<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:53-54</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:53-54</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="53"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">καί τί σοι ἀποκριναίμην ἂν ἔτι, ὃς οὔτε αὐτόν τινα κρίνειν οἷόν τε εἶναι φής, ἢν μὴ φοίνικος ἔτη βιώσῃ πάντας ἐν κύκλῳ περιιὼν καὶ πειρώμενος, οὔτε τοῖς προπεπειραμένοις πιστεύειν ἀξιοῖς οὔτε τοῖς πολλοῖς ἐπαινοῦσι καὶ μαρτυροῦσι; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τίνας φὴς τοὺς πολλοὺς εἰδότας καὶ πεπειραμένους ἁπάντων; εἰ γάρ τις τοιοῦτός ἐστιν, ἱκανὸς ἔμοιγε καὶ εἷς, καὶ οὐκέτι πολλῶν δεήσει. ἢν δὲ τοὺς οὐκ εἰδότας λέγῃς, οὐδέν τι τὸ πλῆθος αὐτῶν προσάξεταί με πιστεύειν, ἄχρι ἂν ἢ μηδὲν ἢ ἓν εἰδότες περὶ ἁπάντων ἀποφαίνωνται. <milestone unit="Reitz_page" n="794"/> </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> μόνος δὲ σὺ τἀληθὲς κατεῖδες, οἱ δὲ ἄλλοι ἀνόητοι ἅπαντες, ὅσοι φιλοσοφοῦσι. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> καταψεύδῃ μου, ὦ Ἑρμότιμε, λέγων ὡς ἐγὼ προτίθημί πῃ ἐμαυτὸν τῶν ἄλλων ἤ τάττω ὅλως ἐν τοῖς <pb n="p.370"/> εἰδόσι, καὶ οὐ μνημονεύεις ὧν ἔφην, οὐκ αὐτὸς εἰδέναι τἀληθὲς ὑπὲρ τοὺς ἄλλους διατεινόμενος, ἀλλὰ μετὰ πάντων αὐτὸ ἀγνοεῖν ὁμολογῶν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="54"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">ἀλλʼ, ὦ Λυκῖνε, τὸ μὲν ἐπὶ πάντας ἐλθεῖν χρῆναι καὶ πειραθῆναι ὧν φασι καὶ τὸ μὴ ἂν ἄλλως ἑλέσθαι τὸ βέλτιον ἢ οὕτως, εὔλογον ἴσως, τὸ δὲ τῇ πείρᾳ ἑκάστῃ τοσαῦτα ἔτη ἀποδιδόναι, παγγέλοιον, ὥσπερ οὐχ οἷόν τε ὂν ἀπʼ ὀλίγων καταμαθεῖν τὰ πάντα. ἐμοὶ δὲ καὶ πάνυ ῥᾴδιον εἶναι δοκεῖ τὸ τοιοῦτον καὶ οὐ πολλῆς διατριβῆς δεόμενον· φασί γέ τοι τῶν πλαστῶν τινα, Φειδίαν οἶμαι, ὄνυχα μόνον λέοντος ἰδόντα ἀπʼ ἐκείνου <milestone unit="Reitz_page" n="795"/> ἀναλελογίσθαι, ἡλίκος ἂν ὁ πᾶς λέων γένοιτο κατʼ ἀξίαν τοῦ ὄνυχος ἀναπλασθείς. καὶ σὺ δέ, ἤν τίς σοι χεῖρα μόνην ἀνθρώπου δείξῃ τὸ ἄλλο σῶμα κατακαλύψας, εἴσῃ, οἶμαι, αὐτίκα ὅτι ἄνθρωπός ἐστι τὸ κατακεκαλυμμένον, κἂν μὴ τὸ πᾶν σῶμα ἴδῃς. καὶ τοίνυν τὰ μὲν κεφαλαιώδη ὧν ἅπαντες λέγουσι, ῥᾴδιον καταμαθεῖν ἐν ὀλίγῳ μορίῳ ἡμέρας, τὸ δὲ ὑπερακριβὲς τοῦτο καὶ μακρᾶς τῆς ἐξετάσεως δεόμενον οὐ πάνυ ἀναγκαῖον ἐς τὴν αἵρεσιν τοῦ βελτίονος, ἀλλʼ ἔστι κρῖναι καὶ ἀπʼ ἐκείνων. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>