<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:1-2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3:1-2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="1"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ὅσον, ὦ Ἑρμότιμε, τῷ βιβλίῳ καὶ τῇ τοῦ
βαδίσματος σπουδῇ τεκμήρασθαι, παρὰ τὸν διδάσκαλον
ἐπειγομένῳ ἔοικας. ἐνενόεις γοῦν τι μεταξὺ
προϊὼν καὶ τὰ χείλη διεσάλευες ἠρέμα ὑποτονθορύζων
καὶ τὸν χεῖρα ὧδε κἀκεῖσε μετέφερες
ὥσπερ τινὰ ῥῆσιν ἐπὶ ἑαυτοῦ διατιθέμενος,
ἐρώτημα δή τι τῶν ἀγκύλων συντιθεὶς ἢ σκέμμα
σοφιστικόν ἀναφροντίζων, ὡς μηδὲ ὁδῷ βαδίζων
σχολὴν ἄγοις, ἀλλ’ ἐνεργὸς εἴης ἀεὶ σπουδαῖόν
τι πράττων καὶ ὃ πρὸ ὁδοῦ σοι γένοιτ' ἂν ἐς τὰ
μαθήματα.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Νὴ Δί', ὦ Λυκῖνε, τοιοῦτό τι· τὴν γὰρ χθιζὴν
συνουσίαν καὶ ἃ εἶπε πρὸς ἡμᾶς, ἀνεπεμπαζόμην
ἐπιὼν τῇ μνήμῃ ἕκαστα. χρὴ δὲ μηδένα καιρὸν
οἶμαι παριέναι εἰδότας ἀληθὲς ὂν τὸ ὑπὸ τοῦ
Κῴου ἱατροῦ εἰρημένον, ὡς ἄρα “βραχὺς μὲν ὁ
βίος, μακρὴ δὲ ἡ τέχνη.” καίτοι ἐκεῖνος ἰατρικῆς
πέρι ταῦτ' ἔλεγεν, εὐμαθεστέρου πράγματος·
φιλοσοφία δὲ καὶ μακρῷ τῷ χρόνῳ ἀνέφικτος, ἢν
μὴ πάνυ τις ἐγρηγορὼς ἀτενὲς ἀεὶ καὶ γοργὸν
ἀποβλέπῃ ἐς αὐτήν, καὶ τὸ κινδύνευμα οὐ περὶ
μικρῶν—ἢ ἄθλιον εἶναι ἐν τῷ πολλῷ τῶν ἰδιωτῶν




<pb n="v.6.p.262"/>

συρφετῷ παραπολόμενον ἢ εὐδαιμονῆσαι
φιλοσοφήσαντα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="2"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Τὰ μὲν ἆθλα, ὦ Ἑρμότιμε, θαυμάσια ἡλίκα
εἴρηκας. οἶμαί γε μὴν οὐ πόρρω σε εἶναι αὐτῶν,
εἴ γε χρὴ εἰκάζειν τῷ τε χρόνῳ ὁπόσον φιλοσοφεῖς
καὶ προσέτι τῷ πόνῳ οἷόν μοι οὐ μέτριον ἐκ
πολλοῦ ἤδη ἔχειν δοκεῖς. εἰ γάρ τι μέμνημαι,
σχεδὸν εἴκοσιν ἔτη ταῦτά ἐστιν ἀφ' οὗ σε οὐδὲν
ἄλλο ποιοῦντα ἑώρακα, ἢ παρὰ τοὺς διδασκάλους
φοιτῶντα καὶ ὡς τὸ πολὺ ἐς βιβλίον ἐπικεκυφότα
καὶ ὑπομνήματα τῶν συνουσιῶν ἀπογραφόμενον,
ὠχρὸν ἀεὶ ὑπὸ φροντίδων καὶ τὸ σῶμα κατεσκληκότα.
δοκεῖς δέ μοι ἀλλ’ οὐδὲ ὄναρ ποτὲ ἀνιέναι
σεαυτόν, οὕτως ὅλος εἶ ἐν τῷ πράγματι. ταῦτ'
οὖν σκοπουμένῳ μοι φαίνῃ οὐκ ἐς μακρὰν ἐπιλήψεσθαι
τῆς εὐδαιμονίας, εἴ γε μὴ λέληθας ἡμᾶς
καὶ πάλαι αὐτῇ συνών.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Πόθεν, ὦ Λυκῖνε, ὃς νῦν ἄρχομαι παρακύπτειν
ἐς τὴν ὁδόν; ἡ δ’ Ἀρετὴ πάνυ πόρρω κατὰ τὸν
Ἡσίοδον οἰκεῖ καὶ ἔστιν ὁ οἶμος ἐπ' αὐτὴν μακρός
τε καὶ ὄρθιος καὶ τρηχύς, ἱδρῶτα οὐκ ὀλίγον ἔχων
τοῖς ὁδοιπόροις.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐχ ἱκανὰ οὖν ἵδρωταί σοι, ὦ Ἑρμότιμε, καὶ
ὡδοιπόρηται;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὔ, φημί· οὐδὲν γὰρ ἂν
<note xml:lang="mul" n="6.262.1">ἂν add. Belinus.</note>
 ἐκώλυέ με πανευδαίμονα
εἶναι ἐπὶ τῷ ἄκρῳ γενόμενον. τὸ δὲ νῦν
ἀρχόμεθα ἔτι, ὦ Λυκῖνε.</p></sp><pb n="v.6.p.264"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>