά. εἰ τοίνυν λέγοι μηδὲν
οὕτω καλὸν εἶναι μηδ’ ἀληθὲς παρὰ τοῖς πολλοῖς,
οἷα τὰ τῆς Στοᾶς ἐστι καὶ ἃ ἐκείνη φησίν, οὐκ ἂν
εὐλόγως θρασὺς εἶναι δόξειεν σοι περὶ πάντων
ἀποφαινόμενος, καὶ ταῦτα ἓν εἰδώς, οὐδεπώποτε
ἐξ Αἰθιοπίας τὸν ἕτερον πόδα προελθών; τί
βούλει ἀποκρίνωμαι αὐτῷ;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τὸ ἀληθέστατον ἐκεῖνο δηλαδή, ὅτι ἡμεῖς τὰ
μὲν Στωϊκῶν καὶ πάνυ ἐκμανθάνομεν ὡς ἂν κατὰ
ταῦτα φιλοσοφεῖν ἀξιοῦντες, οὐκ ἀγνοοῦμεν δὲ
καὶ τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα. ὁ γὰρ διδάσκαλος
κἀκεῖνα μεταξὺ διέξεισι πρὸς ἡμᾶς καὶ ἀνατρέπει
γε αὐτὰ προσθεὶς αὐτός.</p></sp><pb n="v.6.p.320"/></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="33"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἢ νομίζεις ἐνταῦθα σιωπήσεσθαι ἡμῖν τοὺς
ἀμφὶ τὸν Πλάτωνα καὶ Πυθαγόραν καὶ Ἐπίκουρον
καὶ τοὺς ἄλλους, οὐχὶ δὲ ἀναγελάσαντας ἂν εἰπεῖν
πρὸς ἐμέ, Οἷα ποιεῖ, ὦ Λυκῖνε, ὁ ἑταῖρός σου ὁ
Ἑρμότιμος; ἀξιοῖ τοῖς ἀντιδίκοις περὶ ἡμῶν
πιστεύειν καὶ οἴεται τοιαῦτα εἶναι τὰ ἡμέτερα
ὁποῖα ἂν ἐκεῖνοι φῶσιν ἢ οὐκ εἰδότες ἢ κρυπτόμενοι
τἀληθές; οὐκοῦν ἤν τινα καὶ τῶν ἀθλητῶν
ἴδῃ ἀσκούμενον πρὸ τοῦ ἀγῶνος λακτίζοντα εἰς
τὸν ἀέρα ἢ πὺξ κενὴν πληγήν τινα καταφέροντα
ὡς τὸν ἀνταγωνιστὴν δῆθεν παίοντα, εὐθὺς
ἀνακηρύξει αὐτὸν ἀγωνοθέτης ὢν ὡς ἄμαχόν τινα
ἢ ἐκεῖνα μὲν οἰήσεται ῥᾴδια εἶναι καὶ ἀσφαλῆ τὰ
νεανιεύματα οὐδενὸς ἀνταιρομένου αὐτῷ, τὴν δὲ
νίκην τηνικαῦτα κρίνεσθαι ὁπόταν καταγωνίσηται
τὸν ἀντίπαλον αὐτὸν καὶ κρατήσῃ ὁ δ’ ἀπαγορεύσῃ,
ἄλλως δὲ οὔ; μὴ τοίνυν μηδὲ Ἑρμότιμος ἀφ'
ὧν ἂν οἱ διδάσκαλοι αὐτοῦ σκιαμαχῶσι πρὸς
ἡμᾶς ἀπόντας οἰέσθω κρατεῖν αὐτοὺς ἢ τὰ ἡμέτερα
τοιαῦτα εἶναι ὡς ἀνατρέπεσθαι ῥᾳδίως. ἐπεὶ τὸ
τοιοῦτον ὅμοιον ἂν εἴη τοῖς τῶν παιδίων οἰκοδομήμασιν
ἃ κατασκευάσαντες ἐκεῖνοι ἀσθενῆ εὐθὺς
ἀνατρέπουσιν, ἢ καὶ νὴ Δία τοῖς τοξεύειν μελετῶσιν,
οἳ κάρφη τινὰ συνδήσαντες, ἔπειτα ἐπὶ
κοντοῦ πήξαντες οὐ πόρρω προθέμενοι στοχάζονται
ἀφιέντες, καὶ ἢν τύχωσί ποτε καὶ διαπείρωσι τὰ
κάρφη ἀνέκραγον εὐθὺς ὥς τι μέγα ποιήσαντες,
εἰ διεξελήλυθεν αὐτοῖς τὸ βέλος διὰ τῶν φρυγάνων.
ἀλλ’ οὐ Πέρσαι γε οὕτω ποιοῦσιν οὐδὲ Σκυθῶν
ὅσοι τοξόται, ἀλλὰ πρῶτον μὲν αὐτοὶ κινούμενοι
ἀφ' ἵππων ὡς τὸ πολὺ τοξεύουσιν, ἔπειτα δὲ καὶ


<pb n="v.6.p.322"/>

τὰ τοξευόμενα κινεῖσθαι ἀξιοῦσιν οὐχ ἑστῶτα οὐδὲ
περιμένοντα τὸ βέλος ἔστ' ἂν ἐμπέσῃ, ἀλλὰ
διαδιδράσκοντα ὡς ἔνι μάλιστα. θηρία γέ τοι ὡς
τὸ πολὺ κατατοξεύουσι, καὶ ὀρνίθων ἔνιοι τυγχάνουσιν.
ἢν δέ ποτε καὶ ἐπὶ σκοποῦ δέῃ πειραθῆναι
τοῦ τόνου τῆς πληγῆς, ξύλον ἀντίτυπον ἢ ἀσπίδα
ὠμοβοΐνην προθέμενοι διελαύνουσιν, καὶ οὕτως
πιστεύουσιν κἂν δι’ ὅπλων σφίσι χωρῆσαι τοὺς
οἰστούς. εἰπὲ τοίνυν, ὦ Λυκῖνε, παρ' ἡμῶν
Ἑρμοτίμῳ ὅτι οἱ διδάσκαλοι αὐτοῦ φρύγανα
προθέμενοι κατατοξεύουσιν, εἶτά φασιν ἀνδρῶν
ὡπλισμένων κεκρατηκέναι, καὶ εἰκόνας ἡμῶν
γραψάμενοι πυκτεύουσι πρὸς ἐκείνας, καὶ κρατήσαντες
ὡς τὸ εἰκός ἡμῶν κρατεῖν οἴονται. ἀλλὰ
φαίημεν ἂν ἕκαστος πρὸς αὐτοὺς τὰ τοῦ Ἀχιλλέως
ἐκεῖνα, ἅ φησι περὶ τοῦ Ἕκτορος, ὅτι <quote><l>οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον.</l></quote></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="34"><sp><p> ταῦτα μὲν οἱ ξύμπαντες ἐν τῷ μέρει ἕκαστος.  Ὁ Πλάτων δ’ ἄν μοι δοκεῖ καὶ διηγήσασθαί τι
τῶν ἐκ Σικελίας ὡς ἂν εἰδὼς τὰ πλεῖστα· τῷ
γὰρ Συρακουσίῳ Γέλωνί φασι δυσῶδες εἶναι τὸ
στόμα καὶ τοῦτο ἐπὶ πολὺ διαλαθεῖν αὐτὸν οὐδενὸς
τολμῶντος ἐλέγχειν τύραννον ἄνδρα, μέχρι δή
τινα γυναῖκα ξένην συνενεχθεῖσαν αὐτῷ τολμῆσαι
καὶ εἰπεῖν ὅπως ἔχοι. τὸν δὲ παρὰ τὴν γυναῖκα
ἐλθόντα τὴν ἑαυτοῦ ὀργίζεσθαι ὅτι οὐκ ἐμήνυσε
πρὸς αὐτὸν εἰδυῖα μάλιστα τὴν δυσωδίαν, τὴν δὲ
παραιτεῖσθαι συγγνώμην ἔχειν αὐτῇ· ὑπὲρ γὰρ
τοῦ μὴ πεπειρᾶσθαι ἄλλου ἀνδρὸς μηδὲ ὁμιλῆσαι
πλησίον οἰηθῆναι ἅπασι τοῖς ἀνδράσι τοιοῦτό τι
ἀποπνεῖν τοῦ στόματος. καὶ ὁ Ἑρμότιμος τοιγαροῦν


<pb n="v.6.p.324"/>

ἅτε μόνοις τοῖς Στωϊκοῖς ξυνών, φαίη ἂν ὁ
Πλάτων, εἰκότως ἀγνοεῖ ὁποῖα τῶν ἄλλων τὰ στόματά
ἐστιν. ὅμοια δ’ ἂν καὶ Χρύσιππος εἴποι ἢ
ἔτι πλείω τούτων, εἴπερ λιπὼν αὐτὸν ἄκριτον ἐπὶ
τὰ Πλάτωνος ὁρμήσαιμι πιστεύσας τινὶ τῶν μόνῳ
Πλάτωνι ὡμιληκότων. ἑνί τε λόγῳ ξυνελών
φημι, ἄχρι ἂν ἄδηλον ᾖ τίς ἀληθής ἐστι προαίρεσις
ἐν φιλοσοφίᾳ, μηδεμίαν αἱρεῖσθαι. ὕβρις γὰρ ἐς
τὰς ἄλλας τὸ τοιοῦτον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="35"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ὦ Λυκῖνε, πρὸς τῆς Ἑστίας, Πλάτωνα μὲν καὶ
Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ τοὺς ἄλλους
ἀτρεμεῖν ἐάσωμεν· οὐ γὰρ κατ' ἐμὲ ἀνταγωνίζεσθαι
αὐτοῖς. νὼ δέ, ἐγώ τε καὶ σύ, ἐφ' ἡμῶν αὐτῶν
ἐξετάσωμεν, εἰ τοιοῦτόν ἐστι τὸ φιλοσοφίας
πρᾶγμα οἷον ἐγώ φημι αὐτὸ εἶναι. Αἰθίοπας δέ
γε ἢ τὴν Γέλωνος γυναῖκα τί ἔδει καλεῖν ἐκ
Συρακουσῶν ἐπὶ τὸν λόγον;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀλλ' ἐκεῖνοι μὲν ἀπίτωσαν ἐκποδών, εἴ σοι
δοκοῦσι περιττοὶ εἶναι πρὸς τὸν λόγον. σὺ δὲ
λέγε ἤδη. θαυμαστὸν γάρ τι ἐρεῖν ἔοικας.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Δοκεῖ μοι, ὦ Λυκῖνε, καὶ πάνυ δυνατὸν εἶναι
μόνα τὰ τῶν Στωϊκῶν ἐκμαθόντα εἰδέναι τἀληθὲς
ἀπὸ τούτων, κἂν μὴ τὰ τῶν ἄλλων ἐπεξέλθῃ τις
ἐκμανθάνων ἕκαστα. οὑτωσὶ δὲ σκόπει· ἤν τις
λέγῃ πρός σέ μόνον τοῦτο ὡς αἱ δύο δυάδες τὸν
τέτταρα ἀριθμὸν ἀποτελοῦσιν, ἆρα δεήσει περιιόντα


<pb n="v.6.p.326"/>

σε πυνθάνεσθαι τῶν ἄλλων ὅσοι ἀριθμητικοὶ
μή τις ἄρα εἴη πέντε ἢ ἑπτὰ λέγων αὐτὰς εἶναι;
ἢ αὐτίκα εἰδείης ἂν ὅτι ὁ ἀνὴρ ἀληθῆ λέγει;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Αὐτίκα, ὦ Ἑρμότιμε.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τί ποτ' οὖν ἀδύνατον εἶναί σοι δοκεῖ, ἐντυγχάνοντά
τινα μόνοις τοῖς Στωϊκοῖς λέγουσι τἀληθῆ
πείθεσθαί τε αὐτοῖς καὶ μηκέτι δεῖσθαι τῶν
ἄλλων εἰδότα ὡς οὐκ ἄν ποτε τὰ τέτταρα πέντε
γένοιτο, οὐδ’ ἂν μυρίοι Πλάτωνες ἢ Πυθαγόραι
λέγωσιν;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="36"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Οὐδὲν πρὸς ἔπος, ὦ Ἑρμότιμε. τὰ γὰρ ὁμολογούμενα
τοῖς ἀμφισβητουμένοις εἰκάζεις, πάμπολυ
αὐτῶν διαφέροντα. ἢ τί ἂν φαίης; ἔστιν ᾧτινι
ἐντετύχηκας λέγοντι τὰς δύο δυάδας συντεθείσας
τὸν ἑπτὰ ἢ ἕνδεκα ἀριθμὸν ἀποτελεῖν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐκ ἔγωγε. ἢ μαίνοιτ' ἂν ὁ μὴ τέτταρα ξυμβαίνειν
λέγων.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τί δὲ, ἐντετύχηκας πώποτε (καὶ πρὸς Χαρίτων
πειρῶ ἀληθεύειν) Στωϊκῷ τινι καὶ Ἐπικουρείῳ
μὴ διαφερομένοις περὶ ἀρχῆς ἢ τέλους;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐδαμῶς.</p></sp><pb n="v.6.p.328"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅρα τοίνυν μή πώς με παραλογίζῃ, ὦ γενναῖε,
καὶ ταῦτα φίλον ὄντα. ζητούντων γὰρ ἡμῶν οἵτινες
ἀληθεύουσιν ἐν φιλοσοφίᾳ, σὺ τοῦτο προαρπάσας
ἔδωκας φέρων τοῖς Στωϊκοῖς λέγων ὡς οὗτοί
εἰσιν οἱ τὰ δὶς δύο τέτταρα τιθέντες, ὅπερ ἄδηλον
εἰ οὕτως ἔχει. φαῖεν γὰρ ἂν οἱ Ἐπικούρειοι ἢ
Πλατωνικοί σφᾶς μὲν οὕτω ξυντιθέναι, ὑμᾶς δὲ
πέντε ἢ ἑπτὰ λέγειν αὐτά. ἢ οὐ δοκοῦσί σοι
τοῦτο ποιεῖν ὁπόταν ὑμεῖς μὲν μόνον τὸ καλὸν
ἀγαθὸν ἡγῆσθε εἶναι, οἱ Ἐπικούρειοι δὲ τὸ ἡδύ;
καὶ ὅταν ὑμεῖς λέγητε σώματα εἶναι ἅπαντα, ὁ
Πλάτων δὲ νομίζῃ καὶ ἀσώματόν τι ἐν τοῖς
οὖσιν εἶναι; ἀλλ’ ὅπερ ἔφην, πλεονεκτικῶς πάνυ
τὸ ἀμφισβητούμενον συλλαβὼν ὡς ἀναμφιλόγως
ἴδιον τῶν Στωϊκῶν δίδως αὐτοῖς ἔχειν,
καίτοι ἀντιλαμβανομένων τῶν ἄλλων καὶ λεγόντων
αὐτῶν τοῦτο εἶναι, ἔνθα δὴ κρίσεως μάλιστα
οἶμαι δεῖ. ἂν μὲν οὖν πρόδηλον γένηται τοῦτο
ὡς Στωϊκῶν ἐστι μόνων τὰ δὶς δύο τέτταρα
ἡγεῖσθαι, ὥρα σιωπᾶν τοῖς ἄλλοις. ἄχρι δ’ ἂν
αὐτοῦ τούτου πέρι διαμάχωνται, πάντων ὁμοίως
ἀκουστέον ἢ εἰδέναι ὅτι πρὸς χάριν δικάζειν
δόξομεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="37"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Οὔ μοι δοκεῖς, ὦ Λυκῖνε, ξυνιέναι πῶς βούλομαι
εἰπεῖν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν σαφέστερον χρὴ λέγειν εἰ ἑτεροῖόν τι
ἀλλὰ μὴ τοιοῦτον φήσεις.</p></sp><pb n="v.6.p.330"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Εἴσῃ αὐτίκα οἷόν τι λέγω. θῶμεν γάρ τινας
δύο ἐσεληλυθέναι ἐς τὸ Ἀσκληπιεῖον ἢ ἐς τοῦ
Διονύσου τὸ ἱερόν, εἶτα μέντοι φιάλην τινὰ τῶν
ἱερῶν ἀπολωλέναι. δεήσει δή που ἀμφοτέρους
ἐρευνηθῆναι αὐτοὺς ὁπότερος ὑπὸ κόλπου ἔχει τὴν
φιάλην.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καὶ μάλα.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἔχει δὲ πάντως ὁ ἕτερος.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Πῶς γὰρ οὔ, εἴ γε ἀπόλωλεν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐκοῦν ἂν παρὰ τῷ προτέρῳ εὕρῃς αὐτήν,
οὐκέτι τὸν ἕτερον ἀποδύσεις. πρόδηλον γὰρ ὡς
οὐκ ἔχει.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Πρόδηλον γάρ.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ εἴ γε μὴ εὕροιμεν ἐν τῷ τοῦ προτέρου
κόλπῳ ὁ ἕτερος πάντως ἔχει, καὶ οὐδὲν ἐρεύνης
οὐδὲ οὕτως δεῖ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἔχει γάρ.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ ἡμεῖς τοίνυν εἰ εὕροιμεν ἤδη παρὰ τοῖς
Στωϊκοῖς τὴν φιάλην, οὐκέτι ἐρευνᾶν τοὺς ἄλλους


<pb n="v.6.p.332"/>

ἀξιώσομεν ἔχοντες ὃ πάλαι ἐζητοῦμεν. ἢ τίνος
γὰρ ἂν ἕνεκα ἔτι κάμνοιμεν;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="38"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Οὐδενός, εἴ γε εὕροιτε καὶ εὑρόντες ἔχοιτε
εἰδέναι ὡς ἐκεῖνο ἦν τὸ ἀπολωλός, ἢ ὅλως γνώριμον
ὑμῖν εἴη τὸ ἀνάθημα. νῦν δέ, ὦ ἑταῖρε, πρῶτον
μὲν οὐ δύο εἰσὶν οἱ παρελθόντες ἐς τὸν νεών, ὡς
ἀναγκαῖον εἶναι τὸν ἕτερον αὐτοῖν τὰ φώρια ἔχειν,
ἀλλὰ μάλα πολλοί τινες, εἶτα καὶ τὸ ἀπολόμενον
αὐτὸ ἄδηλον ὅ τι ποτέ ἐστιν, εἴτε φιάλη τις ἢ
σκύφος ἢ στέφανος. ὅσοι γοῦν ἱερεῖς, ἄλλος ἄλλο
εἶναι λέγουσιν καὶ οὐδὲ περὶ τῆς ὕλης αὐτῆς
ὁμολογοῦσιν, ἀλλ’ οἱ μὲν χαλκοῦ, οἱ δὲ ἀργύρου,
οἱ δὲ χρυσοῦ, οἱ δὲ κασσιτέρου εἶναι αὐτὸ φάσκουσιν.
ἀνάγκη τοίνυν ἅπαντας ἀποδῦσαι τοὺς εἰσελθόντας,
εἰ βούλει εὑρεῖν τὸ ἀπολωλός. καὶ γὰρ
ἂν παρὰ τῷ πρώτῳ εὐθὺς εὕρῃς φιάλην χρυσῆν,
ἔτι καὶ τοὺς ἄλλους σοι ἀποδυτέον.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Διὰ τί, ὦ Λυκῖνε;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅτι ἄδηλον εἰ φιάλη τὸ ἀπολόμενον ἦν. εἰ δὲ
καὶ τοῦτο ὑπὸ πάντων ὁμολογηθείη, ἀλλ’ οὔτι γε
χρυσῆν ἅπαντές φασιν εἶναι τὴν φιάλην. εἰ δὲ
καὶ μάλιστα γνώριμον γένοιτο ὡς φιάλη ἀπόλοιτο
χρυσῆ, καὶ σὺ παρὰ τῷ πρώτῳ εὕροις φιάλην
χρυσῆν, οὐδὲ οὕτω παύσῃ διερευνώμενος τοὺς
ἄλλους· οὐ γὰρ δῆλόν που εἰ αὐτὴ ἦν ἡ τοῦ θεοῦ.
ἢ οὐκ οἴει πολλὰς φιάλας εἶναι χρυσᾶς;</p></sp><pb n="v.6.p.334"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἔγωγε.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Δεήσει δὴ ἐπὶ πάντας ἰέναι ἐρευνῶντα καὶ τὰ
παρ' ἑκάστῳ εὑρεθέντα πάντα εἰς μέσον καταθέντα
εἰκάζειν ὅ τι ποτὲ αὐτῶν πρέποι ἂν θεῖον κτῆμα
οἴεσθαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="39"><sp><p>  Καὶ γὰρ αὖ τὸ τὴν πολλὴν ἀπορίαν παρεχόμενον
τοῦτό ἐστιν, ὅτι ἕκαστος τῶν ἀποδυθησομένων
ἔχει τι πάντως, ὁ μὲν σκύφον, ὁ δὲ φιάλην, ὁ δὲ
στέφανον, καὶ ὁ μὲν ἐκ χαλκοῦ, ὁ δὲ ἐκ χρυσοῦ,
ὁ δὲ ἀργύρου. εἰ δὲ ὃ ἔχει, τοῦτο ἱερόν ἐστιν,
οὐδέπω δῆλον. πᾶσα τοίνυν ἀνάγκη ἀπορεῖν
ὅντινα ἱερόσυλον εἴπῃς, ὅπου γε καὶ εἰ πάντες τὰ
ὅμοια εἶχον ἄδηλον ἦν καὶ οὕτως ὅστις ὁ τὰ τοῦ
θεοῦ ὑφῃρημένος—ἔστι γὰρ καὶ ἰδιωτικὰ ἔχειν.
τὸ δ’ αἴτιον τῆς ἀγνοίας ἕν ἐστιν οἶμαι τὸ ἀνεπίγραφον
εἶναι τὴν ἀπολομένην φιάλην (θῶμεν γὰρ
φιάλην ἀπολωλέναι), ὡς εἴ γε ἐπεγέγραπτο τοῦ
θεοῦ τὸ ὄνομα ἢ τοῦ ἀναθέντος ἧττον ἂν ἐκάμνομεν
καὶ εὑρόντες τὴν ἐπιγεγραμμένην ἐπεπαύμεθ' ἂν
ἀποδύοντες καὶ ἐνοχλοῦντες τοὺς ἄλλους. οἶμαι
δέ σε, ὦ Ἑρμότιμε, καὶ ἀγῶνας ἤδη γυμνικοὺς
ἑωρακέναι πολλάκις.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ ὀρθῶς οἴει. πολλάκις γὰρ καὶ πολλαχόθι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἦ οὖν ποτε καὶ παρὰ τοὺς ἀθλοθέτας αὐτοὺς
ἐκαθέζου;</p></sp><pb n="v.6.p.336"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Νὴ Δία, ἔναγχος Ὀλυμπίασιν ἐπὶ τὰ λαιὰ τῶν
Ἑλλανοδικῶν, Εὐανδρίδου τοῦ Ἠλείου θέαν μοι
προκαταλαβόντος ἐν τοῖς ἑαυτοῦ πολίταις· ἐπεθύμουν
γὰρ ἐγγύθεν ἅπαντα ὁρᾶν τὰ παρὰ τοῖς
Ἑλλανοδίκαις γιγνόμενα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οἶσθα οὖν καὶ τοῦτο, πῶς κληροῦσιν ὅντινα
ᾧτινι χρὴ παλαίειν ἢ παγκρατιάζειν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οἶδα γάρ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν ἂν
<note xml:lang="mul" n="6.336.1">ἂν add. Jacobitz.</note>
 ἄμεινον σὺ εἴποις ὡς ἐγγύθεν ἰδών.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="40"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Τὸ μὲν παλαιὸν ἐπὶ Ἡρακλέους ἀγωνοθετοῦντος
φύλλα δάφνης . . .</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Μή μοι τὰ πάλαι, ὦ Ἑρμότιμε, ἃ δὲ εἶδες
ἐγγύθεν, ἐκεῖνα λέγε.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Κάλπις ἀργυρᾶ πρόκειται ἱερὰ τοῦ θεοῦ. ἐς
ταύτην ἐμβάλλονται κλῆροι μικροί, ὅσον δὴ
κυαμιαῖοι τὸ μέγεθος, ἐπιγεγραμμένοι. ἐγγράφεται
δὲ ἐς δύο μὲν ἄλφα ἐν ἑκατέρῳ, ἐς δύο δὲ τὸ
βῆτα, καὶ ἐς ἄλλους δύο τὸ γάμμα καὶ ἑξῆς κατὰ
τὰ αὐτά, ἢν πλείους οἱ ἀθληταὶ ὦσι, δύο ἀεὶ
κλῆροι τὸ αὐτὸ γράμμα ἔχοντες. προσελθὼν δὴ
τῶν ἀθλητῶν ἕκαστος προσευξάμενος τῷ Διὶ



<pb n="v.6.p.338"/>

καθεὶς τὴν χεῖρα ἐς τὴν κάλπιν ἀνασπᾷ τῶν
κλήρων ἕνα καὶ μετ' ἐκεῖνον ἕτερος, καὶ παρεστὼς
μαστιγοφόρος ἑκάστῳ ἀνέχει αὐτοῦ τὴν χεῖρα οὐ
παρέχων ἀναγνῶναι ὅ τι τὸ γράμμα ἐστὶν ὃ
ἀνέσπακεν. ἁπάντων δὲ ἤδη ἐχόντων ὁ ἀλυτάρχης
οἶμαι ἢ τῶν Ἑλλανοδικῶν αὐτῶν εἷς
(οὐκέτι γὰρ τοῦτο μέμνημαι) περιιὼν ἐπισκοπεῖ
τοὺς κλήρους ἐν κύκλῳ ἑστώτων καὶ οὕτως τὸν
μὲν τὸ ἄλφα ἔχοντα τῷ τὸ ἕτερον ἄλφα ἀνεσπακότι
παλαίειν ἢ παγκρατιάζειν συνάπτει, τὸν δὲ τὸ
βῆτα τῷ τὸ βῆτα ὁμοίως καὶ τοὺς ἄλλους τοὺς
ὁμογράμμους κατὰ ταὐτά. οὕτω μὲν, ἢν ἄρτιοι
ὦσιν οἱ ἀγωνισταί, οἷον
<note xml:lang="mul" n="6.338.1">οἷον β, ὅλον γ.</note>
 ὀκτὼ ἢ τέτταρες ἢ δώδεκα,
ἢν δὲ περιττοί, πέντε ἑπτὰ ἐννέα, γράμμα τι
περιττὸν ἑνὶ κλήρῳ ἐγγραφὲν συμβάλλεται αὐτοῖς,
ἀντίγραφον ἄλλο οὐκ ἔχον. ὃς δ’ ἂν τοῦτο
ἀνασπάσῃ ἐφεδρεύει περιμένων ἔστ' ἂν ἐκεῖνοι
ἀγωνίσωνται· οὐ γὰρ ἔχει τὸ ἀντίγραμμα. καὶ
ἔστι τοῦτο οὐ μικρά τις εὐτυχία τοῦ ἀθλητοῦ, τὸ
μέλλειν ἀκμῆτα τοῖς κεκμηκόσι συμπεσεῖσθαι.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>