<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:19-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:19-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="19"><sp><p>ἀλλ’ ὅρα μὴ καὶ ταῦτα, ὦ
Ἑρμότιμε, παίζεις πρός με πειρώμενος εἰ ἐξαπατώμενος
συνίημι.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Διὰ τί τοῦτ' ἔφησθα;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅτι, ὦγαθέ, ἀνδριάντων ταύτην ἐξέτασιν λέγεις
τὴν ἀπὸ τῶν σχημάτων. παρὰ πολὺ γοῦν ἐκεῖνοι
εὐσχημονέστεροι καὶ τὰς ἀναβολὰς κοσμιώτεροι,
Φειδίου τινὸς ἢ Ἀλκαμένους ἢ Μύρωνος πρὸς τὸ
εὐμορφότατον εἰκάσαντος. εἰ δὲ καὶ ὅτι μάλιστα
χρὴ τεκμαίρεσθαι τοῖς τοιούτοις, τί ἂν πάθοι τις,
εἰ τυφλὸς ὢν ἐπιθυμοίη φιλοσοφεῖν; τῷ διαγνῷ
τὸν τὴν ἀμείνω προαίρεσιν προῃρημένον οὔτε
σχῆμα οὔτε βάδισμα ὁρᾶν δυνάμενος;</p></sp><pb n="v.6.p.296"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἀλλ' ἔμοιγε οὐ πρὸς τυφλοὺς ὁ λόγος, ὦ Λυκῖνε,
οὐδέ μοι μέλει τῶν τοιούτων.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἐχρῆν μέν, ὦ χρηστέ, κοινόν τι τὸ γνώρισμα
εἶναι τῶν οὕτω μεγάλων καὶ ἅπασι χρησίμων.
πλὴν εἰ δοκεῖ, οἱ μὲν ἔξω ἡμῖν φιλοσοφίας μενέτωσαν
οἱ τυφλοί, ἐπείπερ μηδὲ ὁρῶσι—καίτοι
ἀναγκαῖον ἦν τοῖς τοιούτοις μάλιστα φιλοσοφεῖν
ὡς μὴ πάνυ ἄχθοιντο ἐπὶ τῇ συμφορᾷ. οἱ δὲ
δὴ βλέποντες κἂν πάνυ ὀξυδερκεῖς ὦσι τί ἂν
δύναιντο συνιδεῖν τῶν τῆς ψυχῆς ἀπό γε τῆς
 ἔξωθεν ταύτης περιβολῆς;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="20"><sp><p>ὃ δὲ βούλομαι εἰπεῖν
τοιόνδε ἐστίν· οὐχ ὅτι τῆς γνώμης τῶν ἀνδρῶν
ἔρωτι προσῄεις αὐτοῖς καὶ ἠξίους ἀμείνων γίγνεσθαι
ἐς τὰ τῆς γνώμης;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ μάλα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Πῶς οὖν οἷόν τέ σοι ἦν ἀφ' ὧν ἔφησθα ἐκείνων
τῶν γνωρισμάτων διορᾶν τὸν ὀρθῶς φιλοσοφοῦντα
ἢ μή; οὐ γὰρ φιλεῖ τὰ τοιαῦτα οὕτω διαφαίνεσθαι,
ἀλλ’ ἔστιν ἀπόρρητα καὶ ἐν ἀφανεῖ κείμενα, λόγοις
καὶ συνουσίαις ἀναδεικνύμενα καὶ ἔργοις τοῖς
ὁμοίοις ὀψὲ μόλις. ὁ γοῦν Μῶμος ἀκήκοας οἶμαι
ἅτινα ᾐτιάσατο τοῦ Ἡφαίστου· εἰ δὲ μή, ἀλλὰ νῦν
ἄκουε. φησὶ γὰρ ὁ μῦθος ἐρίσαι Ἀθηνᾶν καὶ
Ποσειδῶνα καὶ Ἥφαιστον εὐτεχνίας πέρι, καὶ τὸν
μὲν Ποσειδῶ ταῦρον ἀναπλάσαι, τὴν Ἀθηνᾶν δὲ
οἰκίαν ἐπινοῦσαι, ὁ Ἥφαιστος δὲ ἄνθρωπον ἄρα


<pb n="v.6.p.298"/>

συνεστήσατο, καὶ ἐπείπερ ἐπὶ τὸν Μῶμον ἧκον
ὅνπερ δικαστὴν προείλοντο, θεασάμενος ἐκεῖνος
ἑκάστου τὸ ἔργον, τῶν μὲν ἄλλων ἅτινα ᾐτιάσατο
περιττὸν ἂν εἴη λέγειν, ἐπὶ τοῦ ἀνθρώπου δὲ τοῦτο
ἐμέμψατο καὶ τὸν ἀρχιτέκτονα ἐπέπληξε τὸν
Ἥφαιστον διότι μὴ καὶ θυρίδας ἐποίησεν αὐτῷ
κατὰ τὸ στέρνον, ὡς ἀναπετασθεισῶν γνώριμα
γίγνεσθαι ἅπασιν ἃ βούλεται καὶ ἐπινοεῖ καὶ εἰ
<note xml:lang="mul" n="6.298.1">εἰ Solanus from one late MS.: ἢ other MSS.</note>

ψεύδεται ἢ ἀληθεύει. ἐκεῖνος μὲν οὖν ἅτε ἀμβλυώττων
οὕτω περὶ τῶν ἀνθρώπων διενοεῖτο, σὺ δὲ
ὑπὲρ τὸν Λυγκέα ἡμῖν δέδορκας καὶ ὁρᾷς τὰ
ἔνδον ὡς ἔοικε διὰ τοῦ στέρνου καὶ ἀνέῳκταί σοι
τὰ πάντα, ὡς εἰδέναι μὴ μόνον ἃ βούλεται καὶ ἃ
γιγνώσκει ἕκαστος ἀλλὰ καὶ πότερος ἀμείνων ἢ
χείρων.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Παίζεις, ὦ Λυκῖνε. ἐγὼ δὲ κατὰ θεὸν εἱλόμην
 καὶ οὐ μεταμέλει μοι τῆς αἱρέσεως.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>