<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:11-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:11-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="11"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Οὐ σχολή μοι, ὦ Λυκῖνε, περὶ τούτων διαλέγεσθαί
σοι· σπεύδω γὰρ ἤδη ἀκροάσασθαι αὐτοῦ, μὴ
καὶ λάθω τελέως ἀπολειφθείς.</p></sp><pb n="v.6.p.280"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Θάρρει, ὦγαθέ. τὸ τήμερον γὰρ ἐκεχειρία
ἐπήγγελται. ὥστε ἐγὼ ἀφίημί σοι ὅσον ἔτι τὸ
λοιπὸν τῆς ὁδοῦ.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Πῶς λέγεις;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅτι ἐν τῷ παρόντι οὐκ ἂν ἴδοις αὐτόν, εἴ γε
χρὴ πιστεύειν τῷ προγράμματι. πινάκιον γάρ τι
ἐκρέματο ὑπὲρ τοῦ πυλῶνος μεγάλοις γράμμασι
λέγον “Τήμερον οὐ συμφιλοσοφεῖν.” ἐλέγετο δὲ
παρ' Εὐκράτει τῷ πάνυ δειπνήσας χθὲς γενέθλια
θυγατρὸς ἑστιῶντι πολλά τε συμφιλοσοφῆσαι ἐν
τῷ συμποσίῳ καὶ πρὸς Εὐθύδημον τὸν ἐκ τοῦ
Περιπάτου παροξυνθῆναί τι καὶ ἀμφισβητῆσαι
αὐτῷ περὶ ὧν ἐκεῖνοι εἰώθασιν ἀντιλέγειν τοῖς ἀπὸ
τῆς Στοᾶς. ὑπό τε οὖν τῆς κραυγῆς πονήρως τὴν
κεφαλὴν διατεθῆναι καὶ ἱδρῶσαι μάλα πολλὰ ἐς
μέσας νύκτας ἀποταθείσης, ὥς φασι, τῆς συνουσίας.
ἅμα δὲ καὶ πεπώκει οἶμαι πλέον τοῦ
ἱκανοῦ τῶν παρόντων ὡς εἰκός φιλοτησίας προπινόντων
καὶ ἐδεδειπνήκει πλέον ἢ κατὰ γέροντα·
ὥστε ἀναστρέψας ἤμεσέ τε ὡς ἔφασκον πολλὰ καὶ
μόνον ἀριθμῷ παραλαβὼν τὰ κρέα ὁπόσα τῷ
παιδὶ κατόπιν ἑστῶτι παραδεδώκει καὶ σημηνάμενος
ἐπιμελῶς τὸ ἀπ' ἐκείνου καθεύδει μηδένα
εἰσδέχεσθαι παραγγείλας. ταῦτα δὲ Μίδα ἤκουσα
τοῦ οἰκέτου αὐτοῦ διηγουμένου τισὶ τῶν μαθητῶν,
οἳ καὶ αὐτοὶ ἀνέστρεφον μάλα πολλοί.</p></sp><pb n="v.6.p.282"/></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="12"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ἐκράτησε δὲ πότερος, ὦ Λυκῖνε, ὁ διδάσκαλος
ἢ ὁ Εὐθύδημος; εἴ τι καὶ τοιοῦτον ἔλεγεν ὁ
Μίδας.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τὰ μὲν πρῶτά φασιν, ὦ Ἑρμότιμε, ἀγχώμαλα
σφίσι γενέσθαι, τὸ δ’ οὖν τέλος τῆς νίκης καθ'
ὑμᾶς ἐγένετο καὶ παρὰ πολὺ ὁ πρεσβύτης ὑπερέσχε.
τὸν γοῦν Εὐθύδημον οὐδὲ ἀναιμωτί φασιν ἀπελθεῖν,
ἀλλὰ τραῦμα παμμέγεθες ἔχοντα ἐν τῇ κεφαλῇ.
ἐπεὶ γὰρ ἀλαζὼν ἦν καὶ ἐλεγκτικὸς καὶ πείθεσθαι
οὐκ ἤθελεν οὐδὲ παρεῖχε ῥᾴδιον αὑτὸν ἐλέγχεσθαι,
ὁ διδάσκαλός σου ὁ βέλτιστος ὃν εἶχε σκύφον
Νεστόρειόν τινα καταφέρει αὐτοῦ πλησίον κατακειμένου,
καὶ οὕτως ἐκράτησεν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Εὖ γε. οὐ γὰρ ἄλλως ἐχρῆν πρὸς τοὺς μὴ
ἐθέλοντας εἴκειν τοῖς κρείττοσιν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ταυτὶ μέν, ὦ Ἑρμότιμε, πάνυ εὔλογα. ἢ τί
γὰρ παθὼν Εὐθύδημος ἄνδρα γέροντα παρώξυνεν
ἀόργητον καὶ θυμοῦ κρείττονα, σκύφον οὕτω
 βαρὺν ἐν τῇ χειρὶ ἔχοντα;</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>