<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:7-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:7-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="7"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">τὰ δὲ δὴ ἄνω ὅτι εὐδαίμονα καὶ τοιαῦτα ὡς πάντα χρῆν ὑπομεῖναι διʼ αὐτά, πόθεν ἔχεις εἰδέναι; οὐ γὰρ δὴ αὐτός πω ἀνελήλυθας. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἀλλὰ τῷ διδασκάλῳ πιστεύω λέγοντι· ὁ δὲ πάνυ οἶδεν ἅτε ἀκρότατος ἤδη ὤν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἔλεγε δὲ πρὸς θεῶν ποῖα τὰ περὶ αὐτῶν ἢ τίνα τὴν εὐδαιμονίαν εἶναι τὴν ἐκεῖ; ἦ που τινὰ πλοῦτον καὶ δόξαν καὶ ἡδονὰς ἀνυπερβλήτους; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> εὐφήμει, ὦ ἑταῖρε· οὐδὲν γάρ ἐστι ταῦτα πρὸς τὸν ἐν τῇ ἀρετῇ βίον. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀλλὰ τίνα φησὶ τἀγαθά, εἰ μὴ ταῦτα, ἕξειν προς τὸ τέλος τῆς ἀσκήσεως ἐλθόντας; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> σοφίαν καὶ ἀνδρείαν καὶ τὸ καλὸν αὐτὸ καὶ τὸ δίκαιον καὶ τὸ πάντα ἐπίστασθαι βεβαίως πεπεισμένον <pb n="p.339"/> ᾗ ἕκαστα ἔχει· πλούτους δὲ καὶ δόξας καὶ ἡδονὰς καὶ ὅσα τοῦ σώματος, ταῦτα πάντα κάτω ἀφεὶς καὶ ἀποδυσάμενος ἀνέρχεται, ὥσπερ φασὶ τὸν Ἡρακλέα ἐν τῇ Οἴτῃ κατακαυθέντα θεὸν γενέσθαι· καὶ γὰρ ἐκεῖνος ἀποβαλὼν <milestone unit="Reitz_page" n="747"/> ὁπόσον ἀνθρώπειον εἶχε παρὰ τῆς μητρὸς καὶ καθαρόν τε καὶ ἀκήρατον φέρων τὸ θεῖον ἀνέπτατο ἐς τοὺς θεοὺς διευκρινηθὲν ὑπὸ τοῦ πυρός. καὶ οὗτοι δὴ ὑπὸ φιλοσοφίας ὥσπερ ὑπό τινος πυρὸς ἅπαντα ταῦτα περιαιρεθέντες, ἃ τοῖς ἄλλοις θαυμαστὰ εἶναι δοκεῖ οὐκ ὀρθῶς δοξάζουσιν, ἀνελθόντες ἐπὶ τὸ ἄκρον εὐδαιμονοῦσι πλούτου καὶ δόξης καὶ ἡδονῶν ἀλλʼ οὐδὲ μεμνημένοι ἔτι, καταγελῶντες δὲ τῶν οἰομένων ταῦτα εἶναι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="8"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">νὴ τὸν Ἡρακλέα, ὦ Ἑρμότιμε, τὸν ἐν Οἴτῃ ἀνδρεῖα καὶ εὐδαίμονα λέγεις περὶ αὐτῶν. πλὴν ἀλλὰ τόδε μοι εἰπέ, καὶ κατέρχονταί ποτε ἐκ τῆς ἄκρας, ἢν ἐθελήσωσι, χρησόμενοι τοῖς κάτω ἃ καταλελοίπασιν, ἢ ἀνάγκη ἅπαξ ἀνελθόντας αὐτοὺς μένειν καὶ συνεῖναι τῇ ἀρετῇ πλούτου καὶ δόξης καὶ ἡδονῶν καταγελῶντας; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλʼ ὃς ἂν ἀποτελεσθῇ πρὸς ἀρετήν, οὔτε ὀργῇ οὔτε φόβῳ οὔτʼ ἐπιθυμίαις ὁ τοιοῦτος ἂν δουλεύοι, οὐδὲ λυποῖτο, οὐδὲ ὅλως πάθος ἔτι τοιοῦτον πάθοι ἄν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> καὶ μὴν εἴ γέ με δεῖ μηδὲν ὀκνήσαντα εἰπεῖν τἀληθές — ἀλλʼ εὐφημεῖν χρή, οἶμαι, μηδὲ ὅσιον εἶναι ἐξετάζειν τὰ ὑπὸ τῶν σοφῶν γιγνόμενα. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> μηδαμῶς, ἀλλʼ εἰπὲ ὅ τι καὶ λέγεις. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὅρα, ὦ ἑταῖρε, ὡς ἔγωγε καὶ πάνυ ὀκνῶ. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἀλλὰ μὴ ὄκνει, ὦ γενναῖε, πρός γε μόνον ἐμὲ λέγων. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>