<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:65-66</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:65-66</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="65"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">ὀκνῶ γάρ σοι εἰπεῖν, ὦ Ἑρμότιμε, ὅτι οὐδὲ τοῦτό πω ἱκανόν, ἀλλʼ ἔτι μοι δοκοῦμεν λεληθέναι ἡμᾶς αὐτοὺς οἰόμενοι μέν τι εὑρηκέναι βέβαιον, εὑρόντες δὲ οὐδέν, ὥσπερ οἱ ἁλιεύοντες πολλάκις καθέντες τὰ δίκτυα καὶ βάρους τινὸς αἰσθόμενοι ἀνέλκουσιν ἰχθῦς παμπόλλους γε περιβεβληκέναι ἐλπίζοντες, εἶτα ἐπειδὰν κάμωσιν ἀνασπῶντες, ἢ λίθος τις ἀναφαίνεται αὐτοῖς ἢ κεράμιον ψάμμῳ σεσαγμένον. σκόπει μὴ καὶ ἡμεῖς τι τοιοῦτον ἀνεσπάκαμεν. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐ μανθάνω τί σοι τὰ δίκτυα ταῦτα βούλεται· ατεχνῶς γάρ με περιβάλλεις αὐτοῖς. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐκοῦν πειρῶ διεκδῦναι· σὺν θεῷ γὰρ οἶσθα <pb n="p.377"/> νεῖν, εἰ καί τις ἄλλος· ἐγὼ γὰρ κἂν ἐφʼ ἅπαντας ἔλθωμεν πειρώμενοι καὶ τοῦτο ἐργασώμεθά ποτε, οὐδέπω οὐδὲ τοῦτο δῆλον ἔσεσθαι νομίζω, εἴ τις ἐξ αὐτῶν ἔχει τὸ ζητούμενον ἢ πάντες ὁμοίως ἀγνοοῦσι. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> τί φής; οὐδὲ τούτων τις πάντως ἔχει; <milestone unit="Reitz_page" n="807"/> </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἄδηλον. ἤ σοι ἀδύνατον δοκεῖ ἅπαντας ψεύδεσθαι, τὸ δʼ ἀληθὲς ἄλλο τι εἶναι πρὸς μηδενὸς αὐτῶν πω εὑρημένον; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="66"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">πῶς οἷόν τε; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὕτως· ἔστω γὰρ ὁ μὲν ἀληθὴς ἀριθμὸς ἡμῖν εἴκοσιν, οἷον, κυάμους τις εἴκοσιν ἐς τὴν χεῖρα λαβών, ἐπικλεισάμενος ἐρωτάτω δέκα τινάς, ὁπόσοι εἰσὶν οἱ κύαμοι ἐν τῇ χειρὶ αὐτοῦ, οἱ δὲ εἰκάζοντες ὁ μὲν ἑπτά, ὁ δὲ πέντε, ὁ δὲ τριάκοντα λεγέτωσαν, ὁ δέ τις δέκα ἢ πεντεκαίδεκα, καὶ ὅλως ἄλλος ἄλλον τινὰ ἀριθμόν· ἐνδέχεται μέντοι καὶ κατὰ τύχην τινὰ ἀληθεῦσαι, ἦ γάρ; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ναί. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐ μὴν οὐδὲ τοῦτο ἀδύνατον, ἅπαντας ἄλλον ἄλλους ἀριθμοὺς εἰπεῖν, τοὺς ψευδεῖς καὶ οὐκ ὄντας, μηδένα δὲ αὐτῶν φάναι ὅτι εἴκοσιν ὁ ἀνὴρ κυάμους ἔχει. ἢ τί φής; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐ ἀδύνατον. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">κατὰ ταὐτὰ τοίνυν ἅπαντες μὲν οἱ φιλοσοφοῦντες τὴν εὐδαιμονίαν ζητοῦσιν ὁποῖόν τί ἐστι, καὶ λέγουσιν ἄλλος ἄλλο τι αὐτὴν εἶναι, ὁ μὲν ἡδονήν, ὁ δὲ τὸ καλόν, ὁ δὲ ὅσα ἕτερά φασι περὶ αὐτῆς. εἰκὸς μὲν οὖν καὶ τούτων ἕν τι εἶναι τὸ εὔδαιμον, οὐκ ἀπεικὸς δὲ καὶ ἄλλο τι παρʼ αὐτὰ πάντα. καὶ ἐοίκαμεν ἡμεῖς ἀνάπαλιν ἢ ἐχρῆν, πρὶν τὴν ἀρχὴν εὑρεῖν, ἐπείγεσθαι πρὸς τὸ τέλος. ἔδει δʼ οἶμαι πρότερον φανερὸν γενέσθαι ὅτι ἔγνωσται τἀληθὲς καὶ πάντως ἔχει τις αὐτὸ εἰδὼς τῶν φιλοσοφούντων, <milestone unit="Reitz_page" n="808"/> <pb n="p.378"/> εἶτα μετὰ τοῦτο τὸ ἑξῆς ἂν ἦν ζητῆσαι, ᾧ πειστέον ἐστίν. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ὥστε, ὦ Λυκῖνε, τοῦτο φής, ὅτι οὐδʼ ἂν διὰ πάσης φιλοσοφίας χωρήσωμεν, οὐδὲ τότε πάντως ἕξομεν τἀληθὲς ἐξευρεῖν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> μὴ ἐμέ, ὦγαθέ, ἐρώτα, ἀλλὰ τὸν λόγον αὖθις αὐτόν· καὶ ἴσως ἂν ἀποκρίναιτό σοι ὅτι οὐδέπω, ἔστʼ ἂν ἄδηλον ᾖ εἰ ἕν τι τούτων ἐστὶν ὧν οὗτοι λέγουσιν. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>