<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:21-22</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2:21-22</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="21"><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)">παίζεις, ὦ Λυκῖνε. ἐγὼ δὲ κατὰ θεὸν εἱλόμην, καὶ οὐ μεταμέλει μοι τῆς αἱρέσεως· ἱκανὸν δὲ τοῦτο πρὸς γοῦν ἐμέ. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὅμως οὐκ ἂν εἴποις, ὦ ἑταῖρε, καὶ πρὸς ἐμέ, <milestone unit="Reitz_page" n="760"/> ἀλλὰ περιόψει με παραπολόμενον ἐν τῷ πολλῷ συρφετῷ; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οὐδὲν γάρ σοι ἀρέσκει ὧν ἂν εἴπω. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὔκ, ὦγαθέ, ἀλλʼ οὐδὲν ἐθέλεις εἰπεῖν ὁποῖον ἄν μοι ἀρέσειεν. ἐπεὶ δʼ οὖν σὺ ἑκὼν ἀποκρύπτῃ καὶ φθονεῖς ἡμῖν, ὡς μὴ ἐξ ἴσου γενοίμεθά σοι φιλοσοφήσαντες, ἐγὼ πειράσομαι, ὅπως ἂν οἷός τε ὦ, κατʼ ἐμαυτὸν <pb n="p.348"/> ἐξευρεῖν τὴν ἀκριβῆ περὶ τούτων κρίσιν καὶ τὴν ἀσφαλεστάτην αἵρεσιν. ἄκουε δὲ καὶ σύ, εἰ βούλει. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> ἀλλὰ βούλομαι, ὦ Λυκῖνε· ἴσως γάρ τι γνώριμον ἐρεῖς. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> σκόπει δὴ καὶ μὴ καταγελάσῃς, εἰ παντάπασιν ἰδιωτικῶς ἀναζητῶ αὐτό· ἀνάγκη γὰρ οὕτως, ἐπεὶ μὴ σὺ ἐθέλεις σαφέστερον εἰπεῖν εἰδὼς ἄμεινον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="22"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge"> ἔστω δή μοι ἡ μὲν ἀρετὴ τοιόνδε τι, οἷον πόλις τις εὐδαίμονας ἔχουσα τοὺς ἐμπολιτευομένους — ὡς φαίη ἂν ὁ διδάσκαλος ὁ σὸς ἐκεῖθέν ποθεν ἀφιγμένος — σοφοὺς ἐς τὸ ἀκρότατον, ἀνδρείους ἅπαντας, δικαίους, σώφρονας, ὀλίγον θεῶν ἀποδέοντας· οἷα δὲ πολλὰ γίγνεται παρʼ ἡμῖν, ἁρπαζόντων καὶ βιαζομένων καὶ πλεονεκτούντων, οὐδὲν ἂν ἴδοις, φασίν, ἐν ἐκείνῃ τῇ πόλει τολμώμενον, ἀλλὰ ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ ξυμπολιτεύονται, μάλʼ εἰκότως· <milestone unit="Reitz_page" n="761"/> ἃ γὰρ ἐν ταῖς ἄλλαις πόλεσιν, οἶμαι, τὰς στάσεις καὶ φιλονεικίας ἐγείρει καὶ ὧν ἕνεκα ἐπιβουλεύουσιν ἀλλήλοις, ταῦτα πάντα ἐκποδών ἐστιν ἐκείνοις. οὐ γὰρ οὔτε χρυσίον ἔτι οὔτε ἡδονὰς οὔτε δόξας ὁρῶσιν, ὡς διαφέρεσθαι περὶ αὐτῶν, ἀλλὰ πάλαι τῆς πόλεως ἐξεληλάκασιν αὐτὰ οὐκ ἀναγκαῖα ἡγησάμενοι ξυμπολιτεύεσθαι. ὥστε γαληνόν τινα καὶ πανευδαίμονα βίον βιοῦσι ξὺν εὐνομίᾳ καὶ ἰσότητι καὶ ἐλευθερίᾳ καὶ τοῖς ἄλλοις ἀγαθοῖς. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>