<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:47-48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:47-48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="47"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">τί δὴ οὖν πράξομεν, ὦ Ἑρμότιμε; οὐκ ἀπαγορευτέον οἶμαι, ἐπεὶ μηδενὸς ἡγεμόνος τοιούτου ἔς γε τὸ παρὸν εὐποροῦμεν. ἆρα τόδε πάντων κράτιστόν ἐστι καὶ ἀσφαλέστατον, αὐτὸν ἕκαστον ἀρξάμενον διὰ πάσης προαιρέσεως χωρῆσαι καὶ ἐπισκέψασθαι ἀκριβῶς τὰ ὑπὸ πάντων λεγόμενα; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἔοικεν ἀπό γε τούτων· πλὴν ἐκεῖνο μὴ ἐναντίον ᾖ, ὃ μικρῷ πρόσθεν ἔλεγες, ὡς οὐ ῥᾴδιον ἐπιδόντα ἑαυτὸν καὶ πετάσαντα τὴν ὀθόνην ἀναδραμεῖν αὖθις. πῶς γὰρ οἷόν τε πάσας ἐπελθεῖν τὰς ὁδοὺς ἐν τῇ πρώτῃ, ὡς φής, κατασχεθησομένῳ; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἐγώ σοι φράσω· τὸ τοῦ Θησέως ἐκεῖνο μιμησόμεθα, καί τι λίνον παρὰ τῆς τραγικῆς Ἀριάδνης λαβόντες <pb n="p.366"/> εἴσιμεν ἐς τὸν λαβύρινθον ἕκαστον, ὡς ἔχειν ἀπραγμόνως μηρυόμενοι αὐτὸ ἐξιέναι. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> τίς οὖν ἂν ἡμῖν Ἀριάδνη γένοιτʼ ἂν ἢ πόθεν τοῦ λίνου εὐπορήσομεν; <milestone unit="Reitz_page" n="789"/> </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> θάρρει, ὦ ἑταῖρε· δοκῶ γάρ μοι εὑρηκέναι οὗτινος ἐχόμενοι ἐξέλθοιμεν ἄν. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> τί οὖν τοῦτό ἐστιν; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐκ ἐμὸν ἐρῶ, ἀλλά τινος τῶν σοφῶν, τὸ <q>νῆφε καὶ μέμνησο ἀπιστεῖν·</q> ἢν γὰρ μὴ ῥᾳδίως πιστεύωμεν ἀκούοντες, ἀλλὰ δικαστικῶς αὐτὸ ποιῶμεν ἀπολιπόντες καὶ τοῖς ἑξῆς λόγον, ἴσως εὐμαρῶς ἂν τοὺς λαβυρίνθους ἐκφύγοιμεν. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> εὖ λέγεις, καὶ τοῦτο ποιῶμεν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="48"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">εἶεν. ἐπὶ τίνα δὴ αὐτῶν πρῶτον ἔλθοιμεν ἄν; ἢ τοῦτο μὲν οὐδὲν διοίσει; ἀρξάμενοι δὲ ἀφʼ ὁτουοῦν, οἷον ἀπὸ Πυθαγόρου, ἢν οὕτω τύχῃ, πόσῳ ἂν χρόνῳ οἰόμεθα ἐκμαθεῖν τὰ Πυθαγόρου ἅπαντα; καὶ μή μοι ἐξαίρει καὶ τὰ πέντε ἔτη ἐκεῖνα τὰ τῆς σιωπῆς· σὺν δʼ οὖν τοῖς πέντε ἱκανὰ τριάκοντα, οἶμαι, εἰ δὲ μή, ἀλλὰ πάντως γε εἴκοσι. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> θῶμεν οὕτως. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> εἶτα ἑξῆς τῷ Πλάτωνι θετέον δηλαδὴ τοσαῦτα ἕτερα, ἔτι μὴν καὶ Ἀριστοτέλει οὐκ ἐλάττω. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐ γάρ. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> Χρυσίππῳ δέ γε οὐκέτι ἐρήσομαί σε πόσα· οἴδα γὰρ παρὰ σοῦ ἀκούσας ὅτι τετταράκοντα μόγις ἱκανά. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὕτως. <milestone unit="Reitz_page" n="790"/> </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> εἶτα ἑξῆς Ἐπικούρῳ καὶ τοῖς ἄλλοις. ὡς δὲ οὐ πολλὰ ταῦτα τίθημι, ἐκεῖθεν μάθοις ἄν, ἢν ἐννοήσῃς, ὅσοι ὀγδοηκοντούτεις εἰσὶ Στωϊκοὶ ἢ Ἐπικούρειοι ἢ Πλατωνικοὶ ὁμολογοῦντες μὴ ταῦτα εἰδέναι πάντα τὰ τῆς ἑαυτοῦ αἱρέσεως ἕκαστος, ὡς μηδὲν ἐνδεῖν σφίσιν ἐς τὰ <pb n="p.367"/> μαθήματα· εἰ δὲ μή, ἀλλὰ Χρύσιππός γε καὶ Ἀριστοτέλης καὶ Πλάτων φαῖεν ἄν, καὶ πρὸ τούτων ὁ Σωκράτης οὐδὲν φαυλότερος αὐτῶν, ὃς ἐκεκράγει πρὸς ἅπαντας οὐχ ὅπως μὴ πάντα, ἀλλὰ μηδʼ ὅλως εἰδέναι τι ἢ τοῦτο μόνον ὅτι οὐκ οἶδε. λογισώμεθα οὖν ἐξ ἀρχῆς· εἴκοσι τῷ Πυθαγόρᾳ ἐτίθεμεν, εἶτα Πλάτωνι τοσαῦθʼ ἕτερα, εἶτα ἑξῆς τοῖς ἄλλοις. πόσα δʼ οὖν ταῦτα συντεθέντα ἐν κεφαλαίῳ γένοιτʼ ἄν, εἰ δέκα μόνας θεῖμεν τὰς αἱρέσεις ἐν φιλοσοφία; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ὑπὲρ διακόσια, ὦ Λυκῖνε. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> βούλει οὖν ἀφαιρῶμεν τὸ τέταρτον, ὡς πεντήκοντα καὶ ἑκατὸν ἔτη ἱκανὰ εἶναι, ἢ τὸ ἥμισυ ὅλον; </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>