<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:49-50</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:49-50</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="49"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">αὐτὸς ἂν εἰδείης ἄμεινον· ἐγὼ δὲ ὁρῶ τοῦτο, ὅτι ὀλίγοι ἂν καὶ οὕτω διὰ πασῶν ἐξέλθοιεν ἐκ γενετῆς εὐθὺς ἀρξάμενοι. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τί οὖν ἂν πάθοι τις, ὦ Ἑρμότιμε, εἰ τοιοῦτόν ἐστι τὸ πρᾶγμα; ἢ ἀνατρεπτέον ἐκεῖνα τὰ ἤδη ὡμολογημένα, ὡς οὐκ ἄν τις ἕλοιτο ἐκ πολλῶν τὸ βέλτιστον μὴ οὐχὶ πειραθεὶς ἁπάντων; ὡς τόν γε ἄνευ πείρας αἱρούμενον μαντείᾳ μᾶλλον ἢ κρίσει τἀληθὲς ἀναζητοῦντα. <milestone unit="Reitz_page" n="791"/> οὐχ οὕτως ἐλέγομεν; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ναί. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πᾶσα τοίνυν ἀνάγκη ἐπὶ τοσοῦτον βιῶναι ἡμᾶς, εἰ μέλλοιμεν εὖ τε αἱρήσεσθαι ἁπάντων πειραθέντες καὶ ἑλόμενοι φιλοσοφήσειν καὶ φιλοσοφήσαντες εὐδαιμονήσειν· πρὶν δὲ ρὕτω ποιῆσαι, ἐν σκότῳ, φασίν, ὀρχοίμεθʼ ἂν οἷς ἂν τύχωμεν προσπταίοντες καὶ ὅ τι ἂν πρῶτον ἐς τὰς χεῖρας ἔλθῃ, τοῦτʼ εἶναι τὸ ζητούμενον ὑπολαμβάνοντες διὰ τὸ μὴ εἰδέναι τἀληθές. εἰ δὲ καὶ εὕροιμεν ἄλλως κατά τινα ἀγαθὴν τύχην περιπεσόντες αὐτῷ, οὐχ ἕξομεν βεβαίως εἰδέναι εἰ ἐκεῖνό ἐστιν ὃ ζητοῦμεν· <pb n="p.368"/> πολλὰ γάρ ἐστιν ὅμοια αὑτοῖς, λέγοντα ἕκαστον αὐτὸ εἶναι τἀληθέστατον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="50"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">ὦ Λυκῖνε, οὐκ οἶδʼ ὅπως εὔλογα μὲν δοκεῖς μοι λέγειν, ἀτὰρ — εἰρήσεται γὰρ τἀληθές — οὐ μετρίως ἀνιᾷς με διεξιὼν αὐτὰ καὶ ἀκριβολογούμενος οὐδὲν δέον. ἴσως δὲ καὶ ἔοικα οὐκ ἐπʼ ἀγαθῷ ἐξεληλυθέναι τήμερον ἐκ τῆς οἰκίας καὶ ἐξελθὼν ἐντετυχηκέναι σοι, ὅς με πλησίον ἤδη τῆς ἐλπίδος ὄντα εἰς ἀπορίας φέρων ἐμβέβληκας ἀδύνατον ἀποφαίνων τῆς ἀληθείας τὴν εὕρεσιν ἐτῶν γε τοσούτων δεομένην. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐκοῦν, ὦ ἑταῖρε, πολὺ δικαιότερον μέμφοιο ἂν τῷ πατρί σου Μενεκράτει καὶ τῇ μητρὶ — ἥτις ποτὲ καὶ ἐκαλεῖτο, οὐ γὰρ οἶδα — ἢ καὶ πολὺ πρότερον τῇ <milestone unit="Reitz_page" n="792"/> φύσει ἡμῶν, ὅτι σε μὴ κατὰ τὸν Τιθωνὸν πολυετῆ καὶ μακρόβιον ἔθεσαν, ἀλλὰ περιέγραψαν μὴ πλείω βιῶναι τὸ μήκιστον ἐτῶν ἑκατὸν ἄνθρωπον ὄντα. ἐγὼ δὲ μετὰ σοῦ σκεπτόμενος εὗρον τὸ ἐκ τοῦ λόγου ἀποβάν. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>