<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:71-72</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:71-72</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="71"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">οἷά με εἰργάσω, ὦ Λυκῖνε, ἄνθρακάς μοι τὸν θησαυρὸν ἀποφήνας, καὶ ὡς ἔοικεν ἀπολεῖταί μοι τὰ τοσαῦτα ἔτη καὶ ὁ κάματος ὁ πολύς. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀλλʼ, ὦ Ἑρμότιμε, πολὺ ἔλαττον ἀνιάσῃ, ἢν ἐννοήσῃς ὅτι οὐ μόνος ἔξω μένεις τῶν ἐλπισθέντων ἀγαθῶν, ἀλλὰ πάντες, ὡς ἔπος εἰπεῖν, περὶ ὄνου σκιᾶς μάχονται οἱ φιλοσοφοῦντες. ἢ τίς ἄρα δύναιτο διʼ ἐκείνων ἁπάντων χωρῆσαι ὧν ἔφην; ὅπερ ἀδύνατον καὶ αὐτὸς λέγεις εἶναι. νῦν δὲ ὅμοιόν μοι δοκεῖς ποιεῖν ὥσπερ εἴ τις δακρύοι καὶ αἰτιῷτο τὴν τύχην, ὅτι μὴ δύναιτο ἀνελθεῖν ἐς τὸν οὐρανόν, ἢ ὅτι μὴ βύθιος ὑποδὺς εἰς τὴν θάλατταν ἀπὸ Σικελίας ἐς Κύπρον ἀναδύσεται, ἢ ὅτι μὴ ἀρθεὶς πτηνὸς αὐθημερὸν ἀπὸ τῆς Ἑλλάδος εἰς Ἰνδοὺς τελεῖ· τὸ δʼ αἴτιον τῆς λύπης, ὅτι ἠλπίκει, οἶμαι, ἢ ὄναρ ποτὲ ἰδὼν τοιοῦτον ἢ αὐτὸς αὑτῷ ἀναπλάσας, οὐ πρότερον ἐξετάσας εἰ ἐφικτὰ εὔχεται καὶ κατὰ τὴν ἀνθρώπου φύσιν. καὶ δὴ καὶ σέ, ὦ ἑταῖρε, πολλὰ καὶ θαυμαστὰ ὀνειροπολοῦντα νύξας ὁ λόγος ἀπὸ τοῦ ὕπνου ἐκθορεῖν ἐποίησεν· εἶτα ὀργίζῃ αὐτῷ ἔτι μόλις τοὺς ὀφθαλμοὺς ἀνοίγων καὶ τὸν ὕπνον οὐ ῥᾳδίως ἀποσειόμενος ὑφʼ ἡδονῆς ὧν ἑώρας. πάσχουσι δὲ αὐτὸ καὶ οἱ τὴν κενὴν μακαρίαν <milestone unit="Reitz_page" n="814"/> ἑαυτοῖς ἀναπλάττοντες, ἢν μεταξὺ πλουτουσιν αὐτοῖς καὶ θησαυροὺς ἀνορύττουσι καὶ βασιλεύουσι καὶ τὰ ἄλλα εὐδαιμονοῦσιν, — οἷα πολλὰ ἡ θεὸς ἐκείνη ῥᾳδιουργεῖ, ἡ Εὐχή, μεγαλόδωρος οὖσα καὶ πρὸς οὐδὲν ἀντιλέγουσα, <pb n="p.382"/> κἂν πτηνὸς θέλῃ τις γενέσθαι, κἂν κολοσσιαῖος τὸ μέγεθος, κἂν ὄρη ὅλα χρυσᾶ εὑρίσκειν — ἢν τοίνυν ταῦτα ἐννοοῦσιν αὐτοῖς ὁ παῖς προσελθὼν ἔρηταί τι τῶν ἀναγκαίων, οἷον ὅθεν ἄρτους ὠνητέον ἢ ὅ τι φατέον πρὸς τὸν ἀπαιτοῦντα τοὐνοίκιον ἐκ πολλοῦ περιμένοντα, οὕτως ἀγανακτοῦσιν ὡς ὑπὸ τοῦ ἐρομένου καὶ παρενοχλήσαντος ἀφαιρεθέντες ἅπαντα ἐκεῖνα τἀγαθὰ καὶ ὀλίγου δέουσι τὴν ῥῖνα τοῦ παιδὸς ἀποτραγεῖν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="72"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">ἀλλὰ σύ, ὦ φιλότης, μὴ πάθῃς αὐτὸ πρὸς ἐμέ, εἴ σε θησαυροὺς ἀνορύττοντα καὶ πετόμενον καί τινας ἐννοίας ὑπερφυεῖς ἐννοοῦντα καί τινας ἐλπίδας ἀνεφίκτους ἐλπίζοντα φίλος ὢν οὐ περιεῖδον διὰ παντὸς τοῦ βίου ὀνείρῳ ἡδεῖ μὲν ἴσως, ἀτὰρ ὀνείρῳ γε συνόντα, διαναστάντα δὲ ἀξιῶ πράττειν τι τῶν ἀναγκαίων καὶ ὅ σε παραπέμψει ἐς τὸ λοιπον τοῦ βίου τὰ κοινὰ ταῦτα φρονοῦντα· ἐπεὶ ὅ γε νῦν ἔπραττες καὶ ἐπενόεις, οὐδὲν τῶν Ἱπποκενταύρων καὶ Χιμαιρῶν καὶ Γοργόνων διαφέρει, καὶ ὅσα ἄλλα ὄνειροι <milestone unit="Reitz_page" n="815"/> καὶ ποιηταὶ καὶ γραφεῖς ἐλεύθεροι ὄντες ἀναπλάττουσιν οὔτε γενόμενα πώποτε οὔτε γενέσθαι δυνάμενα. καὶ ὅμως ὁ πολὺς λεὼς πιστεύουσιν αὐτοῖς καὶ κηλοῦνται ὁρῶντες ἢ ἀκούοντες τὰ τοιαῦτα διὰ τὸ ξένα καὶ ἀλλόκοτα εἶναι.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>