<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:37-38</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:37-38</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="37"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">οὔ μοι δοκεῖς, ὦ Λυκῖνε, ξυνιέναι πῶς <milestone unit="Reitz_page" n="780"/> βούλομαι εἰπεῖν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐκοῦν σαφέστερον χρὴ λέγειν εἰ ἑτεροῖόν τι, ἀλλὰ μὴ τοιοῦτον φήσεις. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> εἴσῃ αὐτίκα οἷόν τι λέγω. θῶμεν γάρ τινας δύο ἐσεληλυθέναι ἐς τὸ Ἀσκληπιεῖον ἢ ἐς τοῦ Διονύσου τὸ ἱερόν, εἶτα μέντοι φιάλην τινὰ τῶν ἱερῶν ἀπολωλέναι. δεήσει δή που ἀμφοτέρους ἐρευνηθῆναι αὐτούς, ὁπότερος ὑπὸ κόλπου ἔχει τὴν φιάλην. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> καὶ μάλα. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἔχει δὲ πάντως ὁ ἕτερος. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πῶς γὰρ οὔ, εἴ γε ἀπόλωλεν; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐκοῦν ἂν παρὰ τῷ προτέρῳ εὕρῃς αὐτήν, οὐκέτι τὸν ἕτερον ἀποδύσεις· πρόδηλον γὰρ ὡς οὐκ ἔχει. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πρόδηλον γάρ. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> καὶ εἴ γε μὴ εὕροιμεν ἐν τῷ τοῦ προτέρου κόλπῳ, ὁ ἕτερος πάντως ἔχει, καὶ οὐδὲν ἐρεύνης οὐδὲ οὕτως δεῖ. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἔχει γάρ. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> καὶ ἡμεῖς τοίνυν εἰ εὕροιμεν ἤδη παρὰ τοῖς Στωϊκοῖς τὴν φιάλην, οὐκέτι ἐρευνᾶν τοὺς ἄλλους ἀξιώσομεν <pb n="p.360"/> ἔχοντες ὃ πάλαι ἐζητοῦμεν. ἢ τίνος γὰρ ἂν ἕνεκα ἔτι κάμνοιμεν; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="38"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">οὐδενός, εἴ γε εὕροιτε καὶ εὑρόντες ἔχοιτε εἰδέναι ὡς ἐκεῖνο ἦν τὸ ἀπολωλός, ἢ ὅλως γνώριμον ὑμῖν εἴη τὸ ἀνάθημα. νῦν δέ, ὦ ἑταῖρε, πρῶτον μὲν οὐ δύο εἰσὶν οἱ παρελθόντες ἐς τὸν νεών, ὡς ἀναγκαῖον εἶναι τὸν ἕτερον αὐτοῖν τὰ φώρια ἔχειν, ἀλλὰ μάλα πολλοί τινες, εἶτα καὶ τὸ ἀπολόμενον αὐτὸ ἄδηλον ὅ τι ποτέ ἐστιν, εἴτε φιάλη τις ἢ σκύφος ἢ στέφανος· ὅσοι γοῦν ἱερεῖς, ἄλλος <milestone unit="Reitz_page" n="781"/> ἄλλο εἶναι λέγουσι καὶ οὐδὲ περὶ τῆς ὕλης αὐτῆς ὁμολογοῦσιν, ἀλλʼ οἱ μὲν χαλκοῦ, οἱ δὲ ἀργύρου, οἱ δὲ χρυσοῦ, οἱ δὲ κασσιτέρου εἶναι αὐτὸ φάσκουσιν. ἀνάγκη τοίνυν ἅπαντας ἀποδῦσαι τοὺς εἰσελθόντας, εἰ βούλει εὑρεῖν τὸ ἀπολωλός· καὶ γὰρ ἂν παρὰ τῷ πρώτῳ εὐθὺς εὕρῃς φιάλην χρυσῆν, ἔτι καὶ τοὺς ἄλλους σοι ἀποδυτέον. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> διὰ τί, ὦ Λυκῖνε; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὅτι ἄδηλον εἰ φιάλη τὸ ἀπολόμενον ἦν. εἰ δὲ καὶ τοῦτο ὑπὸ πάντων ὁμολογηθείη, ἀλλʼ οὔτι γε χρυσῆν ἅπαντές φασιν εἶναι τὴν φιάλην· εἰ δὲ καὶ μάλιστα γνώριμον γένοιτο ὡς φιάλη ἀπόλοιτο χρυσῆ, καὶ σὺ παρὰ τῷ πρώτῳ εὕροις φιάλην χρυσῆν, οὐδὲ οὕτω παύσῃ διερευνώμενος τοὺς ἄλλους· οὐ γὰρ δῆλόν που εἰ αὐτὴ ἦν ἡ τοῦ θεοῦ. ἢ οὐκ οἴει πολλὰς φιάλας εἶναι χρυσᾶς; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἔγωγε. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> δεήσει δὴ ἐπὶ πάντας ἰέναι ἐρευνῶντα καὶ τὰ παρʼ ἑκάστῳ εὑρεθέντα πάντα εἰς μέσον καταθέντα εἰκάζειν ὅ τι ποτὲ αὐτῶν πρέποι ἂν θεῖον κτῆμα οἴεσθαι.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>