<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:9-14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:9-14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="9"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">τὰ μὲν τοίνυν ἄλλα, ὦ Ἑρμότιμε, διηγουμένῳ σοι παρειπόμην καὶ ἐπίστευον οὕτως ἔχειν, σοφούς <milestone unit="Reitz_page" n="748"/> τε γίγνεσθαι αὐτοὺς καὶ ἀνδρείους καὶ δικαίους καὶ τὰ <pb n="p.340"/> ἄλλα, καί πως ἐκηλούμην πρὸς τὸν λόγον, ὁπότε δὲ καὶ πλούτου ἔφησθα καταφρονεῖν σφᾶς καὶ δόξης καὶ ἡδονῶν καὶ μήτε ὀργίζεσθαι μήτε λυπεῖσθαι, πάνυ ἐνταῦθα — μόνω γάρ ἐσμεν — ἐπέστην ἀναμνησθεὶς ἃ πρῴην εἶδον ποιοῦντα — βούλει φῶ τίνα; ἢ ἱκανὸν καὶ ἄνευ τοῦ ὀνόματος; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> μηδαμῶς, ἀλλὰ καὶ τοῦτο εἰπέ, ὅστις ἦν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> διδάσκαλος αὐτὸς οὗτος ὁ σός, ἀνὴρ τά τε ἄλλα αἰδοῦς ἄξιος καὶ γέρων ἤδη ἐς τὸ ὕστατον. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> τί οὖν δὴ ἐποίει; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τὸν ξένον οἶσθα τὸν Ἡρακλεώτην, ὃς ἐκ πολλοῦ συνεφιλοσόφει αὐτῷ, μαθητὴς ὤν, τὸν ξανθόν, τὸν ἐριστικόν; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οἶδα ὃν λέγεις· Δίων αὐτῷ τοὔνομα. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἐκεῖνον αὐτόν, ἐπεὶ τὸν μισθόν, οἶμαι, μη ἀπεδίδου κατὰ καιρόν, ἀπήγαγε παρὰ τὸν ἄρχοντα ἔναγχος περιθείς γε αὐτῷ θοἰμάτιον περὶ τὸν τράχηλον καὶ ἐβόα καὶ ὠργίζετο, καὶ εἰ μὴ τῶν συνήθων τινὲς ἐν μέσῳ <milestone unit="Reitz_page" n="749"/> γενόμενοι ἀφείλοντο τὸν νεανίσκον ἐκ τῶν χειρῶν αὐτοῦ, εὖ ἴσθι ἐκεῖνος προσφὺς ἂν ἀπέτραγεν αὐτοῦ τὴν ῥῖνα ὁ γέρων, οὕτως ἠγανάκτει. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="10"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">πονηρὸς γὰρ ἐκεῖνος ἀεὶ καὶ ἀγνώμων, ὦ Λυκῖνε, περὶ τὰς ἀποδόσεις· ἐπεὶ τούς γε ἄλλους, οἷς δανείζει, πολλοὺς ὄντας, οὐδὲν τοιοῦτό πω διατέθεικεν· ἀποδιδόασι γὰρ αὐτῷ κατὰ καιρὸν τοὺς τόκους. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τί δαί, ἂν μὴ ἀποδιδῶσιν, ὦ μακάριε, μέλει τι αὐτῷ καθαρθέντι ἤδη ὑπὸ φιλοσοφίας καὶ μηκέτι τῶν ἐν τῇ Οἴτῃ καταλελειμμένων δεομένῳ; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οἴει γὰρ ὅτι ἑαυτοῦ χάριν ἐκεῖνος περὶ τὰ τοιαῦτα ἐσπούδακεν; ἀλλʼ ἔστιν αὐτῷ παιδία νεογνά, ὧν κήδεται μὴ ἐν ἀπορίᾳ καταβιώσωσι. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> δέον, ὦ Ἑρμότιμε, ἀναγαγεῖν κἀκεῖνα ἐπὶ <pb n="p.341"/> τὴν ἀρετήν, ὡς συνευδαιμονοῖεν αὐτῷ πλούτου καταφρονοῦντες. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="11"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">οὐ σχολή μοι, ὦ Λυκῖνε, περὶ τούτων διαλέγεσθαί σοι· σπεύδω γὰρ ἤδη ἀκροάσασθαι αὐτοῦ, μὴ καὶ λάθω τελέως ἀπολειφθείς. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> θάρρει, ὦγαθέ· τὸ τήμερον γὰρ ἐκεχειρία <milestone unit="Reitz_page" n="750"/> ἐπήγγελται· ὥστε ἐγὼ ἀφίημί σοι ὅσον ἔτι τὸ λοιπὸν τῆς ὁδοῦ. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> πῶς λέγεις; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὅτι ἐν τῷ παρόντι οὐκ ἂν ἴδοις αὐτόν, εἴ γε χρὴ πιστεύειν τῷ προγράμματι· πινάκιον γάρ τι ἐκρέματο ὑπὲρ τοῦ πυλῶνος μεγάλοις γράμμασι λέγον, τήμερον οὐ συμφιλοσοφεῖν. ἐλέγετο δὲ παρʼ Εὐκράτει τῷ πάνυ δειπνήσας χθὲς γενέθλια θυγατρὸς ἑστιῶντι πολλά τε συμφιλοσοφῆσαι ἐν τῷ συμποσίῳ καὶ πρὸς Εὐθύδημον τὸν ἐκ τοῦ Περιπάτου παροξυνθῆναί τι καὶ ἀμφισβητῆσαι αὐτῷ περὶ ὧν ἐκεῖνοι εἰώθασιν ἀντιλέγειν τοῖς ἀπὸ τῆς Στοᾶς· ὑπό τε οὖν τῆς κραυγῆς πονήρως τὴν κεφαλὴν διατεθῆναι καὶ ἱδρῶσαι μάλα πολλὰ ἐς μέσας νύκτας ἀποταθείσης, ὥς φασι, τῆς συνουσίας. ἅμα δὲ καὶ πεπώκει, οἶμαι, πλέον τοῦ ἱκανοῦ, τῶν παρόντων, ὡς εἰκός, φιλοτησίας προπινόντων, καὶ ἐδεδειπνήκει πλέον ἢ κατὰ γέροντα· ὥστε ἀναστρέψας ἤμεσέ τε, ὡς ἔφασκον, πολλὰ καὶ μόνον ἀριθμῷ παραλαβὼν τὰ κρέα, ὁπόσα τῷ παιδὶ κατόπιν ἑστῶτι παραδεδώκει, καὶ σημηνάμενος ἐπιμελῶς τὸ ἀπʼ ἐκείνου καθεύδει μηδένα εἰσδέχεσθαι παραγγείλας. ταῦτα δὲ Μίδα ἤκουσα τοῦ οἰκέτου <milestone unit="Reitz_page" n="751"/> αὐτοῦ διηγουμένου τισὶ τῶν μαθητῶν, οἳ καὶ αὐτοὶ ἀνέστρεφον μάλα πολλοί. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="12"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">ἐκράτησε δὲ πότερος, ὦ Λυκῖνε, ὁ διδασκαλος ἢ ὁ Εὐθύδημος; εἴ τι καὶ τοιοῦτον ἔλεγεν ὁ Μίδας. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τὰ μὲν πρῶτά φασιν, ὦ Ἑρμότιμε, ἀγχώμαλα <pb n="p.342"/> σφίσι γενέσθαι, τὸ δʼ οὖν τέλος τῆς νίκης καθʼ ὑμᾶς ἐγένετο καὶ παρὰ πολὺ ὁ πρεσβύτης ὑπερέσχε· τὸν γοῦν Εὐθύδημον οὐδʼ ἀναιμωτί φασιν ἀπελθεῖν, ἀλλὰ τραῦμα παμμέγεθες ἔχοντα ἐν τῇ κεφαλῇ· ἐπεὶ γὰρ ἀλαζὼν ἦν καὶ ἐλεγκτικὸς καὶ πείθεσθαι οὐκ ἤθελεν οὐδὲ παρεῖχε ῥᾴδιον αὑτὸν ἐλέγχεσθαι, ὁ διδάσκαλός σου ὁ βέλτιστος ὃν εἶχε σκύφον Νεστόρειόν τινα καταφέρει αὐτοῦ πλησίον κατακειμένου, καὶ οὕτως ἐκράτησεν. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> εὖ γε· οὐ γὰρ ἄλλως ἐχρῆν πρὸς τοὺς μὴ ἐθέλοντας εἴκειν τοῖς κρείττοσιν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ταυτὶ μέν, ὦ Ἑρμότιμε, πάνυ εὔλογα. ἢ τί γὰρ παθὼν Εὐθύδημος ἄνδρα γέροντα παρώξυνεν, ἀόργητον καὶ θυμοῦ κρείττονα, σκύφον οὕτω βαρὺν ἐν τῇ <milestone unit="Reitz_page" n="752"/> χειρὶ ἔχοντα;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="13"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">ἀλλὰ σχολὴν γὰρ ἄγομεν — τί οὐ διηγῇ μοι ἑταίρῳ ὄντι, ὃν τρόπον ὡρμήθης τὸ πρῶτον φιλοσοφεῖν, ὡς καὶ αὐτός, εἰ δυνατὸν ἔτι, συνοδοιποροίην ὑμῖν τὸ ἀπὸ τοῦδε ἀρξάμενος. οὐ γὰρ ἀποκλείσετέ με δηλαδὴ φίλοι ὄντες. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> εἰ γὰρ ἐθελήσειας, ὦ Λυκῖνε· ὄψει ἐν βραχεῖ ὅσον διοίσεις τῶν ἄλλων· παῖδας, εὖ ἴσθι, οἰήσῃ ἅπαντας ὡς πρὸς σέ, τοσοῦτον ὑπερφρονήσεις αὐτός. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἱκανόν, εἰ μετὰ εἴκοσιν ἔτη γενοίμην τοιοῦτος οἷος σὺ νῦν. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἀμέλει, καὶ αὐτὸς κατὰ σὲ γεγονὼς ἠρξάμην φιλοσοφεῖν τετταρακοντούτης σχεδόν, ὁπόσα, οἶμαι, σὺ νῦν γέγονας. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τοσαῦτα γάρ, ὦ Ἑρμότιμε· ὥστε τὴν αὐτὴν ἄγε λαβὼν κἀμέ — δίκαιον γάρ — καὶ πρῶτόν γέ μοι τοῦτο εἰπέ. δίδοτε ἀντιλέγειν τοῖς μανθάνουσιν, ἤν τι μὴ ὀρθῶς λέγεσθαι δοκῇ αὐτοῖς, ἢ οὐκ ἐφίετε τοῦτο τοῖς νεωτέροις; </p></sp><pb n="p.343"/><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐ πάνυ. σὺ δέ, ἤν τι βούλῃ, ἐρώτα μεταξὺ καὶ ἀντίλεγε· ῥᾷον γὰρ ἂν οὕτω μάθοις. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> εὖ γε, νὴ τὸν Ἑρμῆν, ὦ Ἑρμότιμε, αὐτόν, οὗ ἐπώνυμος ὢν τυγχάνεις. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="14"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge"> ἀτὰρ εἰπέ μοι, μία τις ὁδός <milestone unit="Reitz_page" n="753"/> ἐστιν ἡ ἐπὶ φιλοσοφίαν ἄγουσα, ἡ τῶν Στωϊκῶν ὑμῶν, ἢ ἀληθῆ ἐγὼ ἤκουον ὡς καὶ ἄλλοι πολλοί τινές εἰσιν; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> μάλα πολλοί, Περιπατητικοὶ καὶ Ἐπικούρειοι καὶ οἱ τὸν Πλάτωνα ἐπιγραφόμενοι, καὶ αὖ Διογένους ἄλλοι τινὲς καὶ Ἀντισθένους ζηλωταὶ καὶ οἱ ἀπὸ τοῦ Πυθαγόρου καὶ ἔτι πλείους. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀληθῆ ταῦτα· πολλοὶ γάρ εἰσι. πότερον δή, ὦ Ἑρμότιμε, τὰ αὐτὰ οὗτοι λέγουσιν ἢ διάφορα; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> καὶ πάνυ διάφορα. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τὸ δέ γε ἀληθές, οἶμαι, πάντως που ἓν ἦν αὐτῶν, ἀλλʼ οὐ πάντα διάφορά γε ὄντα. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> πάνυ μὲν οὖν. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>